← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§20.29-21.33

燃料的点火与火焰及流星等气象差异

亚历山大阐述了最外层的引火物(干燥烟状蒸发物)如何因天球周向运动而着火的机制,并根据其形状与间隔界定并区分了各类气象显象(火焰、火把、山羊、流星)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#2

δεῖ δέ, φησί, νοῆσαι τὴν καπνώδη ἀναθυμίασιν, ἣν ὑπέκκαυμα λέγομεν, τὴν ξηράν τε καὶ θερμὴν ἐσχάτην περικεῖσθαί τε καὶ περιτετάσθαι τῇ σφαίρᾳ τῇ περὶ τὴν γῆν, ἥτις ἐστὶ τὸ ἐν γενέσει τε καὶ φθορᾷ σῶμα πᾶν, ὥστε μικρᾶς κινήσεως τυχὸν1 ἐκκαίεσθαι πολλάκις, ὅπερ ὁρῶμεν καὶ τὸν καπνὸν πάσχοντα. ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις, ὡς ἄν εἰ εἶπεν2 ἡ γὰρ φλόξ ἐστι καπνὸς καιόμενος. πρότερον μὲν οὖν εἶπε τὴν φλόγα εἶναι ζέσιν πυρός, κοινῶς ὀνομάζων τὴν ξηράν τε καὶ θερμὴν ἀναθυμίασιν πῦρ, νῦν δὲ πνεύματος αὐτὴν ξηροῦ ζέσιν λέγει, ὡς ἂν εἰ ἔλεγεν ὑπεκκαύματος· ὑπέκκαυμα γὰρ ἡ τοιαύτη φύσις. Τὸ τοίνυν τοιοῦτον σῶμα τὸ μετὰ σελήνην μὲν τεταγμένον, ἔσχατον δὲ τῇ σφαίρᾳ τῇ περὶ τὴν γῆν περιτεταμένον, καθ’ ὃ ἂν μάλιστα τὴν πρὸς τὸ ἐξαφθῆναι ἐπιτηδειότητά τε καὶ σύστασιν ἔχῃ, κατὰ τοῦτο ὑπὸ τῆς τοῦ κυκλοφορικοῦ κινήσεως ἐξάπτεται κινούμενον. καὶ ἡ μὲν φύσις καὶ αἰτία αὕτη τῶν ἐν ἐκείνῳ τῷ σώματι συνισταμένων φασμάτων, ἡ δὲ διαφορὰ αὐτῶν, καθ’ ἣν ἀλλήλων διαφέροντα διαφέρουσιν ὀνόμασι καλεῖται, γίνεται παρὰ τὴν τοῦ πρὸς ἔξαψιν ἐπιτηδείως ἔχοντος σώματος ἢ θέσιν ἢ πλῆθος. ἂν μὲν γὰρ τὸ ὑπέκκαυμα τοῦτο καὶ πλάτος καὶ μῆκος ἔχῃ ἐξαφθέν, φαίνεται καιομένη φλὸξ παραπλησίως γινομένη ταῖς ἐν ταῖς ἀρούραις ἐξαπτομέναις καλάμαις· ἄν δὲ τὸ ἐξαπτόμενον τοῦτο ὑπέκκαυμα μῆκος μὲν ἔχῃ, μηκέτι δὲ καὶ πλάτος ἴσον, τότε τὰ ἐξαπτόμενα ἐκ τούτου καλεῖται ἢ δαλοὶ ἢ αἶγες ἢ ἀστέρες οἱ καλούμενοι διάσσοντες. ὧν λέγει τὴν διαφοράν· ὅταν γὰρ πλέον μὲν ᾖ τὸ ὑπέκκαυμα κατὰ τὸ μῆκος, ἔλαττον δὲ κατὰ τὸ πλάτος, καιόμενον δὲ κατὰ τὰ πλάγια ἐκπυρώσεις τινὰς καὶ ἐκδρομὰς τῆς ἐξάψεως ποιῆται μὴ καθ’ αὑτάς, ἀλλὰ συνημμένας τῷ ὅλῳ τῷ καιομένῳ σώματι, ὡς δοκεῖν ἐκεῖνο ἀποσπινθηρίζειν, αἲξ τὸ τοιοῦτον καλεῖται· ὅταν δὲ μόνον ἐπὶ τὸ μῆκος ᾖ ἐξημμένον, μηκέτι δὲ καὶ ἀποσπινθηρίζον, δαλός. ἐὰν δὲ μὴ ἓν καὶ συνεχὲς τὸ μῆκος τοῦ ὑπεκκαύματος ᾖ, ἀλλὰ διαστήματα ἔχον, ἃ διαστήματα ἔχει λεπτήν τινα ἀναθυμίασιν3 ἐπιτήδειον πρὸς τὸ ἐκκαυθῆναι καὶ αὐτήν, ἔχῃ δὲ καὶ τὰ ὑπεκκαύματα τὰ προειρημένα ἀφεστῶτα ἀπ’ ἀλλήλων καὶ βάθος καὶ πλάτος ἴσον τῷ μήκει, τότε γίνονται οἱ δοκοῦντες ἀστέρες διάσσειν. ὅταν γὰρ ἡ πρώτη κειμένη τῶν τοιούτων συστάσεων ὑπὸ τῆς κινήσεως ἐκκαυθῇ, ταχέως τὸ πῦρ διὰ τῆς μεταξὺ τῆς λεπτῆς ἀναθυμιάσεως ἐπὶ τὸ ἐφεξῆς κείμενον ὑπέκκαυμα διαδίδοται καὶ ἀπὸ τούτου πάλιν ὁμοίως ἐπὶ τὸ μετ’ αὐτό· καὶ τοῦτο ποιεῖ, ἕως ἂν ἐπέλθῃ πάντα τὰ κατὰ τὸν προειρημένον τρόπον ἐφεξῆς ἀλλήλοις συνεστῶτα ὑπεκκαύματα. καὶ φαίνεται τὸ πῦρ τὸ αὐτὸ τὴν ἀρχὴν ἄνωθεν φερόμενον ἢ ῥιπτούμενον διὰ τὴν ταχεῖαν διάδοσιν.

