- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:204.27-206.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《气象学》卷四第6章(382b10起)。亚历山大解释了凝固的原因在于热或干冷,并阐述了水性物体与土水混合物在凝固与变稠机制上的差异。
πήγνυσθαι οὖν φησι τὰ πηγνύμενα ἢ θερμῷ ἢ ψυχρῷ ξηρῷ· οὗ σημεῖον τὸ λύεσθαι μὲν τὰ πεπηγότα ὑπὸ τῶν ἐναντίων τοῖς τῆς πήξεως αὐτῶν αἰτίοις,1 ὅσα γε τῶν παγέντων ἐστὶ λυτά, λύεσθαι δὲ τῶν πεπηγότων τὰ μὲν ὑπὸ ὕδατος, ὅ ἐστι ψυχρόν τε καὶ ὑγρόν, ὡς πεπηγότα ὑπὸ θερμοῦ τε καὶ ξηροῦ· ὅτι γὰρ τὰ ὑπὸ πυρὸς πηγνύμενα οὐ καθὸ θερμόν ἐστι τὸ πῦρ, κατὰ τοῦτο μόνον ὑπ’ αὐτοῦ πήγνυται, ἀλλὰ καὶ καθὸ ξηρόν, δῆλον ἐκ τοῦ μὴ πήγνυσθαι αὐτὰ ὑπὸ ὕδατος θερμοῦ,2 ὅτι μὴ ἔστι πρὸς τῷ θερμῷ καὶ ξηρόν. τὰ δὲ ὑπὸ πυρὸς λυόμενα δῆλον ὡς ὑπὸ ψυχροῦ ἐπάγη· οὐκέτι δὲ τὰ ὑπὸ πυρὸς λυόμενα, ἐπεὶ τὸ πῦρ ἐστι πρὸς τῷ ξηρῷ καὶ θερμόν, εἴη ἂν πεπηγότα πρὸς τῷ ψυχρῷ ὑπὸ ὑγροῦ·3 οὐδενὶ γὰρ τὸ ὑγρὸν πήξεως αἴτιον ὡς ποιητικόν, ἐπεὶ ὡς ὕλη γε αὐτὸ τῶν πηγνυμένων ἐστίν. ὅτι γὰρ μὴ τὸ ὑγρὸν πήξεως ποιητικόν, δείκνυσι διὰ τοῦ δεικνύναι ὅτι μηδὲ τῷ μέλιτι τῷ ἑφθῷ τὸ ὕδωρ τὸ ψυχρὸν αἴτιον πήξεως γίνεται, καθὸ ὑγρόν ἐστιν, ἀλλὰ καθὸ ψυχρὸν μόνον· ὑπὸ μὲν γὰρ τοῦ ψυχροῦ καὶ μὴ ὑγροῦ πήσσεται, ὑπὸ δὲ ὑγροῦ καὶ μὴ ψυχροῦ οὐκέτι, ὡς πηγνύμενον καὶ ὑπὸ τοῦ ὑγροῦ ψυχροῦ, τουτέστιν ὕδατος, οὐ καθὸ ὑγρόν, ἀλλὰ καθὸ ψυχρόν. ὅσα μὲν οὖν ἐστιν ὕδατος.4 ἐπειδὴ τὰ μὲν ὑπὸ θερμοῦ ξηροῦ εἶπε τὰ δὲ ὑπὸ ψυχροῦ πήγνυσθαι, τίνα ὑπὸ τίνος τούτων πήγνυται λέγει. τὰ μὲν οὖν ὕδατος ὄντα οὐ πήγνυται ὑπὸ πυρός· λύεται γὰρ ὑπὸ τούτου, ὅσα ἐξ ὕδατος ὄντα πεπηγμένα ἐστίν, ἀδύνατον δὲ τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτό, τουτέστι κατὰ τὴν αὐτὴν δύναμιν τῶν ἐναντίων εἶναι αἴτιον. ὥστ’ εἰ τὸ πῦρ διὰ τὴν θερμότητα λύει τὰ ἐξ ὕδατος πεπηγότα, οἷον τὸν κρύσταλλον, οὐκ ἂν αὐτὸ ἅμα καὶ πηγνύοι διὰ θερμότητα. ἀλλ’ οὐδὲ τὴν ἐν τῷ πυρὶ ξηρότητα ἔνεστιν αἰτιάσασθαι τῆς τῶν τοιούτων πήξεως· ὑπὸ ὑγροῦ γὰρ ἂν ἐλύετο, νῦν δὲ οὐδὲν τῶν τοιούτων λυτικόν ἐστιν, εἰ μὴ μετὰ θερμότητος εἴη, ὡς ὑπὸ τοῦ θερμοῦ τῆς λύσεως αὐτοῖς γινομένης. ἔτι τὰ ὑδατώδη τῷ ἀπιέναι τὸ ἐν αὐτοῖς θερμὸν πήγνυται· τῷ εἰσιέναι ἄρα λυθήσεται. διὰ μὲν οὖν τῆς πρώτης ἐπιχειρήσεως λαβὼν ὡς ἐναργὲς ὂν τὸ ὑπὸ τοῦ πυρὸς λύεσθαι τὰ τοιαῦτα τῶν πεπηγότων, ἔδειξεν ὅτι μὴ πήγνυται ὑπὸ πυρός· διὰ δὲ τοῦ δευτέρου λαβών, πῶς τὰ τοιαῦτα πήγνυται, ὅτι μὴ ὑπὸ πυρὸς δύναται πήγνυσθαι (τοὐναντίον γὰρ ὑπὸ τούτου λύεται) κατεσκεύασε. δείξας δὲ ὅτι μὴ ὑπὸ πυρὸς ὅσα ἐξ ὕδατός ἐστι πέπηγε, λέγει ὑπὸ τίνος πήγνυται ταῦτα· ὑπὸ γὰρ ψυχροῦ. διὰ τοῦτό φησι μηδὲ παχύνεσθαι πηγνύμενα τὰ ἐξ ὕδατος· ἡ μὲν γὰρ πάχυνσις γίνεται τοῖς πηγνυμένοις τοῦ μὲν ὑγροῦ ἀπιόντος ἐξ αὐτῶν, τοῦ δὲ ξηροῦ τοῦ ἐν αὐτοῖς συνισταμένου, ἀδύνατον δὲ τὸ ὕδωρ καὶ ὅσα ὕδατος εἴδη παχυνθῆναι, τῷ ἢ μηδὲν ἢ ὀλίγον παντελῶς ἔχειν ἐν τῇ οἰκείᾳ φύσει τὸ γεῶδες. εἰπὼν δὲ τὸ ὅσα ὕδατός ἐστι τῶν πηγνυμένων, μὴ πήγνυσθαι ταῦτα ὑπὸ πυρός, ἀλλὰ ὑπὸ ψυχροῦ, τίνα ἐστὶ τὰ ὑπὸ πυρὸς πηγνύμενα λέγει· ὅσα γὰρ μικτὰ ἐκ γῆς τε καὶ ὕδατος, ταῦτά φησι πήγνυσθαι καὶ ὑπὸ πυρὸς καὶ ὑπὸ ψυχροῦ. παχύνεσθαι δέ φησι τὰ τοιαῦτα τὰ ἐκ γῆς τε καὶ ὕδατος μεμιγμένα· τούτων γὰρ ἡ πῆξις διὰ τοῦ παχύνεσθαι, οὐ πάντων μέν, ὡς ἐρεῖ, οὐ μὴν ἀλλ’ ἐν