- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:212.24-213.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
承接亚里士多德对凝固与熔解的总结,亚历山大论述了动植物的同质部分与开采金属均由土、水及双重蒸发物构成,并说明它们如何通过主动的感觉性质及各种被动受纳能力而得以区分。
" Τί μὲν οὖν ἐστι πῆξις καὶ τῆξις, καὶ διὰ πόσα καὶ ἐν πόσοις ἐστίν, εἴρηται." Ὑπομιμνήσκει πάλιν ἡμᾶς τῶν εἰρημένων. ὁρισμὸν μὲν οὖν οὔτε πήξεως οὔτε τήξεως ἀποδέδωκεν, ἐκ μέντοι τῶν εἰρημένων ὑπ’ αὐτοῦ ἔστιν ὁρίσασθαι ἑκάτερον αὐτῶν· πῆξις μὲν γὰρ εἴη ἂν σύστασις ὕδατος ἢ γῆς καὶ ὕδατος γινομένη ὑπὸ ψυχροῦ ἢ ὑπὸ θερμοῦ ξηροῦ, τῆξις δὲ λύσις τοῦ πεπηγότος γινομένη ὑπὸ τοῦ τῷ πήξαντι ἐναντίου. διὰ πόσα δὲ καὶ ἐν πόσοις ἐστίν· εἴρηται γὰρ ὅτι1 διὰ τὸ ψυχρὸν ἢ διὰ τὸ θερμὸν καὶ ξηρὸν ἡ πῆξίς τε καὶ ἡ τῆξις γίνεται, καὶ ὅτι ἐστὶν ἐν ὕδατι ἢ ἐν τῷ μικτῷ ἐξ ὕδατός τε καὶ γῆς· ἐν γὰρ τούτοις ἡ πῆξις. εἶναι δέ φησιν ἐκ τῶν εἰρημένων φανερὸν ὅτι ἡ σύστασις τοῖς σώμασι γίνεται ὑπὸ θερμοῦ τε καὶ ψυχροῦ· ταῦτα γάρ, ὡς προείρηται, ἢ ξηραίνοντα ἢ παχύνοντα καὶ πηγνύντα ἐργάζεται τὴν σύστασιν τὴν τῶν σωμάτων. διὰ δὲ τὸ ταῦτα εἶναι2 τὰ ποιητικὰ τῆς συστάσεως αὐτῶν ἐν πᾶσι τοῖς μικτοῖς τε καὶ σύστασιν ἔχουσι σώμασι, τουτέστιν ὡρισμένοις, θερμότης ἐστί, τισὶ δὲ καὶ ψυχρότης, καθ’ ὅσον ἐκλείπει τὸ ἐν αὐτοῖς θερμόν. δοκεῖ γὰρ ἡ ψυχρότης κατὰ ἔνδειαν τοῦ θερμοῦ γίνεσθαι ἐν τοῖς σώμασι, φθορᾶς οὖσα ποιητική. ἐπεὶ τοίνυν ἐν τοῖς ὡρισμένοις σώμασι τὸ μὲν θερμὸν καὶ τὸ ψυχρὸν ἐνυπάρχει διὰ τὸ ταῦτα εἶναι τὰ ποιητικὰ ἐν αὐτοῖς, ὑγρὸν δ’ αὖ καὶ ξηρὸν διὰ τὸ ταῦτα εἶναι τὰ πάσχοντα, τὰ μικτὰ σώματα καὶ ὡρισμένα μετέχοι ἄν πάντων. ἐκ μὲν οὖν ὕδατος καὶ γῆς τὰ ὁμοιομερῆ φησι συνίστασθαι σώματα καὶ ἐν ζῴοις καὶ ἐν φυτοῖς (ἔστι δὲ τὰ τοιαῦτα ὀστοῦν, νεῦρον, σάρξ, ξύλον, φλοιός), οὐχ ὡς ἐκ μόνων δὲ τούτων συνεστώτων τῶν ὁμοιομερῶν, ἀλλ’ ὡς τὸ πλεῖστον ἐκ τούτων ἐχόντων.3 λέγει δὲ καὶ τὰ μεταλλευόμενα ἐκ τούτων συνεστάναι· ἔστι δὲ ταῦτα χρυσός, ἄργυρος, χαλκός, σίδηρος, μόλιβδος, κασσίτερος καὶ εἴ τινα τοιαῦτα· τούτοις γὰρ ἡ σύστασις ἐξ ὕδατός τε καὶ γῆς γίνεται ἅμα καὶ ἐκ τῆς ἀναθυμιάσεως τῆς ἑκατέρου, λέγων ἑκατέρου ἀναθυμίασιν τήν τε ἀπὸ τοῦ ὕδατος, ἥτις ἐστὶν ἡ ἀτμιδώδης, καὶ τὴν ἀπὸ τῆς γῆς, ἥτις ἐστὶν ἡ ξηρά τε καὶ καπνώδης. ἐκ γὰρ τῆς διπλῆς ταύτης ἀναθυμιάσεως, οὔσης ἀπὸ ἑκατέρου ἐκείνων, ἐγκατακλειομένης ἐν τῇ γῇ καὶ πηγνυμένης γίνεται τά τε μεταλλευτὰ καὶ τὰ ὀρυκτά, τὰ μὲν ὀρυκτὰ ἐκ τῆς τὸ ξηρὸν πλέον ἐχούσης ἀναθυμιάσεως, τὰ δὲ μεταλλευτὰ ἐκ τῆς τὸ ὑγρόν. εἴρηκε δὲ περὶ τούτων ἐπὶ τέλει τοῦ τρίτου τῶν Μετεωρολογικῶν. Ταῦτα δέ φησι τὰ συνιστάμενα ἐκ τῶν προειρημένων τοῖς τε ἰδίοις τῶν αἰσθήσεων διαφέρειν ἀλλήλων, ἅπερ ἐστὶ ποιητικά, καὶ τῷ παθητικά τινων εἶναι. οἷς τε γὰρ διατίθησι τὰς αἰσθήσεις, διαφορὰ ἐν αὐτοῖς ἐστι (ἔστι δὲ ταῦτα χρώματα, χυμοί, εὐωδίαι, δυσωδίαι, ψόφων διαφοραί· τὰ μὲν γὰρ αὐτῶν ψοφητικά, τὰ δ’ ἧττον· ἔτι τε αἱ ἁπταὶ ἐναντιώσεις), τούτοις τε οὖν διαφέρει ἀλλήλων οὖσι ποιητικοῖς καὶ ἔτι ἄλλοις, φησίν, οἰκείοις πάθεσι· κατὰ γὰρ ταῦτα μᾶλλον εἰδοποιεῖται. ταῦτα δ’ ἐστίν, ἀφ’ ὧν λέγεται διὰ τὸ πάσχειν αὐτὸ δύνασθαι·4 λέγεται γὰρ τὰ μὲν πηκτά, ἃ τοῦτο τὸ πάθος οἷά τε πάσχειν ἐστί, τὰ δὲ τηκτὰ πάλιν, ἃ τοῦτο, ὁμοίως καὶ καμπτόν, καὶ τὰ τοιαῦτα. τὰ γὰρ σώματα τὰ προειρημένα, τουτέστι τὰ ὁμοιομερῆ, κατὰ ταῦτα τὰ πάθη διαφέρει ἀλλήλων μάλιστα· παθητικὰ γάρ, ὥσπερ καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν. ὡς γὰρ αὗται αἱ δυνάμεις παθητικαί, οὕτως καὶ τὰ ἐκ τούτων συνεστῶτα σώματα, ἅπερ ἐστὶ τὰ ὁμοιομερῆ· ταῦτα γὰρ συνέστηκεν ἐξ ὕδατός τε καὶ γῆς, ὧν τὸ μὲν ὕδωρ ὑγρόν, ἡ δὲ γῆ ξηρόν, καὶ ἔστι φυσικὰ ταῦτα τὰ σώματα καὶ πρῶτα τῶν συνθέτων· ἐκ γὰρ τῆς τῶν ὁμοιομερῶν συνθέσεως τὰ ἀνομοιομερῆ.
