- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:208.5-209.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了被干热凝固之物为何可被水类溶解而非被油溶解,基于成分比例区分了凝固与变稠,并探讨了油的疑难:油因含空气而兼受冷与热或时间的作用而变稠,却不会干燥。
τοιοῦτον δὲ τὸ ὕδωρ· διὸ ὑπὸ ὕδατος καὶ τῶν τοῦ ὕδατος εἰδῶν ταῦτα τήκεται. ὕδατος δὲ εἴδη εἶπε πρὸ ὀλίγου οἶνον, οὖρον, ὀρρόν· εἴη δ’ ἂν καὶ τὸ ὄξος ἐν τούτοις· ὑπὸ δὲ ἐλαίου ταῦτα οὐ τήκεται, ὅτι τῷ θερμῷ ξηρῷ, ὑφ’ οὗ ἐπάγη, ἐναντίον τὸ ψυχρὸν ὑγρόν, ὃ λυτικόν ἐστι τῶν ἐκείνως παγέντων, τὸ δ’ ἔλαιον οὐ ψυχρόν, ἀλλὰ καὶ ἡ ὑγρότης αὐτοῦ οὐ τμητική, ἀλλὰ μετὰ γλισχρότητος. τῶν δὲ μικτῶν ἐξ ὕδατός τε καὶ γῆς, ὅσα μὲν ὕδατος πλέον ἢ γῆς ἔχει, ταῦτα μόνον παχύνεται ὑπὸ πυρός, οὐκέτι δὲ καὶ πήγνυται, ὡς τὸ γάλα· ὅσα δὲ γῆς πλέον ἔχει ἢ ὕδατος, ταῦτα πήγνυται. διὸ καὶ τὸ νίτρον καὶ οἱ ἅλες μᾶλλόν εἰσι γῆς· πλέον γὰρ ταύτης ἔχουσι, διὸ καὶ πήγνυνται ὑπὸ πυρός· ὁμοίως καὶ ὁ κέραμος καὶ λίθοι ὅσοι ὑπὸ πυρός, ὡς εἶπε, τῆς γῆς συγκαυθείσης γίνονται. Ἀπορώτατα δὲ ἔχειν φησὶ τὴν τοῦ ἐλαίου φύσιν, πότερον ὕδατος ἢ γῆς ἔχει πλέον. εἰ μὲν γὰρ ὕδατος εἶχε πλέον ἢ γῆς, ἔδει αὐτὸ ὑπὸ ψυχροῦ πήγνυσθαι, εἰ δὲ γῆς, ὑπὸ θερμοῦ· νῦν δὲ ὑπ’ οὐδετέρου μὲν πήγνυται, παχύνεται δὲ καὶ ὑπὸ τοῦ ψυχροῦ καὶ ὑπὸ τοῦ θερμοῦ. αἰτίαν δέ φησιν τούτου εἶναι τὸ ἀέρος εἶναι τὸ ἔλαιον πλῆρες· τοῦ δὲ ἀέρος αὐτὸ πλῆρες εἶναι σημείῳ ἐχρήσατο τῷ ἐπιπολάζειν αὐτὸ τῷ ὕδατι· αἴτιος γὰρ αὐτῷ τούτου ὁ ἀήρ, ἐπιπολαστικὸς ὢν τῷ ὕδατι καὶ ἄνω φερόμενος, εἰ καὶ ἐναποληφθείη ποτὲ ἐν τῷ ὕδατι. ὅτι δὲ ὁ ἀὴρ ὁ ἐν τῷ ἐλαίῳ αἴτιος αὐτῷ τοῦ ὑφ’ ἑκατέρου καὶ τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ παχύνεσθαι, ἐφεξῆς λέγει. τὸ μὲν γὰρ ψυχρὸν τὸ πνεῦμα καὶ τὸν ἀέρα ψῦχον καὶ εἰς ὕδωρ μεταβάλλον παχύνει, ὥστε καὶ ὁ ἐν τῷ ἐλαίῳ ἀὴρ ἐν τῇ ψύξει συνιστάμενός τε καὶ παχυνόμενος καὶ εἰς ὕδωρ μεταβάλλων αἴτιος καὶ τῷ ἐλαίῳ τοῦ παχύνεσθαι· ἀεὶ γὰρ ὅταν μιχθῇ ὕδωρ καὶ ἔλαιον, ἀμφοτέρων γίνεται τὸ μῖγμα παχύτερον, καὶ τοῦ ὕδατος καὶ τοῦ ἀμίκτου ὕδατος ἐλαίου.1 οὐ πάντα