- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:206.12-208.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《气象学》382b10及以下内容,阐明水与土的混合物如何因冷热作用而变稠、软化、凝固与溶解,并讨论了金属的锻造与精炼、耐火石及土的熔化,以及受干热凝固之物的溶解性与不溶性。
τῶν δὴ μικτῶν ἐξ ὕδατος καὶ γῆς τὰ μὲν μαλακά φησιν εἶναι, τὰ δὲ ὑγρά, μαλακὰ λέγων ἃ προελθὼν καὶ μαλακτὰ λέγει· (τοιοῦτόν ἐστιν ὁ πηλός), ὑγρὰ δὲ ὡς τὸ γάλα· τούτων δὴ τὰ μὲν μαλακὰ φησι μὴ παχύνεσθαι ὀπτώμενα, τὰ δὲ ὑγρὰ πρῶτον παχύνεσθαι. ὁ μὲν γὰρ ὀπτώμενος κέραμος οὐ παχύνεται πρῶτον ξηραινόμενος· ὅσα δ’ ὑγρά ἐστι καὶ μικτά, ταῦτα πρῶτον παχύνεται, ὡς τὸ γάλα χωριζομένου τοῦ ὀρροῦ. εὐλόγως δ’ εἶπεν ὅσα ὑγρὰ τῶν μικτῶν· τὸ γὰρ ὕδωρ ὑγρὸν μέν, ἀλλὰ τῷ μὴ εἶναι μικτὸν οὐ παχύνεται· εἶπε γὰρ πρὸ ὀλίγου ὕδωρ δὲ τῶν ὑγρῶν οὐ παχύνεται μόνον. πολλὰ δέ φησι τῶν μαλακῶν τῶν ὀπτωμένων πρὸς τῷ μὴ παχύνεσθαι καὶ ὑγραίνεσθαι πρῶτον,1 ὅσα ἢ παχύτερα ἢ σκληρότερα προυπῆρχεν ὄντα διὰ τὴν ἀπὸ ψυχροῦ πῆξιν· ταῦτα γὰρ θερμαινόμενα πρῶτον λύεται καὶ ἀνυγραίνεται, εἶθ’ οὕτως ξηραίνεται, ὧν καὶ τὸν κέραμόν φησιν εἶναι· καὶ γὰρ οὗτος ὀπτώμενος πρῶτον ἀτμίζει λυομένης τῆς πεπηγυίας ὑγρότητος ἐν αὐτῷ καὶ γίνεται μαλακώτερος. ὃ καὶ αἴτιον αὐτῷ τοῦ διαστρέφεσθαι γίνεται· μαλακώτερος γὰρ γενόμενος διαστρέφεται· εὐπαθέστερον γὰρ τὸ μαλακώτερον. διαστρέφει δὲ αὐτὸν ἡ ἀνωμαλία τῆς ὀπτώσης θερμότητος. Ὅσα μὲν οὖν, φησί, τῶν ἐκ γῆς καὶ ὕδατος συγκειμένων καὶ πλεῖον γῆς ἐχόντων ὑπὸ ψυχροῦ πήγνυται ἐξατμιζομένου τοῦ θερμοῦ ἐξ αὐτῶν μόνου, μηκέτι δὲ συνεκκρίνοντος καὶ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς διὰ τὸ μὴ ἀθρόον ἐξιὸν συνεξάγειν καὶ τὸ ὑγρόν, ὃ γίνεται ἐν τοῖς ὀλίγον ἔχουσι θερμὸν καὶ μὴ τοσοῦτον, ὡς ἐπισπᾶσθαι καὶ βιάσασθαι καὶ τὸ ὑγρόν, ταῦτα πάλιν φησὶ λύεσθαι ὑπὸ θερμοῦ καὶ τήκεσθαι· εἰσελθόντος γὰρ πάλιν εἰς αὐτὰ τοῦ θερμοῦ, οὗ διὰ τὴν ἔξοδον ἐπάγη, πάλιν λύεται καὶ ἐπάνεισιν εἰς τὴν πρώτην φύσιν. οὕτως ἐπὶ τοῦ πηλοῦ γίνεται τοῦ διὰ ψῦχος πεπηγότος· θερμανθεὶς γὰρ πάλιν ἀνυγραίνεταί τε καὶ λύεται καὶ πηλὸς γίνεται. ὅσα δὲ διὰ ψῦξιν πήγνυται τοῦ θερμοῦ συνεξατμίσαντος ἐξ αὐτῶν τὸ ὑγρόν, πάντα ταῦτά φησιν ἄλυτα εἶναι, εἰ μὴ ὑπερβαλλούσῃ θερμότητι· οὐ γὰρ ἡ τυχοῦσα θερμότης, οὐδ’ ἡ ἀπὸ ἡλίου, οἵα τε λῦσαι τῶν μεταλλευτῶν τι· ταῦτα γὰρ οὕτω φησὶ πήγνυσθαι. ἔστι μέντοι μαλακτὰ καὶ ἐλαύνεταί τε καὶ μαλάσσεται, ὡς σίδηρος καὶ κέρας· καὶ γὰρ τὸ κέρας θερμαινόμενον ἀνίεται. τήκεται δὲ καὶ ὁ εἰργασμένος σίδηρος, ὥστε ὑγρὸς γίνεσθαι καὶ πάλιν πήγνυσθαι. εἰπὼν ἄλυτα εἶναί τινα εἰ μὴ ὑπερβαλλούσῃ θερμότητι, καὶ τὰ τοιαῦτα μέντοι φησὶν ὑπὸ τῆς ὑπερβαλλούσης θερμότητος τήκεσθαι. ὁ γοῦν ἤδη κατειργασμένος σίδηρος καὶ ὢν σίδηρος τήκεται πάλιν ὑπὸ ὑπερβαλλούσης θερμότητος, ὡς ὑγρὸς γίνεσθαι, οὐκ ἐν τούτοις τῆς προϋπαρχούσης ὑγρότητος ἐπανιούσης πάλιν διὰ τὴν τοῦ θερμοῦ παρουσίαν, ἀλλὰ τῆς δυνάμει οὔσης ἐν αὐτοῖς ὑγρότητος (ἦν γὰρ ἡ γένεσις αὐτῶν οὐκ ἐξ ὕδατος πήξεως, ἀλλ’ ἐξ ἀναθυμιάσεως, ἣ ἦν δυνάμει ὕδωρ, οὐκ ἐνεργείᾳ) ταύτης δὴ ὑπὸ τοῦ πυρὸς μεταβαλλομένης εἰς ἐνέργειαν.2 λέγει δὲ ἐκ τῆς ὑπὸ τοῦ πυρὸς γινομένης τοῦ σιδήρου εἰς ὑγρὸν μεταβολῆς καὶ ἀποκάθαρσιν ἑκάστοτε γίνεσθαι τοῦ γεώδους χωριζομένου, ὅ ἐστιν ἡ σκωρία, τοῦ δ’ ἀποκαθαιρομένου, ὅταν πολλάκις γένηται τοῦτο, γινομένου στομώματος.3 εἶναι μὲν οὖν τὸν μάλιστα ἀποκεκαθαρμένον ἄριστον σίδηρον, οὐ μὴν ἀποκαθαίρειν αὐτὸν τοὺς ἐργαζομένους διὰ τὸ πολλὴν γίνεσθαι τὴν ἀπουσίαν. τήκεσθαι δὲ λέγει καὶ τὸν πυρίμαχον λίθον ἐν πολλῷ τῷ πυρί, τὸ δ’ ἀπορρέον αὐτοῦ καὶ τὸ ἀποστάζον πηγνύμενον γίνεσθαι σκληρὸν πάλιν. λέγει δὲ τήκεσθαι καὶ τὰς μύλας. ζητητέον δέ, τίνας λέγει καὶ τὰς μύλας· οὐ γὰρ λέγει τοὺς μυλίας καλουμένους λίθους· λέγει γὰρ περὶ τούτων μετ’ ὀλίγον ὅτι οὐ λύονται. γίνεσθαι δέ φησι τὸ ἀπορρέον ἀπ’ αὐτῶν πηγνύμενον τὸ μὲν χρῶμα μέλαν, ὅμοιον δὲ τῇ τιτάνῳ, τουτέστι τῇ ἀσβέστῳ. τήκεσθαι δέ φησι καὶ πηλὸν καὶ γῆν δηλονότι τὴν ἔχουσαν ἐν αὑτῇ ὑγρότητα, ὁποία ἐστὶ καὶ ἐξ ἧς ἡ ὕελος γίνεται. εἰπὼν δὲ περὶ τῶν ὑπὸ ψυχροῦ πηγνυμένων λέγει μετὰ ταῦτα περὶ τῶν ὑπὸ θερμοῦ ξηροῦ πηγνυμένων. τούτων δή φησι τὰ μὲν ἄλυτα παντάπασι γίνεσθαι, τὰ δὲ λυτὰ ὑγρῷ, ὡς κεράμων μὲν καὶ λίθων γένη τινά, ἃ γίνονται συγκαυθείσης τῆς γῆς, ἄλυτα (λέγει δὲ καὶ τοὺς μυλίας λίθους τοιούτους εἶναι· εἶπε δὲ πρὸ ὀλίγου τὰς μύλας ὑπὸ πυρὸς τήκεσθαι, ἴσως οὐ τοὺς μυλίας λίθους, ἀλλὰ ἄλλο τι τὰς μύλας ἐν ἐκείνοις λέγων), τὸ δὲ νίτρον καὶ τοὺς ἅλας λυτὰ ὑγρῷ ψυχρῷ.