他说,必须认识到,我们称之为引火物的干燥而热的烟状蒸发物,作为最外层环绕并延展在大地周围的球体上,而该球体就是处于生成与毁灭之中的全部物体;因此,只要遇到轻微的运动,它往往就会被点燃,这正是我们看到烟所遭受的情形。因为火焰是干燥之气的沸腾,这正如他所说的:因为火焰就是燃烧着的烟。因此,先前他曾说火焰是火的沸腾,泛泛地将干燥而热的蒸发物命名为火,但现在他称其为干燥之气的沸腾,宛如他在说引火物的沸腾;因为这般的本性就是引火物。因此,这种配置在月亮之后、作为最外层延展在大地周围的球体上的物体,在它最具备被点燃的适宜性与凝聚状态之处,便因做周向运动的物体的运动而受动,并在该处被点燃。而这正是形成于该物体之中的诸显象的本性与原因,但它们之间的差异——依此差异,它们彼此不同并以不同的名称被称呼——则是由于适于点燃的物体的方位或数量而产生的。因为如果这种引火物在被点燃时既具有宽度又具有长度,显现出的便是燃烧的火焰,其生成类似于田野里被点燃的残茬;但如果这被点燃的引火物虽具有长度,却不再具有相等的宽度,那么从其中被点燃的物象就被称为火把、山羊,或所谓流星。接着他陈述了它们的差异:因为每当引火物在长度上较大而在宽度上较小,且在燃烧时于侧面产生某些着火与发散的点燃现象,但并非独立存在,而是与整个燃烧着的物体相连,以至于看来像在迸发火星时,这种物象就被称为山羊;而当它仅在长度方向上被点燃,不再迸发火星时,就被称为火把。然而,如果引火物的长度并非单一而连续的,而是具有间隙,这些间隙自身也含有适于被点燃的某种稀薄蒸发物,并且上述相互间隔的引火物还具有与其长度相等的深度和宽度,那么这时便会产生看似疾驰的星。因为每当这类凝聚物中位居最前者被运动所点燃,火便会通过居间稀薄的蒸发物迅速传播到紧邻配置的引火物上,并由此再次同样传播到其后的引火物上;火一直进行这一过程,直到遍历所有按照前述方式彼此顺次凝聚的引火物。并且由于其快速的传播,这自始相同的火便看似从上方被运送或被投掷下来。

语法注3 条
  1. 1.12τυχὸν

    动词 τυγχάνω 的不定过去时主动分词中性单数宾格与前文的中性名词 ὑπέκκαυμα(作不定式的隐含主语)保持性数一致,用作相当于条件从句的状语分词(“倘若遇到”)。在此处它支配属格宾语 μικρᾶς κινήσεως,修饰紧随其后的不定式 ἐκκαίεσθαι。

  2. 1.12ὡς ἄν εἰ εἶπεν

    由小词 ἄν 和表示假设的 εἰ 构成的固定句式,表虚拟或比喻(“宛如他说过……”)。这是注解家用来将亚里士多德的原文短语(πνεύματος ξηροῦ ζέσις)转述并替换为更通俗易懂的表述(καπνὸς καιόμενος)的惯用手法。

  3. 1.12ἐὰν δὲ μὴ ἓν καὶ συνεχὲς τὸ μῆκος τοῦ ὑπεκκαύματος ᾖ, ἀλλὰ διαστήματα ἔχον, ἃ διαστήματα ἔχει λεπτήν τινα ἀναθυμίασιν

    在由 ἐάν 引导的条件从句中,系动词 ᾖ 的表语由形容词(ἓν καὶ συνεχές)转变为分词(ἔχον)。此外,先行词 διαστήματα 在关系从句内部作为同形名词被再次复述(ἃ διαστήματα ἔχει),骨干结构为:“如果引火物的长度并非单一连续而是具有间歇,且这些间歇本身含有稀薄蒸发物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:20.29-21.33