- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:203.4-204.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《气象学》382b10起的内容,解释了水及其同类事物(以乳与浸湿的衣物为例)如何通过外部或内部的热而被干燥的机制,进而论述了湿润的两种方式(蒸气凝聚与熔化)以及凝固物体的范围。
" Ξηραίνεται δὲ ὅσα ἐστὶν ὕδωρ καὶ ὕδατος εἴδη." Προθέμενος εἰπεῖν περὶ τοῦ ξηραίνεσθαι πρῶτον ὑπομνήσας ἡμᾶς, τίνα ἐστὶ παθητικὰ τῶν σωμάτων (ὅτι γὰρ τὰ ὑγρὰ ἢ ξηρὰ ἢ μικτὰ ἐκ τούτων) νῦν λέγει τίνα ἐστὶ τὰ ξηραινόμενα. ξηραίνεσθαι δέ φησι ταῦτα ὅσα ὕδωρ ἐστὶν ἢ ὕδατος εἴδη. τίνα δέ ἐστιν ὕδατος εἴδη, αὐτὸς ἐρεῖ μετ’ ὀλίγον· ὅσα γὰρ μηδεμίαν ἢ βραχεῖαν ὑπόστασιν ἔχει ὄντα ὑδατώδη, ὡς οἶνος, οὖρον, ὀρρός. ξηραίνεται δὲ ταῦτα καὶ τὰ ὕδωρ ἐν αὑτοῖς ἔχοντα, εἴτε ἔξωθεν καὶ ἐπακτὸν τοῦτο ἔχει καὶ μὴ ἐν τῇ οἰκείᾳ φύσει, ὡς τὰ ἔρια τὰ βεβρεγμένα καὶ τὰ ἱμάτια (οὐ γὰρ τῷ ἐρίῳ ἐν τῷ βρέχεσθαι τὸ ἐρίῳ εἶναι, ἀλλ’ ἔξωθεν αὐτοῦ τῆς οὐσίας ὂν τὸ ὕδωρ ἐστὶν ἐν αὐτῷ, ὅταν ᾖ βεβρεγμένον), εἴτε καὶ ἐν τῇ οἰκείᾳ φύσει ἔχει αὐτό· καὶ γὰρ τὰ οὕτως ἔχοντα ἐν αὑτοῖς ὕδωρ ξηραίνεται. τοιοῦτόν ἐστι τὸ γάλα· τοῦτο γὰρ ἐν τῇ αὑτοῦ οὐσίᾳ τε καὶ φύσει τὸ ὑγρὸν ἔχει· ἐν γὰρ τούτῳ τὸ γάλακτι αὐτῷ εἶναι. λέγων δὲ τίνα ἐστὶν ὕδατος εἴδη, ὅσα, φησί, μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν, μὴ διὰ γλισχρότητα, ὡς τῶν γλίσχρων οὐ τῷ μὴ ἔχειν ἐν αὑτοῖς πολὺ τὸ ὑποστησόμενον οὐ πασχόντων τοῦτο, ἀλλὰ διὰ τὴν γλισχρότητα ἀναμεμιγμένων ἐν αὐτοῖς τῶν ὑφισταμένων1 οὕτως, ὡς μὴ δύνασθαι διαλύεσθαι καὶ χωρίζεσθαι τοῦ ἐν αὐτοῖς ὑγροῦ. εἰπὼν δὲ τίνα ἐστὶ τὰ ξηραινόμενα ἐφεξῆς λέγει πῶς ξηραίνεται καὶ ὑπὸ τίνος· ἢ γὰρ θερμαινόμενα τὰ ξηραινόμενα πάντα ξηραίνεσθαι ἢ ψυχόμενα. λέγει δὲ καὶ τὰ διὰ τὸ ψύχεσθαι ξηραινόμενα ὑπὸ θερμοῦ ξηραίνεσθαι· τῶν γὰρ ψυχομένων ὑπὸ τοῦ ψύχους ἐξατμιζόμενον τὸ ἐν αὐτοῖς θερμὸν συνεξάγει τὸ ὂν ὑγρὸν ἐν αὐτοῖς,2 ἂν ὀλίγον ᾖ, καὶ οὕτως ξηραίνεται. εἰπὼν δὲ ὑπὸ τῆς ἐντὸς θερμότητος ἢ τῆς ἔξω, πῶς ὑπὸ τῆς ἐντὸς θερμότητος ξηραίνεταί τινα, ἔδειξεν ἐπὶ τῶν ἱματίων τῶν ἐν ψύχει ξηραινομένων, ὅταν ᾖ βεβρεγμένα καὶ ἔχῃ ἐν αὐτοῖς ὑγρὸν αὐτὸ καθ’ αὑτὸ καὶ κεχωρισμένον. ἔστι γάρ τινα, ἃ σύμφυτον ἔχει τὸ ὑγρόν, οἷον ἦν τὸ γάλα, ἃ οὐκέθ’ οὕτως ξηραίνεται, ὡς ὑπὸ τῆς ἐν αὐτοῖς θερμότητος διὰ τὸ ψῦχος ἐξατμιζομένης συνεξατμίζεσθαι καὶ τὸ ὑγρὸν αὐτῶν. οὐ γὰρ οὕτως τὰ τοιαῦτα ξηραίνεται, ἀλλ’ ὑπὸ τοῦ ἔξωθεν θερμοῦ ἐξατμίζοντος τὸ ἐν αὐτοῖς ὑγρόν. ξηραίνεται μὲν οὖν πάντα τὰ ξηραινόμενα ἢ ψυχόμενα ἢ θερμαινόμενα, καὶ πάντα, ὡς ἐδείχθη, θερμῷ, ἢ τῷ ἐκτὸς θερμαίνοντι καὶ ἐξατμίζοντι τὸ ἐν τοῖς ξηραινομένοις ὑγρὸν ἢ τῷ ἐντός, ὃ διὰ τὴν ψῦξιν ἐξατμιζόμενον ἐκ τοῦ ξηραινομένου συνεξατμίζει καὶ συνεξάγει καὶ τὸ ὑγρὸν τὸ ἐν αὐτῷ. ὑπὸ μὲν οὖν τῆς ἐκτὸς θερμότητος ξηραίνεται τὰ ξηραινόμενα οὕτως ὡς τὰ ἑψόμενα, ὑπὸ δὲ τῆς ἐντὸς πάλιν οὕτως, ὡς ὅταν τῶν ἑψομένων ἀφαιρεθέντος τοῦ ἐκτὸς πυρὸς τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς ἀναλωθῇ3 ὑπὸ τῆς ἐν αὐτοῖς θερμότητος ἀποπνεούσης καὶ συνεξαγούσης καὶ τὸ ὑγρόν· ψυχομένων γὰρ αὐτῶν ἀποπνέον τὸ θερμὸν συνεξάγει καὶ τὸ ὑγρόν. Εἰπὼν δὲ τίνα ἐστὶ τὰ ξηραινόμενα καὶ πῶς καὶ ὑπὸ τίνος (ξηραίνεται γὰρ τὰ ὑγρά, ὡς εἶπε, τῷ θερμαίνεσθαι ἢ ψύχεσθαι ἀναλισκομένου καὶ φθειρομένου τοῦ ὑγροῦ ὑπὸ τῆς ἔξω θερμότητος ἢ ὑπὸ τῆς ἐν αὐτοῖς), μέτεισιν ἐπὶ τὸν περὶ τῶν ὑγραινομένων λόγον· ἐναντίον γὰρ τοῦτο τὸ πάθος τῷ ξηραίνεσθαι. λέγει δὴ τὸ ὑγραίνεσθαι διχῶς γίνεσθαι, ἢ γὰρ ὅταν μεταβολὴ γένηται εἰς ὕδωρ ἐκ συνισταμένης τε καὶ πυκνουμένης τῆς ἀναθυμιάσεως (ὑγραίνεται γὰρ τότε αὕτη μεταβάλλουσα εἰς ὕδωρ) ἢ ὅταν τὸ πεπηγὸς καὶ διὰ τοῦτο στερεὸν ὂν τήκηται· καὶ γὰρ τοῦτο ὑγραίνεται. τὸ μὲν οὖν συνιστάμενον καὶ οὕτως ὑγραινόμενον πνεῦμά φησιν εἶναι, λέγων πνεῦμα τὴν ἀναθυμίασιν, ἥτις οὖσα ἀτμιδώδης ἔχει τι καὶ τῆς καπνώδους τε καὶ ξηρᾶς ἀναθυμιάσεως· ἐν ᾗ γὰρ τὸ ἀτμιδῶδες πλέον, αὕτη συνίσταται. περὶ δὲ τῆς τήξεως καὶ τῶν διὰ τῆξιν ὑγραινομένων ἅμα, φησίν, ἔσται δῆλον λεγόντων ἡμῶν περὶ πήξεως. Καὶ λέγει περὶ πήξεως, καὶ πρῶτον καὶ ἐπὶ ταύτης τίνα ἐστὶ τὰ πηγνύμενα λαμβάνει. πήγνυσθαι δέ φησιν ἢ ὅσα ὕδατός ἐστιν ἢ ὅσα γῆς καὶ ὕδατος. τοιοῦτο γὰρ ὁ πηλός, ὁ κηρός, τὰ τούτοις ὅμοια. εἰπὼν δὲ τίνα πήγνυται, ἐφεξῆς λέγει ὑπὸ τίνος τε καὶ πῶς.
“凡是水以及水的种类的东西都被干燥。” 在提议论述干燥之后,他首先提醒我们哪些物体是受动的物体(因为它们是湿的、干的,或是由它们混合而成的),现在他又说明哪些是被干燥的事物。他说,凡是水或水的种类的东西都被干燥。而至于什么是水的种类,他自己不久后就会说明;即凡是属于水性而完全没有沉淀物或只有微少沉淀物的东西,例如葡萄酒、尿、乳清。这些东西以及自身中含有水的事物都会被干燥,无论它们是从外部附带地含有水而非在其本性之中,如浸湿的羊毛和衣服(因为羊毛的存在并不在于被浸湿,而是当它被浸湿时,处于其本质之外的水存在于它之中),还是在其本性之中也含有水;因为以这种方式在自身中含有水的事物也会被干燥。奶就是这类事物;因为奶在其自身的本质和本性中就含有湿分;因为奶本身的存在就在于此。而在说明什么是水的种类时,他说,凡是没有或只有微少沉淀物的东西,并非由于粘性;这是指,粘性的东西不是因为自身中没有很多会沉淀的东西而不遭受沉淀,而是因为由于粘性,沉淀之物在它们之中以这样的方式混合,以至于无法从它们之中的湿分里溶解和分离出来。在说明了哪些是被干燥的事物之后,他接着说明它们是如何被干燥的以及被什么所干燥;因为一切被干燥的事物要么是在被加热时被干燥,要么是在被冷却时被干燥。他又说,即使那些由于被冷却而被干燥的事物也是被热所干燥的;因为在被冷却的事物中,存在于它们之中的热被冷所蒸发时,如果湿分很少,就会一同带出存在于它们之中的湿分,它们就是这样被干燥的。在说了“被内部的热或外部的热”之后,他借助在寒冷中干燥衣服的例子表明了某些事物是如何被内部的热所干燥的,即当衣服被浸湿且在自身中含有独立分离的湿分时。因为有些事物含有与生俱来的湿分,正如奶那样,它们便不再以这种方式干燥,即由于内部的热因冷而蒸发从而其湿分也一同被蒸发。