δὲ ἡγητέον ἐξυδατοῦσθαι τὸν ἐν τῷ ἐλαίῳ ἀέρα ὑπὸ τοῦ ψύχους, ἀλλά τι μέρος αὐτοῦ· εἰ γὰρ πᾶς, οὐκέτ’ ἂν ἦν τὸ ὑπολειπόμενον αὐτοῦ ἔλαιον, εἴ γε τῷ ἐλαίῳ τὸ εἶναι ἐν τῷ πλήρει ἀέρος εἶναι.2 πάλιν δὲ ὑπὸ πυρὸς ἅμα καὶ τοῦ χρόνου παχύνεσθαι αὐτὸ καὶ λευκαίνεσθαι λέγει, λευκαίνεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ ἐξατμίζοντος εἴ τι ἐνῆν ὕδωρ ἐν αὐτῷ, οὗ ἡ μῖξις μελάντερον αὐτοῦ ποιεῖ τὸ χρῶμα, ἐξατμιζομένου δὲ ἅμα καὶ παχύνεται τὸ ἔλαιον. καὶ τὸ μὲν πῦρ οὕτως αὐτῷ καὶ τοῦ παχύνεσθαι καὶ τοῦ λευκαίνεσθαι αἴτιον. ὁ δὲ χρόνος τοῦ παχύνεσθαι αἴτιος αὐτῷ γίνεται, οὐκέτι δὲ καὶ τοῦ λευκαίνεσθαι· μαραινομένου γὰρ τοῦ ἐν τῷ ἐλαίῳ ἀέρος καὶ τοῦ ἐν αὐτῷ θερμοῦ ψυχόμενος ὁ ἀὴρ εἰς ὕδωρ μεταβάλλων παχύτερον τὸ ἔλαιον ποιεῖ. ἀμφοτέρως μὲν οὖν τὸ αὐτὸ γίνεται πάθος, καὶ ὑπὸ τοῦ πυρὸς καὶ ὑπὸ τοῦ χρόνου, ἢ ἀμφοτέρως καὶ ὑπὸ τοῦ ἐξατμίζεσθαι τὸ ὕδωρ καὶ ὑπὸ τοῦ μεταβάλλειν τὸν ἐν αὐτῷ ἀέρα εἰς ὕδωρ. ὑπ’ ἀμφοτέρων γὰρ τούτων τὸ αὐτὸ γίνεται πάθος ἐν τῷ ἐλαίῳ, τὸ παχύνεσθαι αὐτό, καὶ διὰ τὸ αὐτό· διὰ γὰρ τὸ ὕδωρ· ἀλλ’ οὐχ ὡσαύτως, ἀλλ’ ὅπου μὲν διὰ τὸ ἐξατμίζεσθαι αὐτό, ὅπου δὲ διὰ τὸ γεννᾶσθαι. δύναται τὸ ἀμφοτέρως καὶ διὰ τὸ αὐτὸ εἰρῆσθαι3 καὶ ἐπὶ τοῦ ψυχροῦ καὶ ἐπὶ τοῦ χρόνου· ὑπὸ γὰρ ἀμφοτέρων παχύνεται τὸ ἔλαιον, τῷ γίνεσθαι ἐν αὐτῷ ὕδωρ ἐκ τῆς τοῦ ἀέρος μεταβολῆς, ἀλλὰ τοῦ μὲν ψυχροῦ ψύχοντος αὐτὸν αὐτόθεν, τοῦ δὲ χρόνου καταμαραίνοντος τὸ ἐν αὐτῷ θερμόν. παχύνεται μὲν οὖν ὑπ’ ἀμφοτέρων, οὐ ξηραίνεται δὲ ὑπ’ οὐδετέρου, ὅτι οὔτε ὁ ἀὴρ οὔτε τὰ γλίσχρα τῶν ὑγρῶν οὔθ’ ὑπὸ ἡλίου οὔθ’ ὑπὸ ψύχους ξηραίνεται· ἥ τε γὰρ γλισχρότης κωλυτικὸν ξηρότητος ὅ τε ἀὴρ οὐκ ἔστι τῶν ξηραινομένων, ἀλλ’ ὡς εἶπεν, ὕδωρ καὶ ὅσα ὕδατος εἴδη· ταῦτα γὰρ ἢ ἐξατμιζόμενα ξηραίνεται ἢ πηγνύμενα. ἀλλ’ οὐδὲ τὸ ἐν τῷ ἐλαίῳ ὕδωρ ἐξέψεται ὑπὸ πυρὸς οὐδὲ ξηραίνεται, ὅτι τὸ μὲν ὑπὸ πυρὸς ξηραινόμενον ὕδωρ τῷ ἀτμίζειν τε καὶ μεταβάλλειν εἰς ἀέρα ξηραίνεται, τὸ δὲ ἐν τῷ ἐλαίῳ ὕδωρ οὐκ ἀτμίζει οὐδ’ ἐξέψεται διὰ τὴν τοῦ ἐλαίου γλισχρότητα.
