- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:215.24-217.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大继续注疏亚里士多德《气象论》卷四第九章,解释了可浸润与不可浸润之区分,通过孔隙结构说明了土与天然碱在溶解行为上的差异,并依序梳理了十八组被动性质中诸如可弯曲性、易碎性、可压痕性、延展性、可劈裂性、粘稠性与可燃性等的定义与原因。
τεγκτὸν μὲν ἔριον καὶ γῆ, ἄτηκτα ὄντα, χαλκὸς δέ, τηκτὸς ὤν, ἄτεγκτός ἐστιν· ἔστι δὲ ὁ χαλκὸς τηκτὸς ὢν οὐχ ὑπὸ ὕδατος τηκτός, ἀλλ’ ὑπὸ πυρός. λέγει δὲ καὶ τῶν ὑπὸ ὕδατος τηκτῶν ἔνια ἄτεγκτα εἶναι, ὥσπερ νίτρον καὶ ἅλας· οὐ γὰρ διαμένοντες ἐν τῷ βρέχεσθαι γίνονται μαλακώτεροι, ὅπερ ἴδιον τῶν τεγκτῶν. λέγει δὲ καθόλου τεγκτὰ εἶναι ὅσα γῆς ὄντα ἔχει τοὺς πόρους μείζους τε τῶν τοῦ ὕδατος ὄγκων καὶ σκληροτέρους, μείζους μὲν, ὡς δέχεσθαι δι’ αὐτῶν τὸ ὕδωρ, σκληροτέρους δέ, ὡς μὴ λύεσθαι ὑπ’ αὐτοῦ. τηκτὰ δὲ ὕδατί φησιν εἶναι ὅσα δι’ ὅλων αὐτῶν δέχεται τὸ ὕδωρ, οὐ διὰ πόρων μόνων σωζομένων καὶ μενόντων μετὰ τὸ δέξασθαι τὸ ὕδωρ. λέγει δὲ καὶ τοῦ τὴν μὲν γῆν καὶ τέγγεσθαι καὶ τήκεσθαι ὑπὸ τοῦ ὕδατος, τὸ δὲ νίτρον τήκεσθαι μέν, τέγγεσθαι δὲ μὴ αἰτίαν,1 ὅτι τὸ μὲν νίτρον δι’ ὅλου αὐτοῦ τοὺς πόρους ἔχει, καὶ πανταχοῦ συντετρημένοι ἀλλήλοις εἰσὶν οἱ ἐν αὐτῷ, διὸ εὐθὺ τῷ δέξασθαι τὸ ὕδωρ διαιρεῖται ὑπ’ αὐτοῦ τὰ μόρια αὐτοῦ· ἐν δὲ τῇ γῇ οἱ μὲν οὕτως ἔχουσι πόροι, ὡς δι’ ὅλης αὐτῆς εἶναι, οἱ δὲ οὕτως, ὡς παραλλὰξ κεῖσθαι καὶ μὴ συντετρῆσθαι εἰς ἀλλήλους. ὅταν μὲν οὖν κατὰ τοὺς συντετρημένους εἰς ἀλλήλους πόρους καὶ δι’ ὅλης ὄντας αὐτῆς δέξηται τὸ ὕδωρ, τήκεται· ὅταν δὲ κατὰ τοὺς παραλλὰξ κειμένους, τέγγεται μέν, οὐ τήκεται δέ. εἴη δ’ ἂν κἀκεῖνο λέγειν ἑπομένως τῷ προειρημένῳ, ὅτι ἧς μὲν γῆς οἱ πόροι σκληρότεροί εἰσιν, αὕτη τέγγεται μέν, οὐ τήκεται δέ, ἧς δὲ μαλακώτεροι, αὕτη τήκεται· οἱ δὲ τοῦ νίτρου μαλακώτεροι ὄντες ἀεὶ ἐν τῷ δέχεσθαι τὸ ὕδωρ λύονται. Λέγει δὲ ἑξῆς καὶ τίνα ἐστὶ τῶν σωμάτων καμπτά τε καὶ εὐθυντά, τίνα δὲ καὶ ἄκαμπτα, καὶ ὅλως τί ἐστι τὸ καμπτόν τε καὶ εὐθυντόν, καὶ τί τὸ κάμπτεσθαι καὶ εὐθύνεσθαι, καὶ ὅτι τὸ ἀνακαμπτόμενον κάμπτεται καὶ τὸ κατακαμπτόμενον. λέγει δὲ καὶ περὶ κατακτῶν καὶ θραυστῶν, καὶ ὅτι ἔνια μὲν τὸ ἕτερον τούτων ἐπιδέχεται, ἔστι δ’ ἃ ἀμφότερα, ὡς καὶ κατάσσεσθαι καὶ θραύεσθαι. λέγει δὲ καὶ τί ἑκάτερον τούτων, καὶ τίς αὐτῶν ἡ διαφορά, καὶ τίς ἡ αἰτία ἑκατέρου τῶν παθῶν τούτων. λέγει καὶ περὶ θλαστῶν καὶ ἀθλάστων, τίνα τέ ἐστι καὶ διὰ τί, καὶ τί ἐστι τὸ θλᾶσθαι καὶ τὸ μὴ θλᾶσθαι· ἀλλὰ καὶ ὅτι τῶν θλαστῶν τὰ μὲν καὶ μαλακτά ἐστιν, ὡς κηρός, τὰ δὲ σκληρότερα, ὡς χαλκός. ἀλλὰ καὶ τῶν ἀθλάστων τὰ μὲν σκληρά, ὡς κέραμος (ἄθλαστον γὰρ ὁ κέραμος), τὰ δὲ ὑγρά, ὡς ὕδωρ· οὐ γὰρ θλᾶται τὸ ὕδωρ ἐν τῷ ὑπείκειν, ἀλλὰ διαιρεῖται καὶ ἀντιμεθίσταται. λέγει καὶ τίνα τῶν θλαστῶν πλαστά ἐστι, τουτέστιν ὑπακούοντα πλάσει, τίνα δὲ πλαστὰ μὲν οὔ, πιεστὰ δέ, καὶ τί τὸ πιεστόν, καὶ τίνα πιέζεται σώματα καὶ διὰ τί. λέγει δὲ καὶ τί ἐστιν ὦσις καὶ τί πληγή, καὶ τίς αὐτῶν διαφορά. λέγει δὲ καὶ τίνα τῶν σωμάτων ἐστὶν ἑλκτά, καὶ τί τὸ ἕλκεσθαι. ἀλλὰ καὶ ὅτι ἔνια μὲν καὶ ἑλκτά ἐστι καὶ πιεστὰ τῶν σωμάτων, τὰ δὲ τὸ ἕτερον τούτων ἔχει μόνον. λέγει δὲ καὶ περὶ ἐλατῶν καὶ ἀνηλάτων καὶ λέγει τί ἐστι τὸ ἐλατὸν καὶ τί τὸ ἀνήλατον, καὶ ὅτι τὰ μὲν ἐλατὰ πάντα καὶ θλαστά, τὰ δὲ θλαστὰ οὐ πάντα ἐλατά. ἀλλὰ καὶ ὅτι τῶν πιεστῶν τὰ μὲν ἐλατά ἐστι, τὰ δ’ οὔ. λέγει καὶ περὶ σχιστῶν καὶ ἀσχίστων, καὶ τίνα ἄσχιστα, καὶ τί τὸ σχίζεσθαι, καὶ τίνι διαφέρει σχίσις τομῆς· καὶ τίνα ἐστὶ τμητά, καὶ ὅτι ἔνια καὶ σχιστά ἐστι καὶ τμητά, σχιστὰ μὲν ὡς ἐπὶ τὸ πολὺ κατὰ μῆκος, τμητὰ δὲ κατὰ πλάτος. λέγει δὲ καὶ περὶ τῶν ἄλλων, ὧν πρὸ ὀλίγου τὸν ἀριθμὸν ἐξέθετο ὡς κατὰ δύναμιν καὶ ἀδυναμίαν λεγομένων. γλίσχρον τε γάρ φησιν εἶναι, ἂν ἑλκτὸν ἢ ὑγρὸν ὂν μαλακὸν ᾖ·2 γίνεσθαι δὲ τὰ τοιαῦτα τῶν σωμάτων, ὅσα οὕτως κατασκευῆς ἔχει, ὡς ἐπαλλάσσειν αὐτῶν τὰ μόρια ἀλλήλοις καὶ τὸ ἕτερον τῷ ἑτέρῳ συνηρτῆσθαι, ὡς αἱ ἁλύσεις, καὶ μὴ εὐαπόλυτον εἶναι. τὰ γὰρ τοιαῦτα ἑλκτά ἐστιν, ἐπὶ πολὺ δυνάμενα ἐκτείνεσθαι μὴ διασπώμενα καὶ πάλιν συνιέναι· τὰ δὲ μὴ τοιαῦτα ψαθυρὰ καὶ εὔθραυστα. λέγει δὲ καὶ τίνα μὲν πιλητά, τίνα δὲ ἀπίλητά ἐστι, καὶ τίνα καυστὰ καὶ τίνα ἄκαυστα, καὶ διὰ τί τὰ καυστὰ τοιαῦτά ἐστι· διὰ γὰρ τὸ ἔχειν πόρους πυρὸς δεκτικοὺς καὶ ὑγρότητα ἐν τοῖς πόροις τοῖς κατ’ εὐθυωρίαν ἀσθενεστέραν πυρός, τουτέστιν καυστήν.
