- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:214.1-215.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德提出用以区分同质部分物体的十八组被动性质对立的背景下,亚历山大阐释了基于热与湿的凝固和熔解机制,以及可软化、延展和可浸润等性质的成立条件。
Μέλλων δὲ λέγειν περὶ τῶν παθῶν, καθ’ ἃ εἰδοποιεῖται τὰ σύνθετα τῶν ὁμοιομερῶν σωμάτων καὶ τῶν κατὰ ταῦτα εἰδοποιουμένων, πρῶτον ἐκτίθεται, τίνα ἐστὶ καὶ πόσα ταῦτα κατ’ ἀριθμὸν τὰ εἰδοποιούμενα δυνάμει ἢ ἀδυναμίᾳ τοῦ πάσχειν τι τούτων, καθ’ ἃ πάθη αἱ τῶν συνθέτων τε καὶ ὁμοιομερῶν σωμάτων εἰσὶ πρὸς ἄλληλα διαφοραί. ἐκθέμενος δὲ ὀκτωκαίδεκα ἀντιθέσεις, αἷς τὰ πλεῖστα τῶν σωμάτων διαφέρειν φησὶν ἀλλήλων, ἑξῆς περὶ ἑκάστου τῶν ἐν ταῖς ἐκκειμέναις ἀντιθέσεσι λέγει τί ἐστι, καὶ τίνα δύναμιν ἔχει. καὶ ἐπεὶ πρῶται ἦσαν τῶν ἀντιθέσεων πηκτὸν ἄπηκτον, τηκτὸν ἄτηκτον, φθάνει δὲ περὶ αὐτῶν ἤδη πεποιῆσθαι λόγον, εἰρῆσθαι μέν φησιν ἤδη περὶ αὐτῶν καθόλου τε καὶ κοινῶς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἐπαναλαβὼν ἐρεῖν φησι περὶ αὐτῶν. καὶ λέγει· τῶν γὰρ πηγνυμένων σωμάτων τὰ μὲν ὑπὸ θερμοῦ πήγνυται, τὰ δὲ ὑπὸ ψυχροῦ, ὡς προείρηται, τὰ μὲν ὑπὸ τοῦ θερμοῦ τῷ ξηραίνεσθαι ὑπ’ αὐτοῦ τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ ἐξατμίζεσθαι· οὕτως τὸ νίτρον καὶ οἱ ἅλες πήγνυνται· ὑπὸ δὲ τοῦ ψυχροῦ τῷ ἐκθλίβεσθαι τὸ ἐν τοῖς πηγνυμένοις θερμόν· οὕτως ἐκ τοῦ ὕδατος ὁ κρύσταλλος πηγνυμένου γίνεται τῷ τὸ θερμὸν τὸ ἐν αὐτῷ ἐπικρατούμενον ὑπὸ τοῦ ψυχροῦ ἐκκρίνεσθαι. ὥστε τῶν πηγνυμένων τὰ μὲν ὑγροῦ ἀπουσίᾳ, τὰ δὲ θερμοῦ πήγνυται. οὗ δὲ τῇ ἀπουσίᾳ πήγνυται, τῇ τούτου παρουσίᾳ λύεται. διὸ ἅλες μὲν καὶ νίτρον ὑπὸ ὑγροῦ λύονται· ὅσα γὰρ τῇ τοῦ ὑγροῦ ἀπουσίᾳ πήγνυται, ταῦτα λύει καὶ τήκει τὸ ὑγρόν, ἂν μὴ οὕτως πηγνύμενα συνέλθῃ τε καὶ πυκνωθῇ, ὡς μὴ δέχεσθαι διὰ τῶν πόρων ὕδωρ, τῷ στενωτέρους εἶναι αὐτοὺς τῶν τοῦ ὕδατος ὄγκων. διὰ τοῦτο γάρ, ὡς εἶπε πρὸ ὀλίγου, οὐδὲ ὁ κέραμος ὑπὸ τοῦ ὑγροῦ τήκεται. ἔδει μὲν γὰρ αὐτὸν ὑπὸ ὕδατος λύεσθαι· πήγνυται γὰρ ὑπὸ πυρός· οὐ λύεται δὲ ὑπ’ αὐτοῦ διὰ τὴν πυκνότητα· κατ’ ὀλίγον γὰρ ξηραινόμενος ὑπὸ τοῦ θερμοῦ τὴν ἔκκρισιν τοῦ ὕδατος εἰς ἀέρα μεταβάλλοντος1 ποιεῖται· δι’ ὧν δὴ ὁ ἀὴρ πόρων ἐξελήλυθε λεπτότερος ὤν, διὰ τούτων οὐχ οἷόν τε τὸ ὕδωρ διελθεῖν. ὅσα δὲ μὴ οὕτως ὑπὸ τοῦ θερμοῦ πέπηγεν ὡς ὁ κέραμος, πάντα ὑπὸ τοῦ ὑγροῦ λύεται, ὡς νίτρον, ἅλες, γῆ ἡ ἐκ πηλοῦ· οὐ γὰρ ἡ ἐκ τοῦ κεράμου. κρύσταλλος δὲ καὶ ὅσα ἄλλα θερμοῦ στερήσει πήγνυται, ὡς τὰ μεταλλευόμενα, ὑπὸ θερμοῦ τήκεταί τε καὶ λύεται. τίνα μὲν οὖν πηκτὰ τῶν σωμάτων ἐστὶ καὶ λυτά, εἴρηται, ἀλλὰ καὶ τὰ πηκτὰ μὲν ἄτηκτα δέ·2 ὁ γὰρ κέραμος καὶ λίθοι τινὲς τοιοῦτοι. Τίνα δὲ ἄπηκτα, ἐφεξῆς λέγει. φησὶ δὴ ἄπηκτα εἶναι ὅσα μὴ ἔχει ἐν αὐτοῖς ὑγρότητα ὑδατώδη μηδὲ ὕδατός ἐστιν, ἀλλὰ τὸ πλεῖον ἐν αὐτοῖς γῆς ἔχει καὶ θερμοῦ, ὁποῖόν ἐστι τό τε μέλι καὶ ὁ γλυκύς. ταῦτα γὰρ πολὺ τὸ θερμὸν ἐν αὑτοῖς ἔχει καὶ ἔστιν ὥσπερ ζέοντα· διὸ παχύνεται μὲν ὑπὸ τοῦ θερμοῦ, οὐ μὴν καὶ πήγνυται. ἄπηκτά φησιν εἶναι καὶ τὰ ἔχοντα μὲν ὕδατος, τὸ δὲ πλεῖον ἀέρος· διὰ τοῦτο γὰρ οὔτε τὸ ἔλαιον πήγνυται οὔτε ὁ χυτὸς ἄργυρος· λέγοι δ’ ἂν τὸν ὑδράργυρον. ἀλλ’ οὐδὲ τὰ γλίσχρα πήγνυται· διὸ οὔτε πίσσα οὔτε ἰξός. ἑξῆς δὲ τίνα ἐστὶ μαλακτὰ τῶν πεπηγότων λέγει· φησὶ δὴ ταῦτα εἶναι μαλακτά, ὅσα πέπηγεν οὐκ ὄντα