← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§211.7-212.23

血液与乳汁的凝固及物体的溶解与软化原因

亚历山大解释了血液与乳汁的组成成分(如纤维与奶酪)及其凝固机制,随后通过铁、木材与陶器等具体事例,探讨了凝固体被热、冷或水溶解与软化的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12#6

Εἰπὼν δὲ πρὸ ὀλίγου τὰ πολλὰ καὶ ἐν τῷ γάλακτι καὶ ἐν τῷ αἵματι γῆς πλεῖον ἢ ὕδατος ἔχειν, λέγει νῦν περὶ τοῦ γάλακτος ὅτι τὸ μὴ ἔχον τυρὸν ἢ ὀλίγον ὕδατος μᾶλλόν ἐστι καὶ ἄτροφον. δείκνυσι δὲ καὶ τὸ αἷμα γῆς πλέον ἔχον διὰ τοῦ πήγνυσθαι αὐτὸ τῷ ξηραίνεσθαι ψυχόμενον· οὐ γὰρ ὁμοίως τῷ ὕδατι πήγνυται ὑπὸ τοῦ ψυχροῦ, ἀλλὰ τῷ ξηραίνεσθαι, ὃ γίνεται τῆς θερμότητος τῆς ἐν αὐτῷ ὑπὸ τοῦ ψυχροῦ χωριζομένης καὶ ὑποχωρούσης καὶ συνεξαγούσης καὶ τὴν ὑγρότητα τὴν ἐν τῷ αἵματι. τὸ δὲ μὴ πηγνύμενον μηδὲ ξηραινόμενον αἷμα, ὁποῖόν ἐστι καὶ τὸ τῆς ἐλάφου, ὕδατός φησι μᾶλλον εἶναι καὶ ψυχρόν. τοῦ δὲ ὕδατος μᾶλλον εἶναι τὸ τοιοῦτον αἷμα σημεῖον ἐποιήσατο τὸ μηδὲ ἶνας ἔχειν αὐτό· αὗται γὰρ γῆς τε καὶ στερεαί. καὶ ἐκ τοῦ ἔχοντος γοῦν αἵματος ἶνας καὶ πηγνυμένου ἂν αἱ ἶνες ἐξαιρεθῶσιν, οὐκέτι πήγνυται οὐδὲ ξηραίνεται τὸ καταλειπόμενον· ὕδωρ γὰρ λοιπόν, ὡς καὶ τὸ γάλακτος ὅταν ὁ τυρὸς χωρισθῇ· ὁ γὰρ ὀρρὸς ὕδωρ. σημεῖον δὲ τοῦ ὑδαρὲς εἶναι τὸ μὴ πηγνύμενόν τε καὶ συνιστάμενον αἷμα τὸ μηδὲ τὰ νοσώδη πήγνυσθαι, τῷ ἰχῶρι ἐοικέναι καὶ διεφθαρμένῳ καὶ διερρυηκότι αἵματι. εἰπὼν δὲ τὰ νοσώδη αἵματα ἰχωροειδῆ ὄντα μὴ πήγνυσθαι τὸν δὲ ἰχῶρά φησιν εἶναι φλέγμα τι καὶ ὕδωρ.1 τοιοῦτον δὲ γίνεται τὸ αἷμα διὰ τὸ μὴ πεπέφθαι μηδὲ κεκρατῆσθαι ὑπὸ τῆς φύσεως τῆς πεσσούσης. Ἐπὶ τούτοις ἀποδίδωσι τὴν αἰτίαν τοῦ τῶν πεπηγότων τὰ μὲν λυτὰ εἶναι, ὡς τὸ νίτρον καὶ τοὺς ἅλας, τὰ δὲ ἄλυτα, ὡς τὸν κέραμον, καὶ τῶν ἀλύτων τὰ μὲν μαλακτὰ εἶναι, ὡς τὸ κέρας, τὰ δὲ ἀμάλακτα, ὡς τόν τε κέραμον καὶ τὸν λίθον. καὶ λέγει ὅτι ἐπεὶ ἕκαστον τῶν λυομένων ὑπὸ τοῦ ἐναντίου τῷ πήξαντι λύεται (ὅσα μὲν γὰρ τὸ ψυχρὸν πήγνυσι, ταῦτα λύει τὸ θερμόν, ὅσα δὲ τὸ θερμόν, ταῦτα ὑπὸ ψυχροῦ λύεται), ὧν τῆς πήξεως αἴτια ἀμφότερα, καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ταῦτα εὐλόγως μάλιστα ἄλυτα, οὐκ ἔχοντα ἐναντίαν δύναμιν τὴν λύουσαν αὐτὰ τῇ πεπηγυίᾳ.2 ὑπ’ ἀμφοτέρων δὲ πήγνυται ὅσα προθερμανθέντα τῷ ψυχρῷ πήγνυται· συμβαίνει γὰρ ἐπὶ τούτων, ὅταν τὸ θερμὸν ἐξικμάσῃ τὸ ὑγρὸν ἐξ αὐτῶν ἐξιόν, ψυχόμενον συνθλίβεσθαι πάλιν καὶ πυκνοῦσθαι οὕτως, ὡς μηδὲ ὑγρῷ τινι ἔτι δίοδον διδόναι· διὸ οὔτε ὑπὸ θερμοῦ ταῦτα λύεται (τὰ γὰρ ὑπὸ ψυχροῦ πηγνύμενα μόνου λύει τὸ θερμόν) οὔτε ὑπὸ ὕδατος· τὰ γὰρ ὑπὸ ψυχροῦ πηγνύμενα οὐ λύεται ὑπὸ ὕδατος. ὑπὸ γὰρ ὕδατος λύεται ταῦτα, ὡς προείρηται, ὅσα ὑπὸ ξηροῦ θερμοῦ μόνου πήγνυται. ὁ δέ γε σίδηρος πρῶτον ὑπὸ τοῦ θερμοῦ τακεὶς ὑπὸ τοῦ ψυχροῦ πήγνυται, ὥστε πρὸς τὴν πῆξιν ἀμφοτέρων αὐτῷ δεῖ· διὸ οὐκ ἔστι λυτός, ἂν μὴ ὑπὸ ὑπερβάλλοντος θερμοῦ, ὡς ἤδη προεῖπεν. ἢ λέγει τὸν σίδηρον μὴ ὑπὸ θερμοῦ πεπηγέναι· ὑγρότερος γὰρ ὑπὸ τοῦ πυρὸς τηκόμενος γίνεται· πήγνυται δὲ ὑπὸ τοῦ ψυχροῦ· ὥστε εἰ ὑπὸ ψυχροῦ μόνου πήγνυται, εἰκότως ὑπὸ θερμοῦ λύεται. λέγει δὲ καὶ περὶ τῶν ξύλων ὅτι ἔστι μικτὰ ἐκ γῆς καὶ ἀέρος· διὸ καυστά, φησίν, ἐστίν, οὐ τηκτὰ οὐδὲ μαλακτά· τὰ γὰρ ὕδατος ἔχοντα τοιαῦτα. διὰ τοῦτο δὲ καὶ ἐπιπλεῖν αὐτὰ τῷ ὕδατί φησι, πλὴν τῆς ἐβένου τῆς μελαίνης· ταύτην γὰρ πλεῖστον γῆς ἔχειν τῷ τὸν ἀέρα διαπεπνευκέναι ἐξ αὐτῆς, τῶν ἄλλων ξύλων πλεῖον ἀέρος ἢ γῆς ἐχόντων. τὸν δὲ κέραμον γῆς μόνης ἔχειν λέγει, τουτέστιν ἄτηκτον εἶναι· ἡ γὰρ γῆ ἢ μηδ’ ὅλως ἔχουσα ὑγρὸν ἐν αὑτῇ ἢ ὀλίγον ἄτηκτος· τοιοῦτος δὲ ὁ κέραμος διὰ τὸ ξηραινόμενος ὑπὸ τοῦ πυρὸς κατ’ ὀλίγον οὕτως παγῆναι. τῷ γὰρ κατ’ ὀλίγον καὶ μὴ ἀθρόαν τὴν πῆξιν αὐτοῦ γενέσθαι ἐξατμιζόμενον τὸ ὕδωρ καὶ ὥσπερ εἰς ἀέρα μεταβάλλον χωρίζεται αὐτοῦ. διὸ οὔτε ὕδωρ εἰς αὑτὸν παραδέχεται, ὡς ὑπ’ αὐτοῦ λύεσθαι, διὰ τὸ εἶναι πυκνότερος· δι’ ὧν γὰρ ἀὴρ ἐξεκρίθη, οὐκ ἔστι πάροδος ὕδατι·3 λεπτότερος γὰρ ὁ ἀὴρ τοῦ ὕδατος. καὶ διὰ τοῦτο μὲν οὐ λύεται ὑπὸ ὕδατος· ὑπὸ δὲ πυρὸς οὐ λύεται τῷ τὴν ἀρχὴν ὑπὸ τούτου πήγνυσθαι.