“那么,凝固与熔解是什么,以及通过多少原因并在多少事物中存在,已经谈过了。” 他再次提醒我们先前谈过的事项。那么,他既没有给出凝固的定义,也没有给出熔解的定义,然而根据他所说过的话,完全可以对它们各自下定义:凝固乃是水,或土与水在冷的作用下或在干燥的热的作用下发生的凝聚;熔解则是已凝固之物在与凝固它的力量相反的力量作用下发生的消解。至于“通过多少原因并在多少事物中存在”:因为已经说过,凝固与熔解是通过冷或者通过热而干燥的因素发生的,并且它们存在于水中或者存在于由水与土混合而成的混合物中;因为凝固存在于这些事物中。他说,从谈过的事项中显而易见的是,物体的凝聚是通过热与冷产生的;因为正如先前所说,这些因素通过干燥或者增稠并凝固,造成了物体的凝聚。而且由于这些因素是其凝聚的主动动因,在所有混合的且具有凝聚的物体中,亦即在有确定界限的物体中,热都存在,在某些物体中,根据其内部的热亏缺的程度,冷也存在。因为冷在物体中似乎是因热的缺乏而产生的,它是毁灭的动因。因此,既然在有确定界限的物体中,热与冷以内在于其中的方式存在,乃是因为它们是其中的主动因素,而湿与干内在其中,乃是因为它们是被动因素,那么混合且有确定界限的物体就会分有全部四者。他说,无论在动物还是在植物中,由同质部分构成的物体(诸如骨、腱、肉、木、树皮)都是由水和土凝聚而成的,这并非意味着同质部分仅仅由这些构成,而是意味着它们的大部分取自这些成分。他还说,开采出的金属也是由这些成分凝聚而成的;这些是金、银、铜、铁、铅、锡以及诸如此类的东西;因为对它们而言,凝聚是由水和土并同时由两者的蒸发物发生的,他所说的两者的蒸发物,既指来自水的水汽状蒸发物,也指来自土的干燥而烟雾状的蒸发物。因为由产生自那两者、被封闭在大地之中并凝固的双重蒸发物中,开采金属和开采矿物都得以产生,矿物产生于含干燥较多的蒸发物,而开采金属产生于含湿润较多的蒸发物。关于这些,他在《气象论》第三卷末尾已经谈过。他说,由前述成分凝聚而成的这些物体,既因感觉所固有的对象(这些是主动的)而相互区别,也因对某些事物是被动的而相互区别。因为无论在它们以此影响感觉的事物上存在着差异(这些是颜色、滋味、香气、恶臭、声音的差异——因为它们中有些易发声,有些较不易发声——此外还有触觉上的对立属性),它们因这些主动的事物而相互区别,而且他说,还因其他特有的被动性质而相互区别;因为物体更多是依据这些而被赋予形式特征的。而这些正是物体因具有能够承受某种性质的能力而得以被命名的根据;因为有些因能够承受这种被动状态而被称为可凝固的,另一些又因能承受那一种而被称作可熔解的,同样还有可弯曲的,以及诸如此类的属性。因为前述物体,即同质部分,主要是按照这些被动性质而相互区别的;因为它们是被动的,正如干燥与湿润一样。因为正如这些能力是被动的一样,由它们凝聚而成的物体,即同质部分,也是被动的;因为它们是由水和土凝聚而成的,其中水是湿的,土是干的,这些物体是自然的,并且在复合事物中居于首位;因为由同质部分的复合,产生了非同质部分。
- 4.13διὰ πόσα δὲ καὶ ἐν πόσοις ἐστίν· εἴρηται γὰρ ὅτι
διὰ πόσα δὲ καὶ ἐν πόσοις ἐστίν 是对前面引文中短语的提题性复述,作为独立的主题句置于句首。随后的 εἴρηται γὰρ ὅτι... 则通过说明原因的 γάρ 来补充解释亚里士多德在何处阐明了这些要点。
- 4.13τοῖς τε ἰδίοις τῶν αἰσθήσεων διαφέρειν ἀλλήλων, ἅπερ ἐστὶ ποιητικά, καὶ τῷ παθητικά τινων εἶναι
依赖于 διαφέρειν ἀλλήλων(“相互区别”)的两个并列标准。其一是与格名词短语 τοῖς ἰδίοις τῶν αἰσθήσεων(“因感觉固有的对象”,由关系分句 ἅπερ ἐστὶ ποιητικά 修饰),其二是带冠词的不定式与格短语 τῷ παθητικά τινων εἶναι(“因对某些事物是被动的”)。
- 4.13οὐχ ὡς ἐκ μόνων δὲ τούτων συνεστώτων τῶν ὁμοιομερῶν, ἀλλ’ ὡς τὸ πλεῖστον ἐκ τούτων ἐχόντων
由 οὐχ ὡς ... ἀλλ' ὡς 引导的对比结构。前半句 συνεστώτων τῶν ὁμοιομερῶν 是带有明确名词主语的属格绝对结构,后半句 ἐχόντων 则省略了相同的主语(τῶν ὁμοιομερῶν)。ὡς 表示说话者解释或限定该论断的视角(“不是理解为……,而是理解为……”)。
- 4.13ταῦτα δ’ ἐστίν, ἀφ’ ὧν λέγεται διὰ τὸ πάσχειν αὐτὸ δύνασθαι
ἀφ’ ὧν 是内含先行词的关系代词短语,意为“根据它们而被称呼的事物”。λέγεται 为被动语态(“被称作/被述说”),在原因短语 διὰ τὸ ... δύνασθαι 中,πάσχειν 作 δύνασθαι 的补足不定式,整体表示“因其自身具有承受某种受动状态的能力而得名”。