他说,在水和土的混合物中,有些是软的,有些是湿的;他所说的软物,在后文中也称为可软化物(黏土便是这类事物),而湿物则如乳汁。于是他说,在这些事物中,软物烘烤时并不变稠,而湿物首先变稠。因为被烘烤的陶土干燥时并不首先变稠;但是凡既是湿的又是混合物的事物,正如乳汁在乳清分离时那样,首先变稠。他说“混合物中凡是湿的”,这是合乎道理的;因为水虽是湿的,但因不是混合物而并不变稠;正如他不久前所说的,在湿物中唯独水不会变稠。他又说,在被烘烤的软物中,许多除了不变稠之外还首先变湿,即凡由于冷引起的凝固而预先就更稠或更硬的那些;因为这些事物在受热时首先溶解并重新湿润,然后才以这种方式干燥,他说陶土也在其中;因为陶土在烘烤时,也随着其内部凝固的湿分溶解而首先冒汽,并且变得更软。这也就成为它发生变形的原因;因为变得更软便变形;更软之物更容易受影响。而使其变形的,是烘烤之热的不均匀。因此他说,在由土和水构成且含土较多的事物中,凡因仅仅热从中蒸发、且热不再将它们内部的湿分一同排泄出来(这是因为热不是一举排出而将湿分一同带出,而这种情况发生在那些含热极少、不足以同时吸引和强行带出湿分的事物中)而由冷所凝固的,这些事物他说又被热所溶解并熔化;因为当热重新进入它们之中(它们正是由于热的离去而凝固的),它们就重新溶解并回复到最初的本性。在因冷而凝固的泥上情况便是如此;因为它被重新加热后,便重新湿润并溶解,成为泥。然而他说,凡由于冷却且热将湿分从它们之中一同蒸发而凝固的事物,全部是不可溶解的,除非在极度的热之下;因为寻常的热,甚至来自太阳的热,都无法溶解采掘出的金属物中的任何一种;他说这些金属物正是以这种方式凝固的。然而它们是可软化的,既可锻打也可软化,如铁和角;因为角受热也会松弛。加工过的铁也会熔化,以至于变成液体并重新凝固。在说了某些事物除非在极度的热之下是不可溶解的之后,他说这类事物无论如何也会被极度的热所熔化。至少,那已经被加工且已成铁的事物,在极度的热之下会重新熔化而成为液体,这并不是在这些事物中原先存在的湿分由于热的临在而重新回复,而是它们之中潜在存在的湿分(因为它们的生成不是来自水的凝固,而是来自原本潜能上是水而非现实上是水的气),由火转变为现实。他说,从火引起的铁向液体的转变中,每次都会因土性杂质的析出而发生提纯,土性杂质就是矿渣,而被提纯之物当多次如此进行时,便成为钢。因此,提纯最彻底的是最好的铁,然而工匠们并不把它彻底提纯,因为损耗会很大。他又说,耐火石在大火中也会熔化,从它那里流出和滴下的东西在凝固后,又变硬。他说石磨也会熔化。但是必须探讨他所谓的石磨到底指什么;因为他并不是指被称为磨石的石料;因为关于这些磨石,他稍后就说它们是不溶解的。他说从它们流出的东西在凝固后,颜色变黑,类似于石灰,即生石灰。他说黏土和土——显然是本身含有湿分的土,正如制造玻璃的那种土——也会熔化。在谈论了被冷凝固的事物之后,他接着谈论被干热凝固的事物。于是他说,在这些事物中,有些变得完全不可溶解,有些则可被湿物溶解;例如某些陶器和石类的种(它们是由土完全烧结而成的)是不可溶解的(他说磨石也是属于这类的;但他不久前曾说石磨被火熔化,或许在那些话里他所说的石磨并不是磨石,而是别的什么东西),而天然碱和盐类则可被冷湿之物溶解。
- 4.12πρὸς τῷ μὴ παχύνεσθαι καὶ ὑγραίνεσθαι πρῶτον
介词短语 πρὸς τῷ 支配带冠词不定式 μὴ παχύνεσθαι(“除了不变稠之外”),而 ὑγραίνεσθαι 则是间接引语中依赖于 φησί 的动词不定式,通过 καί 强调伴随的另一动作(“还首先变湿”)。
- 4.12ταύτης δὴ ὑπὸ τοῦ πυρὸς μεταβαλλομένης εἰς ἐνέργειαν
这是一个独立属格结构,其中指示代词 ταύτης 重新承接了前面被插入从句分隔开的属格短语 τῆς δυνάμει οὔσης ἐν αὐτοῖς ὑγρότητος。在前面的 οὐκ... ἀλλά... 对比结构中,它说明铁重新熔化的原因不是先前湿分的回归,而是潜在湿分的现实化。
- 4.12τοῦ δ’ ἀποκαθαιρομένου, ὅταν πολλάκις γένηται τοῦτο, γινομένου στομώματος
这是一个独立属格结构(τοῦ ἀποκαθαιρομένου... γινομένου στομώματος),其内部嵌入了时间从句 ὅταν πολλάκις γένηται τοῦτο。名词化分词 τοῦ ἀποκαθαιρομένου 作为分词 γινομένου 的逻辑主语(“被提纯之物成为钢”),στομώματος 为表语属格。