在不久前说了乳汁和血液中的大多数成分含土多于水之后,他现在就乳汁指出,不含奶酪或少含奶酪的乳汁更多属于水,且是没有营养的。他还通过血液在冷却时因被干燥而凝固这一事实,表明血液也含土较多;因为血液并不像水那样在冷的作用下凝固,而是通过被干燥而凝固,这是由于其中的热被冷分离并退去,把血液中的潮湿也一同带走而发生的。另一方面,既不凝固也不干燥的血液——如鹿的血液——他说更多属于水且是冷的。作为这类血液更多属于水的标志,他提出了它甚至不含纤维这一事实;因为这些纤维既属于土也是坚硬的。无论如何,即便从含有纤维且会凝固的血液中,如果将纤维除去,残留的部分就既不再凝固也不再干燥;因为剩下的乃是水,正如乳汁在奶酪被分离之后的情形一样;因为乳清乃是水。至于既不凝固也不凝聚的血液属于水质的标志,乃是病态的血液也不凝固,这是因为它类似于血清以及腐败、液化的血液。在说了病态的血液因呈血清状而不凝固之后,他说血清乃是某种粘液和水。血液之所以变成这样,乃是因为未曾被起消化作用的自然所消化和主宰。 在此之后,他说明了为何在已凝固的事物中,有些如天然碱和盐类那样是可溶解的,有些如陶器那样是不可溶解的,而在不可溶解的事物中,有些如角质那样是可软化的,有些如陶器和石块那样是不可软化的原因。他说,既然每一个被溶解之物都是被与凝固它的力量相反的力量所溶解(因为凡被冷凝固的,热将之溶解;凡被热凝固的,则被冷溶解),那么凡是以热和冷两者作为凝固原因的事物,理所当然最为不可溶解,因为它们并不具有与凝固它们的力量相反的、能溶解它们的力量。而凡是预先被加热、随后在冷的作用下凝固的事物,都是被这两者凝固的;因为在这些事物上所发生的是:当热在离去时从它们之中榨干潮湿后,被冷却的质料再次受挤压并变得如此致密,以至于不再给任何潮湿留下通路;因此这些事物既不被热溶解(因为热只溶解单单被冷凝固的事物),也不被水溶解;因为被冷凝固的事物是不被水溶解的。因为正如先前所说,唯有单单被干燥的热所凝固的事物才被水溶解。至少铁在首先被热熔解之后在冷的作用下凝固,以至于对于它的凝固而言需要这两者;因此,除非在过度的热的作用下,它是不可溶解的,正如他此前已经说过的那样。或者他的意思是铁并非被热所凝固;因为铁在被火熔解时变得更为流动,而在冷的作用下凝固;因此,如果它单单在冷的作用下凝固,那么理所当然被热溶解。他就木材还指出,它是由土和空气混合而成的;因此他说它是可燃的,而不是可熔解或可软化的;因为唯有含水的事物才具有这些性质。他说正是由于这个原因,除黑乌木外,木材都会浮在水面上;因为黑乌木含土最多,这是由于空气已从中散逸出去,而其他木材含空气多于土。他说陶器只含有土,也就是说它是不可熔解的;因为土在自身之中或者完全不含潮湿或者只含极少潮湿,因而是不可熔解的;而陶器属于这一类,是由于它在被火干燥的过程中逐渐这样凝固的。因为由于它的凝固是逐渐发生而非骤然发生的,蒸发的水仿佛转变为空气那样与它分离。因此它不会把水吸纳进自身之中以至于被水溶解,这是由于它更为致密;因为水无法通过空气被析出的那些通道;因为空气比水更为精微。并且由于这个原因,它不被水溶解;而它不被火溶解,乃是因为它最初就是被火凝固的。

