- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:217.13-219.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大详细阐述了亚里士多德关于熏烟体(如木材、油和甜酒等)与可汽化体(如水)的区别,水汽、烟、煤烟与脂烟的定义,以及产生火焰、不发焰燃烧与炭化的条件。
Ἐφ’ οἷς λέγει περὶ τῶν θυμιατῶν καὶ ἀθυμιάτων, καὶ λέγει θυμιατὰ εἶναι ὅσα ἔχει μὲν ὑγρότητα, οὐ μὴν τοιαύτην, ὥστε πυρουμένων αὐτῶν καὶ θερμαινομένων αὐτὴν καθ’ ἑαυτὴν ἐξατμίζειν ἄνευ τοῦ σώματος τοῦ τὴν ὑγρότητα ἔχοντος. εἰπὼν δὲ μὴ ἐξατμίζειν καθ’ αὑτὴν τὴν ἐν τοῖς θυμιατοῖς ὑγρότητα πυρουμένων αὐτῶν, περὶ ἀτμίδος εἶπε, τί ἐστιν ἡ ἀτμίς· ἡ γὰρ ὑπὸ θερμοῦ καυστικοῦ ἐξ ὑγροῦ εἰς ἀέρα καὶ πνεῦμα ἔκκρισις ὑγραντική. τῶν δὲ θυμιατῶν ἡ ὑγρότης οὐχ ὑπὸ πυρὸς εἰς ἀέρα θερμαινομένων ἐκκρίνεται, ὡς αὐτὰ ὑπομένειν (συναναλίσκεται γὰρ καὶ αὐτὰ ἐν τῇ θυμιάσει) ἀλλὰ ὑπὸ χρόνου· παλαιουμένων γὰρ ἡ μὲν ὑγρότης ἐξατμίζεται, αὐτὰ δὲ τὰ μὲν ξηρὰ γίνεται, τὰ δὲ καὶ τέλεον εἰς γῆν μεταβάλλει. ἡ δὲ ἔκκρισις ἡ ἀπὸ τῶν θυμιατῶν τοῦ ὑγροῦ ἡ ὑπὸ χρόνου ἀλλ’ οὐχ ὑπὸ πυρὸς γινομένη διαφέρει τῆς ὑπὸ πυρὸς γινομένης, ὅτι αὕτη οὔτε ὑγραντική ἐστιν οὔτε πνεῦμα γίνεται ἡ ἀπ’ αὐτῶν ἔκκρισις τοῦ ὑγροῦ. ὡρίσατο δὲ καὶ τὸ πνεῦμα ῥύσιν συνεχῆ ἀέρος ἐπὶ μῆκος, ὃ προσλαβὸν τὸ ἀπὸ τοιᾶσδέ τινος ἀρχῆς ῥεῖν εἴη ἂν ἄνεμος.1 αὐτὸ μὲν οὖν καθ’ αὑτὸ τὸ ὑγρὸν πυρουμένων τῶν θυμιατῶν οὐκ ἐκκρίνεται, κοινὴ δ’ ἡ ἔκκρισις γίνεται ἅμα ὑγροῦ τε καὶ ξηροῦ ἀέρος. διὸ οὔτε ὑγραίνει ἡ ἔκκρισις αὕτη, ἀλλὰ μᾶλλον χρωματίζει· μολύνεται γὰρ τὰ πλησίον ὑπὸ τῆς τοιαύτης ἐκκρίσεως. λέγει δὲ καὶ τὴν μὲν τῶν ξυλωδῶν θυμίασιν λέγεσθαι καπνόν, τοιαῦτα δὲ καὶ τὰ ὀστᾶ καὶ αἱ τρίχες καὶ τὰ φύλλα· ἡ δὲ τῶν πιόνων θυμίασις λιγνύς, ἡ δὲ λιπαροῦ κνίσσα. διὰ ταύτην δὴ τὴν αἰτίαν οὐδὲ ἕψεσθαι τὸ ἔλαιον λέγει οὐδὲ παχύνεσθαι· ἔστι γὰρ θυμιατὸν λιπαρόν γε ὄν, ἀλλ’ οὐκ ἀτμιστόν· ἦν δὲ τῶν μὲν ἀτμιστῶν τὸ ὑγρὸν ἐκκρινόμενον καθ’ αὑτό, τὰ δὲ θυμιατὰ καὶ αὐτὰ σὺν τῷ ὑγρῷ τῷ ἐν αὐτοῖς ἀναλίσκεται θυμιώμενα. τὸ δὲ ὕδωρ οὔ φησιν εἶναι θυμιατόν, ἀλλ’ ἀτμιστόν, ὅτι ὑγρὰ ἀλλ’ οὐ μετὰ ξηρότητος ἡ ἀπ’ αὐτοῦ ἔκκρισις θερμαινομένου γίνεται. λέγει δὲ καὶ τῶν οἴνων τὸν μὲν γλυκὺν θυμιᾶσθαι· εἶναι γὰρ πίονα καὶ παραπλήσιον τῷ ἐλαίῳ ποιεῖν· μήτε γὰρ ὑπὸ ψύχους πήγνυσθαι καίεσθαί τε ὥσπερ καὶ τὸ ἔλαιον μήτε εἶναι κυρίως οἶνον ἢ τῷ ὀνόματι, μὴ ποιοῦντά γε τὰ τοῦ οἴνου· τῷ γὰρ μὴ ἔχειν τὸν χυμὸν οἰνώδη οὐδὲ μεθύσκει, τοῦ δὲ τυχόντος οἴνου τὸ μεθύσκειν. μικρὰν δέ φησι γίνεσθαι τὴν ἀπ’ αὐτοῦ θυμίασιν, τουτέστιν οὐκ ἐπὶ πολὺ χεομένην· διὸ καὶ φλόγα γίνεσθαι αὐτὸν θυμιώμενον, ἐκπυρουμένης καὶ φλογουμένης τῆς ἀναθυμιάσεως διὰ παχύτητα. Λέγει δὲ καὶ τίνα ἐστὶ καυστὰ τῶν σωμάτων καὶ τίνα ἄκαυστα, καὶ πάλιν τῶν καυστῶν τίνα μὲν καὶ φλόγα ποιεῖ, τίνα δὲ καίεται μέν, οὐ μὴν καὶ φλόγα ποιεῖ· ἔνια δέ φησι καὶ ἄνθρακας ποιεῖν τῶν φλογιστῶν. λέγει δὲ φλόγα ποιεῖν καιόμενα ὅσα θυμιατὰ ὄντα μὴ ἔστιν ὑγρά. τὸ γὰρ ἔλαιον καὶ ἡ πίσσα καὶ τὰ ἄλλα ὑγρά· διὸ οὐ φλογιστὰ καθ’ αὑτά, μετ’ ἄλλων δὲ μιγνύμενα καὶ ἐπιχεόμενα. μάλιστα δὲ φλογιστὰ ὅσα καπνὸν ἀνίησι· φλὸξ γὰρ καπνὸς καιόμενος. ἀνθρακευτὰ δὲ τῶν φλόγα ποιούντων λέγει εἶναι ὅσα γῆς πλέον ἔχει ἢ καπνοῦ. λέγει δὲ καὶ τὴν αἰτίαν τοῦ ἔνια μὲν τῶν σωμάτων τηκτὰ ὄντα μὴ εἶναι φλογιστά, ἔνια δὲ φλογιστὰ μέν, τηκτὰ δ’ οὔ, τὰ δὲ καὶ φλογιστὰ καὶ τηκτά. λέγει καὶ τίνα τῶν θυμιατῶν καὶ φλόγα ποιεῖ καὶ τίνα οὔ, καὶ διὰ τίνα αἰτίαν. τὰ γὰρ μὴ τηκτὰ τῶν θυμιατῶν φλογιστά, οὐ τηκτὰ δὲ τὰ πλεῖον γῆς ἔχοντα· ὥστε τῶν θυμιατῶν τὰ πλεῖον γῆς ἔχοντα ἢ ὑγροῦ φλογιστά. ἡ γὰρ ἐν αὐτοῖς γῆ τὸ ξηρὸν ὅμοιον ἔχει τῷ πυρί· ὅταν οὖν προσλάβῃ καὶ τὸ θερμόν, πῦρ γίνεται. διὰ τοῦτο γὰρ καὶ ἡ φλὸξ πνεῦμα ἢ καπνὸς καιόμενός ἐστιν, ἃ ἀμφότερα ξηρά. τῶν μὲν οὖν ξύλων καὶ ξυλωδῶν, ὥσπερ προεῖπεν ἤδη, ἡ ἀναθυμίασις καπνός ἐστι, κηροῦ δὲ καὶ λιβανωτοῦ καὶ πίσσης καὶ ὅσα πίσσης ἔχει, καθ’ ὅσον ἔχει ταύτης, ἡ ἀναθυμίασις λιγνύς, ἐλαίου δὲ καὶ τῶν ἐλαιωδῶν, τουτέστι τῶν λιπαρῶν, κνίσσα· ἃ καὶ ἐλάχιστά φησι καίεσθαι καθ’ αὑτά, ὅτι ὀλίγον ἐν αὑτοῖς ἔχει ξηροῦ, ἡ δὲ μετάβασις καὶ μεταβολὴ εἰς τὸ πῦρ διὰ τοῦ ξηροῦ· τοῦτο γὰρ θερμὸν γενόμενον ἐκπυροῦται· μετὰ δ’ ἄλλου φησὶ τάχιστα καίεσθαι δηλονότι τῶν τοιούτων τό τε ἔλαιον καὶ τὸ λιπαρόν,2 μίγνυσθαί τε τὸ συναμφότερον· τὸ γὰρ ξηρὸν μετὰ τοῦ λιπαροῦ μιχθὲν πῖον γίνεται. δῆλον οὖν ὅτι μετ’ ἄλλου εἶπε τῶν ξηρῶν τινος.