ἐξ ὕδατος, ἀλλὰ γῆς μᾶλλον. ὁ μὲν γὰρ κρύσταλλος, ἐξ ὕδατος ὢν καὶ πεπηγώς, οὐκ ἔστι μαλακτός· ὅσα δὲ γῆς μᾶλλόν ἐστι καὶ οὕτως πέπηγεν, ὡς μήτε ἐξικμάσθαι πᾶν τὸ ὑγρὸν ἐξ αὐτῶν, ὥσπερ ἐπὶ τοῦ νίτρου καὶ τῶν ἁλῶν (τούτων γὰρ πᾶν τὸ ὑγρὸν ἐξίκμασται), μηδὲ ἀνωμάλως ἔχειν, ὥσπερ ὁ κέραμος (λέγοι δ’ ἂν τὸν κέραμον ἀνωμάλως ἔχειν ἤτοι ὑγρότητι, ὡς ἔχοντος μέν τινα αὐτοῦ ὑγρότητα, ἀνώμαλον δέ, ἢ ἀνωμάλους τοὺς πόρους ἔχειν τὸν κέραμον λέγει, ὅτι μὴ ἐπ’ εὐθείας), ὅσα δὴ γῆς πλέον ἔχοντα πέπηγεν οὕτως, ὡς μὴ τέλεον ἐξ αὐτῶν τὸ ὑγρὸν ἐξικμάσθαι, μηδὲ ἀνωμάλως ἔχειν τοὺς πόρους κειμένους, ἀλλ’ ἔστιν ἑλκτά, ὡς ἑλκόμενα ἐπίδοσιν ἔχειν ἄνευ τοῦ βραχῆναι, οἷά ἐστι νεῦρον, ἱμάς, ταῦτα μαλακτά. ἀλλὰ καὶ ὅσα τῶν πεπηγότων ἐλατά ἐστιν οὐκ ὄντα ὕδατος, καὶ ταῦτα μαλακτά ἐστι, μαλακτὰ δὲ πυρί, ὡς σίδηρος (θερμανθεὶς γὰρ μαλάσσεται), ἀλλὰ καὶ κέρας. ἀλλὰ καὶ ξύλα τινὰ θερμαινόμενα πέφυκε κάμπτεσθαί τε καὶ μαλάσσεσθαι. ἐπιζητήσειε δ’ ἄν τις, εἰ ἔστι τινὰ τῶν ἐξ ὕδατος πεπηγότων ἐλατά. λέγει δὲ καὶ τῶν τηκτῶν τε καὶ λυτῶν καὶ τῶν ἀτήκτων τὰ μὲν τεγκτὰ εἶναι, τὰ δὲ ἄτεγκτα, τεγκτὰ μὲν ὅσα δέχεται ἐν αὑτοῖς ὕδωρ βραχέντα, ὡς ὑγρότερα γίνεσθαι καὶ μαλακώτερα, ἄτεγκτα δὲ τὰ μὴ τοιαῦτα.
在准备论述复合的同质部分物体赖以被赋予形式特征的那些被动性质,以及按照这些性质被赋予形式特征的事物时,他首先阐明,根据承受这些被动性质(复合且同质部分的物体彼此之间的差异正是按照这些性质产生的)中某一种的能力或无能力而被赋予形式特征的这些事物,究竟是哪些,以及按数目而言有多少。在列举了他说大多数物体赖以相互区别的十八组对立之后,他接着就所列对立中的每一个论述它是什么,以及它具有何种能力。而且,既然各组对立中的首要者是可凝固/不可凝固、可熔解/不可熔解,而他先前已经对它们作过探讨,他便说,尽管关于它们已经在普遍且共同的层面上谈过,然而他现在将重新提起,谈论它们。于是他说:在发生凝固的物体中,如先前所说,有些在热的作用下凝固,有些在冷的作用下凝固;在热的作用下凝固的那些,是因为其内部的湿气被热干燥并蒸发(天然碱和各种盐类就是这样凝固的);而在冷的作用下凝固的那些,是因为凝固之物内部的热被挤压出去(冰就是这样由水在凝固时产生的,乃是因其内部的热被冷所压制而析出分离)。