τούτοις. φησὶ δὴ αὐτὰ παχύνεσθαι ὑπ’ ἀμφοτέρων πῇ μὲν τὸν αὐτὸν τρόπον, πῇ δὲ οὐχ ὁμοίως· τὸν μὲν αὐτὸν τρόπον, καθ’ ὅσον ἀμφότερα ἡ τοῦ ὑγροῦ ἀπ’ αὐτῶν ἐξαγωγὴ ὑπὸ τοῦ θερμοῦ γενομένη παχύνει αὐτά,5 οὐχ ὁμοίως δέ, ὅτι ὁ τρόπος διαφέρων, δι’ οὗ τὸ ὑγρὸν χωρίζεται ἀπ’ αὐτῶν. τὸ μὲν γὰρ θερμὸν αὐτόθεν τῷ θερμαίνειν ἔξωθεν τὸ πηγνύμενον ἐξατμίζον ἐξ αὐτοῦ τὸ ὑγρὸν παχύνει αὐτό, τὸ δὲ ψυχρὸν οὐχ ὡς τὸ ὑγρὸν χωρίζον, ἀλλ’ αὐτὸ μὲν τὸ θερμὸν τὸ ἐν τῷ πηγνυμένῳ ἐκθλίβει, τῷ δὲ θερμῷ ἐκθλιβομένῳ συνεξατμίζεται τὸ ὑγρόν, ὥστε καὶ τοῦτο διὰ τοῦ θερμοῦ χωρίζεται. ἑξῆς δὲ λέγει, τίνα τῶν πηγνυμένων πρῶτον παχύνεται.
因此他说,被凝固的事物要么被热所凝固,要么被冷干之物所凝固。其证据在于:被凝固的事物中,凡是凝固之物中可溶解的,都被与其凝固原因相反之物所溶解;并且在被凝固的事物中,有些被水(水是冷而湿的)所溶解,因为是被热而干之物所凝固的。因为被火所凝固的事物,不仅在于火是热的这一方面由它所凝固,而且也在于火是干的这一方面被凝固,这从它们不被热水所凝固这一点是显而易见的,因为水除了热之外并不是干的。另一方面,被火所溶解的事物,显而易见是被冷所凝固的;但被火所溶解的事物,并不因为火除了干之外还是热的,便会是被除了冷之外还伴随湿之物所凝固;因为湿分作为能动原因对任何事物都不是凝固的原因,既然作为质料它本身是被凝固之物的质料。因为湿分不是凝固的能动原因,他是通过证明冷水对于煮过的蜂蜜也不是在其作为湿的这一方面成为凝固的原因,而只是在其作为冷的一方面成为原因,来表明这一点的;因为蜂蜜被冷而非湿之物所凝固,而不再被湿而非冷之物所凝固,这表明它即使被湿冷之物(即水)所凝固,也不是在其作为湿的这一方面,而是在其作为冷的一方面被凝固。 “凡是属于水的事物”。既然他说了有些被干热所凝固,有些被冷所凝固,他便说明哪些被这些中的哪一个所凝固。属于水的事物并不被火所凝固;因为凡是由水而来且已凝固的事物都被火所溶解,而同一事物在同一方面、即依循同一种能力对同一事物成为相反结果的原因,这是不可能的。因此,如果火由于热而溶解由水凝固而成之物(如冰),它便不会同时由于热而凝固它们。但是,人们也不能把这类事物的凝固归咎于火中的干燥;因为如果是这样,它们本该被湿所溶解,但事实上没有任何东西能溶解这类事物,除非伴随着热,因为它们的溶解是由热所引起的。此外,水性的事物是通过其内部的热离去而凝固的;因此通过热的进入而将被溶解。于是,通过第一个论证,把这类已凝固之物被火溶解当作显明的事实,他表明了它们不被火所凝固;而通过第二个论证,把握这类事物是如何凝固的,他确立了它们不可能被火凝固(因为相反地它们被火所溶解)。在表明了凡是由水而成之物都不是被火凝固之后,他说明这些事物被什么所凝固;即被冷所凝固。他说,正因如此,由水而成之物凝固时并不变稠;因为变稠是在凝固之物中由于湿分从它们之中离去、而其中的干燥成分聚集而发生的,但是水以及水的种类由于在其固有的本性中完全没有或极少含有土性成分,因而是不可能变稠的。