接着他论及熏烟体与非熏烟体,并说明熏烟体乃是那些虽然含有湿气、但湿气并非如此以至于在它们受火热而变热时该湿气脱离含有湿气的物体本身而独自蒸发的事物。他在说明熏烟体中的湿气在它们受火热时并不独自蒸发之后,论及水汽,说明水汽是什么:因为由燃烧之热从湿体中向空气与气流分泌出的具湿润性的分泌物[即是水汽]。而熏烟体的湿气在它们变热时并非由火向空气中分泌出来以致它们自身存留下来(因为在熏烟过程中它们自身也一同被消耗),而是随时间被分泌;因为在变陈旧时,湿气固然蒸发,而物体本身有的变干,有的则完全转化为土。但从熏烟体中由时间而非由火产生的湿气分泌,与由火产生的分泌有所不同,因为从它们中产生的这种湿气分泌既不具湿润性,也不变成气流。他还将气流定义为空气顺着长度方向的连续流动,这若再加上“从某种特定本原流动”的条件,就会成为风。因此,在熏烟体受火热时,湿气本身并不独自被分泌出来,而是湿润与干燥的空气同时产生共同的分泌。因此这种分泌不仅不使之湿润,反而使其着色;因为邻近之物会被这种分泌物所沾污。他还说,木质之物的熏烟被称为烟,骨骼、毛发和树叶等也是如此;而肥腻之物的熏烟是煤烟,油质之物的熏烟则是脂烟。他说,正因这一缘故,油既不沸腾也不变稠;因为它既然是油质的,便是熏烟体,而不是可汽化的;而在可汽化之物中,湿气是独自被分泌出来的,熏烟体本身则在熏烟时与其中的湿气一同被消耗。他说水不是熏烟体,而是可汽化的,因为水在受热时从其产生的分泌物是湿润的,而不伴随干燥。他还说,在酒中,甜酒是可以熏烟的;因为它富含脂质,其作用与油类似;因为它既不因冷而凝固,且像油一样燃烧,又因为不产生酒的功效而在严格意义上除名称外不算是酒;因为不具备酒的风味,它甚至不能使人陶醉,而使人陶醉本是任何普通之酒的属性。他还说,从它产生的熏烟很小,即不向远处弥散;因此它在熏烟时本身也成为火焰,其散发的气体因浓厚而着火并化为火焰。接着他还说明,物体中哪些是可燃的,哪些是不可燃的,在可燃之物中哪些也能产生火焰,哪些虽燃烧却不产生火焰;他说在可发焰之物中,有些还能产生炭。他说,在燃烧时产生火焰的,是那些虽属熏烟体但非液态的事物。因为油、沥青和其他此类事物是液态的;因此它们单凭自身并不发焰,而是在与其他事物混合并浇注于其上时才发焰。最能发焰的是那些释放烟之物;因为火焰即是燃烧着的烟。他说,在产生火焰的事物中,含土多于含烟的事物是可成炭的。他还说明了何以物体中有些虽可熔解却不可发焰,有些可发焰却不可熔解,有些则既可发焰又可熔解的原因。他还说明熏烟体中哪些产生火焰,哪些不产生火焰,以及因何原因。因为熏烟体中不可熔解的乃是可发焰的,而含土较多的则是不可熔解的;因此在熏烟体中,含土多于含湿气的乃是可发焰的。因为其中的土在干燥性上与火相似;因此当它再接纳热时,就变成了火。正因如此,火焰也是气流或燃烧着的烟,两者皆是干燥的。因此,正如他之前已经说过的,木材和木质之物的散发物是烟,蜡、乳香、沥青以及凡含有沥青之物,按其含有沥青的程度,其散发物是煤烟,油和油质之物(即脂质之物)的散发物则是脂烟;他说这些单凭自身最不易燃烧,因为它们内部含有极少的干燥物,而向火的过渡与转化是通过干燥物进行的;因为干燥物变热后便着火;但他说与其他事物在一起时,显然是这类事物中的油和脂质之物燃烧得最为迅速,且两者相互混合;因为干燥物与脂质之物混合后便成为肥腻的。由此可见,他所说的“与其他事物在一起”显然是指某种干燥之物。
- 4.13ὅ προσλαβὸν τὸ ἀπὸ τοιᾶσδέ τινος ἀρχῆς ῥεῖν εἴη ἂν ἄνεμος
关系代词 ὅ 的先行词是前文关于气流的定义(ῥύσιν συνεχῆ ἀέρος ἐπὶ μῆκος)或 πνεῦμα 本身。分词 προσλαβόν 表条件(“若加上……”),主节谓语 εἴη ἄν 为带有 ἄν 的祈愿语气,表示潜势或推测。
- 4.13μετὰ δ’ ἄλλου φησὶ τάχιστα καίεσθαι δηλονότι τῶν τοιούτων τό τε ἔλαιον καὶ τὸ λιπαρόν
此处存在倒装结构:不定式 καίεσθαι 的逻辑主语是后置的 τό τε ἔλαιον καὶ τὸ λιπαρόν,δηλονότι 作插入语,修饰说明在这些事物中,油与脂质之物在与他物结合时燃烧最快。紧随其后的句子(δῆλον οὖν ὅτι μετ’ ἄλλου εἶπε τῶν ξηρῶν τινος)澄清了“与其他事物在一起”具体是指某种干燥的事物。