因此,在凝固之物中,有些是因湿气的缺乏而凝固,有些则是因热的缺乏而凝固。而由于何者的缺乏而凝固,便因该者的存在而消解。所以,各种盐类和天然碱由湿气消解;因为凡是因湿气的缺乏而凝固的,湿气都使之消解并熔解,除非它们在凝固时收缩并致密到如此程度,以至于孔隙因比水的分量团块更狭窄而无法通过孔隙接纳水。因为正如他在不久前所说,正是由于这个原因,陶器也不会被湿气熔解。因为它本应当被水消解(因为它是被火凝固的);但它由于致密性而没有被水消解;因为它在被热逐渐干燥时,将转化为空气的水分析出;空气既然更精细,它由此逸出的孔隙,水就绝不可能通过。至于凡是没有像陶器那样在热的作用下凝固的事物,全都由湿气消解,如天然碱、各种盐类、由黏土制成的泥土(因为由陶器制成的泥土则不会)。而冰以及所有其他因热的匮乏而凝固的事物,如开采出的金属,则由热熔解并消解。那么,物体中哪些是可凝固且可消解的,已经谈过了,而且那些可凝固却不可熔解的也谈过了(陶器和某些石头就是这一类的)。接下来他说明哪些是不可凝固的。于是他说,凡是其内部不含水样湿气也不属于水,而其内部含有较多土与热的,都是不可凝固的,蜂蜜和甜葡萄酒就是这类事物。因为这些事物在其自身内部含有大量的热,仿佛处于沸腾状态;因此它们虽被热增稠,却绝不会凝固。他说,那些虽含有水但含有较多空气的事物也是不可凝固的;因为由于这个原因,油和“流动的银”都不凝固(他所指的大概是水银)。而且粘稠之物也不凝固;所以沥青和捕鸟胶都不凝固。接着他说明在已凝固之物中哪些是可软化的;于是他说,那些凝固起来不是出于水而是更多出于土的事物是可软化的。因为冰虽出于水且已凝固,却不是可软化的;而那些更多出于土并且这样凝固的事物——既不像天然碱和各种盐类那样其中的水分全部被蒸发殆尽(因为这些事物的全部水分已被蒸发),也不像陶器那样处于不均匀状态(他说陶器处于不均匀状态,要么是指在湿气方面,即它虽含有某种湿气,却是很不均匀的;要么是指陶器具有不均匀的孔隙,因为孔隙不在直线上)——凡是含有较多的土,并且以水分未从其中完全蒸发殆尽、孔隙也不处于不均匀排列的状态的方式凝固,而是具有延展性,以至于在被拉伸时无须浸润即可伸长的事物,诸如肌腱、皮带,这些都是可软化的。此外,在已凝固之物中凡是具有展性而不是出于水的,这些也是可软化的,并且是在火的作用下可软化,如铁(因为受热时变软),而且角也是如此。此外,某些木材在受热时也天生能弯曲并软化。不过有人可能会探究,在由水凝固而成的事物中是否存在某些具有展性的东西。他还说,在可熔解且可消解之物以及不可熔解之物中,有些是可浸润的,有些是不可浸润的;可浸润的,乃是那些被浸湿时在其自身内部接纳水,从而变得更湿润、更柔软的事物,而不可浸润的则是非此类的事物。
- 4.13ὑπὸ τοῦ θερμοῦ τὴν ἔκκρισιν τοῦ ὕδατος εἰς ἀέρα μεταβάλλοντος
现在分词 μεταβάλλοντος(属格单数中性,不及物用法)与 τοῦ ὕδατος 一致,说明陶器(ὁ κέραμος)在被热干燥时,将转化为空气的水分分离排出(τὴν ἔκκρισιν ... ποιεῖται)。
- 4.13ὡς ἔχοντος μέν τινα αὐτοῦ ὑγρότητα, ἀνώμαλον δέ
由 ὡς 引导的属格独立结构(ἔχοντος ... αὐτοῦ)。代词 αὐτοῦ 指代前文的主语陶器(ὁ κέραμος),在此表达注解者提出的解释理由,即陶器虽然含有某种湿气,却是分布不均匀的。