语法注3 条
  1. 4.12εἰπὼν δὲ τὰ νοσώδη αἵματα ἰχωροειδῆ ὄντα μὴ πήγνυσθαι τὸν δὲ ἰχῶρά φησιν εἶναι φλέγμα τι καὶ ὕδωρ

    在分词从句 εἰπὼν δέ 之后,主句由 τὸν δὲ ἰχῶρά φησιν 引出,此处出现了主句中的 δέ(apodotic δέ,后件 δέ),体现出某种统语破格(anacoluthon)。

  2. 4.12οὐκ ἔχοντα ἐναντίαν δύναμιν τὴν λύουσαν αὐτὰ τῇ πεπηγυίᾳ

    与格分词 τῇ πεπηγυίᾳ 依存于形容词 ἐναντίαν(意为“与凝固[它们]的力量相反”,省略了 δυνάμει),而 τὴν λύουσαν αὐτά 则是修饰 δύναμιν 的定语性分词。

  3. 4.12δι’ ὧν γὰρ ἀὴρ ἐξεκρίθη, οὐκ ἔστι πάροδος ὕδατι

    关系代词 ὧν 的先行词(如 διὰ τούτων,“通过那些[通道]”)在主句中被省略,整句结构为:“因为通过空气被析出的那些通道,并没有供水通过的通路”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:211.7-212.23