在说了凝固之物中凡是属于水的都不被火凝固、而是被冷凝固之后,他说明哪些是被火凝固的事物;因为凡是由土和水混合而成的,他说这些既被火也被冷所凝固。他说,这类由土和水混合而成的事物会变稠;因为这些事物的凝固是通过变稠而来的,虽说如他将要说明的那样并非全部,但无论如何是在这些事物中发生。于是他说,它们被两者在某一方式上以同样的方式变稠,但在某一方式上却不相似:以同样的方式,是因为在两种情况下,由热引起的从它们之中引出湿分都会使它们变稠;但不相似,是因为湿分从它们之中分离的方式不同。因为热是通过从外部加热被凝固之物、直接蒸发其中的湿分而使其变稠;而冷并不是作为分离湿分之物,而是挤出被凝固之物内部的热本身,当热被挤出时,湿分随着一同蒸发,以至于在这种情况中也是由于热而分离出湿分。接着他说明,在凝固之物中哪一些首先变稠。
- 4.12οὗ σημεῖον τὸ λύεσθαι μὲν τὰ πεπηγότα ὑπὸ τῶν ἐναντίων τοῖς τῆς πήξεως αὐτῶν αἰτίοις
οὗ 是指代前述整个命题(“被凝固的事物要么被热所凝固,要么被冷干之物所凝固”)的关系代词属格,表示证据/标志。句法上,带有冠词的不定式短语(τὸ λύεσθαι μέν ... λύεσθαι δέ ...)并列充当谓词名词 σημεῖον 的主语。
- 4.12ὅτι γὰρ τὰ ὑπὸ πυρὸς πηγνύμενα οὐ καθὸ θερμόν ἐστι τὸ πῦρ, κατὰ τοῦτο μόνον ὑπ’ αὐτοῦ πήγνυται, ἀλλὰ καὶ καθὸ ξηρόν, δῆλον ἐκ τοῦ μὴ πήγνυσθαι αὐτὰ ὑπὸ ὕδατος θερμοῦ
ὅτι从句整体充当谓词形容词 δῆλον 的主语。在ὅτι从句内部,τὰ ὑπὸ πυρὸς πηγνύμενα 为主语,πήγνυται 为主动词,构成“不仅在其作为热的这一方面(οὐ καθὸ ... κατὰ τοῦτο μόνον),而且也在其作为干的这一方面(ἀλλὰ καὶ καθὸ ξηρόν)”的对照结构。其依据由介词短语 ἐκ τοῦ μὴ πήγνυσθαι ... 引出。
- 4.12οὐκέτι δὲ τὰ ὑπὸ πυρὸς λυόμενα, ἐπεὶ τὸ πῦρ ἐστι πρὸς τῷ ξηρῷ καὶ θερμόν, εἴη ἂν πεπηγότα πρὸς τῷ ψυχρῷ ὑπὸ ὑγροῦ
主句采用了带 ἄν 的潜在希求语气(εἴη ἂν πεπηγότα,迂回完成体希求法),表示推论的结果:“被火所溶解的事物便不再会是被冷之外还伴随湿之物所凝固”。句首的 οὐκέτι 统摄整个推论的否定。
- 4.12ὅσα μὲν οὖν ἐστιν ὕδατος
引自亚里士多德正文(Bekker 382b28)的简短条目引用(lemma)。注疏者直接将其作为提要引出,并从随后的 ἐπειδὴ ... 开始展开解释。
- 4.12καθ’ ὅσον ἀμφότερα ἡ τοῦ ὑγροῦ ἀπ’ αὐτῶν ἐξαγωγὴ ὑπὸ τοῦ θερμοῦ γενομένη παχύνει αὐτά
ἀμφότερα 在句中作副词性/同位成分(“在两种情况下”),修饰或伴随单数主语 ἡ ... ἐξαγωγὴ,而 αὐτά 则是动词 παχύνει 的直接宾格宾语。整个结构意为:“在两种情况下,由热引起的湿分的引出都会使它们变稠的限度内(καθ’ ὅσον)”。