因为这类事物不是这样被干燥的,而是由外部的热蒸发它们之中的湿分而被干燥的。因此,一切被干燥的事物要么是在被冷却时要么是在被加热时被干燥,而且正如所表明的,全都是被热所干燥:要么是被外部的热加热并蒸发被干燥之物中的湿分,要么是被内部的热所干燥,内部的热由于冷却从被干燥之物中蒸发时,也一同蒸发并一同带出存在于其中的湿分。因此,被干燥的事物由于外部的热而被干燥的方式,正如被煮之物那样;而由于内部的热而被干燥的方式,正如当外部的火从被煮之物中移开时,存在于其中的湿分被其内部蒸散并一同带出湿分的热所消耗那样;因为当它们冷却时,蒸散的热也一同带出湿分。在说明了哪些是被干燥的事物、如何被干燥以及被什么所干燥之后(因为如他所说,湿润之物由于被加热或冷却,湿分被外部的热或它们内部的热所消耗和破坏而被干燥),他就转向关于被湿润之物的论述;因为这种状态与干燥相反。于是他说,湿润以两种方式发生:要么是当从凝聚且凝缩的蒸气中发生向水的转变时(因为此时蒸气转变为水而变湿),要么是当已经凝固并因此而坚硬的物体被熔化时(因为这也是变湿)。他说,凝聚并因而变湿的是气,他把蒸气称为气,这种蒸气具有汽性,同时也带有一些烟性且干燥的蒸气;因为其中汽性占多数的蒸气就会凝聚。他说,至于熔化以及通过熔化而变湿的事物,将在我们论述凝固的同时变得明了。于是他论述凝固,并且在此情形中他也首先考察哪些是被凝固的事物。他说,要么凡是属于水的事物,要么凡是属于土与水的事物都会被凝固。因为泥、蜡以及与这些相似之物就是如此。在说明了哪些事物被凝固之后,他接着说明它们被什么以及如何被凝固。
- 4.12ὡς τῶν γλίσχρων οὐ τῷ μὴ ἔχειν ἐν αὑτοῖς πολὺ τὸ ὑποστησόμενον οὐ πασχόντων τοῦτο, ἀλλὰ διὰ τὴν γλισχρότητα ἀναμεμιγμένων ἐν αὐτοῖς τῶν ὑφισταμένων
这是由 ὡς 引导的属格绝对结构,前半句带有双重否定(οὐ τῷ μὴ ἔχειν ... οὐ πασχόντων τοῦτο,“并非由于不具有……而不遭受此现象[即沉淀]”),后半句则是肯定肢(ἀλλὰ ... ἀναμεμιγμένων ... τῶν ὑφισταμένων,“而是由于沉淀物混合在其中……”)。这一结构用以阐明亚里士多德原文 μὴ διὰ γλισχρότητα(并非由于粘性)的本意。
- 4.12τῶν γὰρ ψυχομένων ὑπὸ τοῦ ψύχους ἐξατμιζόμενον τὸ ἐν αὐτοῖς θερμὸν συνεξάγει τὸ ὂν ὑγρὸν ἐν αὐτοῖς
句首的属格 τῶν ψυχομένων 充当关系属格或悬垂属格(genitivus pendens),为主句(ἐξατμιζόμενον τὸ ἐν αὐτοῖς θερμὸν συνεξάγει...)提示主题(“在被冷却的事物中”),并在主句中通过 ἐν αὐτοῖς(在它们之中)与之呼应。
- 4.12ὡς ὅταν τῶν ἑψομένων ἀφαιρεθέντος τοῦ ἐκτὸς πυρὸς τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς ἀναλωθῇ
在 ὅταν 引导的从句内部嵌套了属格绝对结构 ἀφαιρεθέντος τοῦ ἐκτὸς πυρὸς(“当外部的火被移开时”)。句首的属格 τῶν ἑψομένων 则充当从句主语 τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς(“它们之中的湿分”)的所属属格或指示主题的属格。