而水正是这样的;因此,这些事物被水以及水的各个种类所熔化。他不久前所说的水的种类是指酒、尿、乳清;醋也可以算在这些之中。但是这些事物并不被油熔化,因为与使它们凝固的干热相反的是湿冷,湿冷能够溶解以那种方式凝固的事物,而油并不是冷的,并且它的湿分不具有切分性,而是带有粘性的。在由水和土构成的混合物中,凡含水多于土的,被火作用时只是变稠,而不再凝固,就像乳汁那样;而凡含土多于水的,则会凝固。因此天然碱和盐类也更偏向于土;因为它们含土较多,所以也会被火凝固;陶土以及如他所说当土被完全烧结时由火所产生的一切石类也是同样如此。他说,油的本性呈现出最大的疑难,即它究竟含水更多还是含土更多。因为如果它含水多于土,就理应被冷凝固;如果含土更多,就理应被热[凝固];但事实上它既不被二者之一凝固,却既被冷也被热所使之变稠。他说其原因在于油充满了空气。至于它充满空气的证据,他采用了油浮在水面上这一事实;因为使它如此的原因是空气,空气倾向于浮在水面上并向上运动,即使有时被闭锁在水里也是如此。至于油中的空气是它兼被冷与热两者使之变稠的原因这一点,他在下文中加以说明。因为冷通过冷却气息和空气并使其转变为水而使之变稠,因此油中的空气在冷却中凝聚、变稠并转变为水,也就成为油变稠的原因;因为每当水与油混合时,其混合物总是比两者都更稠,既比水更稠,也比未与水混合的油更稠。然而不应认为油中的空气全部由于冷而化为水,而只是其中的一部分;因为若是全部,那么剩下的部分就不再是油了,假若油的本质就在于充满空气的话。他又说,油同时被火和时间使之变稠并变白:被热蒸发掉其中所含的任何水分(水分的混合使它的颜色更黑)从而变白,而随着水分蒸发,油也同时变稠。火就是以这种方式成为它变稠和变白两者的原因。然而时间成为它变稠的原因,却不再是变白的原因;因为随着油中的空气及其内部的热消减,空气受冷转变为水,使油变得更稠。因此,无论以哪种方式都发生同样的受动,既被火也被时间,或者说既因水分蒸发也因其中的空气转变为水,以这两种方式都发生同样的结果。因为通过这两者,在油中都产生同样的受动,即它变稠,并且由于同一原因——因为是由于水——但并不是以同样的方式,而是一处由于水被蒸发,另一处由于水被生成。“以两种方式且由于同一原因”这一表述,也可以理解为是对冷和时间而言的;因为油被两者使之变稠,都是由于空气的转变而在其中产生水,但冷是直接冷却空气,而时间则是消磨掉其中的热。因此,油被两者使之变稠,却不被任何一者使之干燥,因为无论是空气还是湿物中的粘稠者,既不被太阳也不被冷所使之干燥;因为粘性阻碍干燥,而空气并不属于被干燥之物,相反,如他所说,是水以及凡是水的种类的那些事物;因为这些事物要么因蒸发要么因凝固而干燥。而且油中的水既不会被火煮干也不会干燥,因为被火干燥的水是通过冒汽并转变为空气而干燥的,但油中的水由于油的粘性,既不冒汽也不会被煮干。
- 4.12ἀμίκτου ὕδατος ἐλαίου
形容词 ἄμικτος 支配表示分离或混合对象的属格 ὕδατος(“未与水混合的油”)。整句在比较级 παχύτερον 之后,由 καὶ τοῦ ὕδατος καὶ τοῦ ... ἐλαίου 构成表示比较对象的并列属格结构。
- 4.12ἐν τῷ πλήρει ἀέρος εἶναι
在表达油的本质定义的句式中(τῷ ἐλαίῳ τὸ εἶναι),冠词化不定式 ἐν τῷ ... εἶναι(“在于……状态中”)内部的表语形容词 πλήρει 受介词 ἐν 所支配的与格牵引,因而呈现与格形式,而非通常的不定式表语主格或宾格(πλῆρες)。
- 4.12δύναται τὸ ἀμφοτέρως καὶ διὰ τὸ αὐτὸ εἰρῆσθαι
引用语 τὸ ἀμφοτέρως καὶ διὰ τὸ αὐτό 带有中性单数定冠词 τὸ,作为名词性短语充当受动词 δύναται 支配的被动完成时不定式 εἰρῆσθαι 的主语(意为“‘以两种方式且由于同一原因’这一表述也可以被认为是指……”)。