羊毛和土虽不可熔解,却是可浸润的,而青铜虽可熔解,却是不可浸润的;然而青铜虽是可熔解的,却不是被水熔解,而是被火熔解。他还说,在被水熔解的事物中,有些也是不可浸润的,如天然碱和盐;因为它们在被浸湿时并不会在保持完好的同时变得更柔软,而这正是可浸润之物的固有特征。而且他普遍地说,凡是属于土的物体中,拥有既大于水的分量团块又更坚硬的孔隙的,都是可浸润的:更大,是为了通过孔隙接纳水;更坚硬,则是为了不被水消解。而他所说的由水熔解的事物,乃是那些通过其全部整体接纳水的事物,而不仅仅是通过在接纳水之后仍得以保存并存留的孔隙接纳水。他还说明了土既被水浸润又被水熔解、而天然碱则被熔解却不被浸润的原因,即:天然碱贯穿其全部整体都具有孔隙,且其内部的孔隙处处彼此贯通,因此一旦接纳水,其各部分立刻被水分割开来;而在土中,有些孔隙处于贯穿其全部整体的状态,另一些则处于交错排列、不彼此贯通的状态。因此,当它沿着彼此贯通且贯穿其整体的孔隙接纳水时,它就被熔解;而当它沿着交错排列的孔隙接纳水时,它就被浸润,却不被熔解。顺着前文所说的话,人们也可以这样说:凡孔隙较硬的土,被浸润而不被熔解;凡孔隙较软的土,则被熔解;而天然碱的孔隙既然较软,总是在接纳水时被消解。接着他还说明,物体中哪些是可弯曲且可展直的,哪些是不可弯曲的,以及总体而言什么是可弯曲且可展直的,什么是被弯曲与被展直,并且无论是向上弯曲的还是向下弯曲的,都被称为被弯曲。他还论及可折断之物与可碎裂之物,说明有些事物仅承受其中之一,有些事物则两者皆承受,以至于既被折断又被碎裂。他还说明这两者各自是什么,它们的差异是什么,以及这两种受动状态各自的原因是什么。他还论及可压痕[受挤压变形]与不可压痕的事物,它们是哪些以及因何缘故,什么是受压痕与不受压痕;而且在可压痕之物中,有些如蜡一样也是可软化的,有些如青铜一样则较为坚硬。此外,在不可压痕之物中,有些如陶器一样是坚硬的(因为陶器是不可压痕的),有些如水一样则是流动的;因为水在退让时并不受压痕,而是被分割并相互换位。他还说明可压痕之物中哪些是可塑的,即顺应塑形的,哪些不是可塑的而是可压挤的,什么是可压挤的,以及哪些物体被压挤且因何缘故。他还说明什么是推进,什么是撞击,以及它们的差异是什么。他还说明物体中哪些是可牵引的,什么是被牵引;而且在物体中,有些既是可牵引的又是可压挤的,有些则仅具有其中之一。他还论及具展性之物与无展性之物,说明什么是具展性的,什么是无展性的,凡具展性之物全都是可压痕的,但可压痕之物并不全具展性;而且在可压挤之物中,有些具展性,有些则不具展性。他还论及可劈裂之物与不可劈裂之物,哪些是不可劈裂的,什么是被劈裂,劈裂与切割有何区别;以及哪些是可切割的,有些既是可劈裂的又是可切割的,通常而言,可劈裂是顺着长度方向,可切割则是顺着宽度方向。他还论及不久前他列出数目、据说是按照能力与无能力而说的其他性质。因为他说,若某物是可牵引的,或者在呈湿润状态时是柔软的,它就是粘稠的;而在物体中,凡是构造如此以至于其各部分如链条般彼此交错、一者联结于另一者且不易解离的,就成为这样的物体。因为这类事物是可牵引的,能够在不被扯断的情况下被拉伸至很长并再次收拢;而凡非此类的事物则是松脆且易碎的。他还说明哪些是可毡化[挤压紧实]的,哪些是不可毡化的,哪些是可燃的,哪些是不可燃的,以及可燃之物因何缘故成为如此:乃是因为拥有能够接纳火的孔隙,且在呈直线方向的孔隙中含有比火更弱的湿气,即能够被燃烧的湿气。
- 4.13λέγει δὲ καὶ τοῦ τὴν μὲν γῆν καὶ τέγγεσθαι καὶ τήκεσθαι ὑπὸ τοῦ ὕδατος, τὸ δὲ νίτρον τήκεσθαι μέν, τέγγεσθαι δὲ μὴ αἰτίαν
句子的核心骨架为 λέγει δὲ καὶ τοῦ (...) αἰτίαν,其中中性单数属格定冠词 τοῦ 引导修饰名词 αἰτίαν 的属格短语(“……的原因”)。在其间插入了由带不定式的宾格从句构成的大段对比(τὴν μὲν γῆν ... τέγγεσθαι ... τὸ δὲ νίτρον τήκεσθαι μέν, τέγγεσθαι δὲ μή),表述土既浸润又熔解而天然碱仅熔解不浸润,形成了倒置错位(hyperbaton)结构。
- 4.13ἂν ἑλκτὸν ἢ ὑγρὸν ὂν μαλακὸν ᾖ
在条件从句 ἂν ... ᾖ 的谓语部分中,ἑλκτόν 与 μαλακόν 由连词 ἤ 并列连接,分词 ὂν 与 ὑγρόν 一同构成附带情况分词短语修饰 μαλακὸν ᾖ,意为“若是可牵引的,或者在呈湿润状态时是柔软的”。
