- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:201.18-203.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《气象论》卷四中在硬与软之外将“凝固”作为受限定物体的状态引入,亚历山大梳理了凝固所涉及的质料、形式与作用因(目的并入形式之中)以及冷热的主动作用。接着,根据凝固从属于干燥,他论述了被动元素(水与土),并阐明了冷如何作为破坏者以及如何通过汇聚和反包围热而作为偶性原因发挥主动作用。
" Ἔτι πεπηγὸς εἶναι." Λαβὼν πᾶν ὡρισμένον σῶμα ἢ σκληρὸν ἢ μαλακὸν εἶναι προστίθησι καὶ ἄλλο πάθος αὐτῷ· δεῖν γάρ φησι τὸ ὡρισμένον σῶμα πεπηγὸς εἶναι· πήξει γάρ τινι καὶ τὸ σκληρὸν σκληρὸν καὶ τὸ μαλακὸν μαλακόν· πᾶν γὰρ τὸ ὡρισμένον τε καὶ συνεστὸς σῶμα, ἢ μαλακὸν ἢ σκληρὸν ὄν, ἐν πήξει τινὶ ποιᾷ τοιοῦτόν ἐστιν· οὐδὲν ἄρα σῶμα σύνθετόν τε καὶ ὡρισμένον χωρὶς πήξεως. διὸ ὁ περὶ πήξεως λόγος ἀναγκαῖος τῷ περὶ τῶν σωματικῶν παθῶν λέγοντι. λέγων δὴ περὶ πήξεως περὶ τῶν αἰτίων ἀναλαβὼν λέγει. φησὶ δὴ τὰ παρὰ τὴν ὕλην αἴτια δύο εἶναι, τό τε ποιοῦν καὶ τὸ πάθος, πάθος λέγων τὸ γινόμενον εἶδος ὑπὸ τοῦ ποιοῦντος ἐν τῇ ὕλῃ, ὡς εἶναι τὰ αἴτια τρία, ὕλην, εἶδος, ποιοῦν, ὡς τῷ εἴδει συναριθμουμένου καὶ τοῦ τέλους·1 δοκεῖ γὰρ ἐν τοῖς γινομένοις φύσει τοῦτ’ εἶναι τέλος. εἰ δὴ ἐν πᾶσι τοῖς γινομένοις τοσαῦτά τε καὶ ταῦτα τὰ αἴτια, καὶ ἡ πῆξις δὲ τῶν γινομένων, εἴη ἂν καὶ πήξεως αἴτια ταῦτα, ὁμοίως καὶ διαχύσεως, ὅπερ ἐστὶν ἐναντίον τῇ πήξει, ἀλλὰ καὶ τοῦ ξηραίνεσθαί τε καὶ ὑγραίνεσθαι, δι’ ὧν τὸ πήγνυσθαί τε καὶ διαχεῖσθαι, ὡς ἐρεῖ. λέγει δὲ καὶ τίσι χρώμενον δυνάμεσι τὸ ποιοῦν ποιεῖ· ὅτι γὰρ τῷ θερμῷ τε καὶ ψυχρῷ. αὗται γὰρ ἦσαν αἱ δυνάμεις ποιητικαί, τῷ διὰ τούτων τὸ ποιοῦν ποιεῖν· θερμαῖνον γὰρ ἢ ψῦχον ποιεῖ. εἰ δ’ οὕτως καὶ διὰ τούτων ποιεῖ τὸ ποιοῦν, εἴη ἂν καὶ τὸ ἐν τῷ πάσχοντι γινόμενον πάθος παρουσίᾳ θερμοῦ γινόμενον ἢ ψυχροῦ.
“此外,必须是凝固的。” 在假定了一切被限定界限的物体要么是硬的要么是软的之后,他又给它加上了另一种状态;因为他说,被限定界限的物体必须是凝固的;因为硬物因某种凝固而是硬的,软物也因某种凝固而是软的;因为一切被限定界限且组合而成的物体,无论是软还是硬,都是在某种特定性质的凝固中成为如此的;因此没有任何复合且被限定界限的物体能够没有凝固而存在。所以对于论述物体状态的人而言,关于凝固的论述是必要的。于是,在论述凝固时,他通过重新考察诸原因来进行论述。他说,质料之外的原因有两个,即作用因与状态,他所说的状态是指由作用因在质料中所生成的形式,因此原因有三个:质料、形式、作用因,因为目的也是与形式一同被计算在内的;因为在自然生成的事物中,这〔形式〕似乎就是目的。既然在一切生成的事物中诸原因有如此之多且是这些,而凝固也是生成的事物之一,那么这些原因也将是凝固的原因,同样也是作为凝固的相反者的融解的原因,而且也是干燥与湿润的原因,如他将要说的,凝固与融解正是通过干燥与湿润而发生的。他还说明了作用因运用什么能力进行作用;即它借助于热与冷进行作用。因为这些正是作用能力,由于作用因通过它们来进行作用;因为它或是通过加热或是通过冷却来进行作用。如果作用因是这样并通过这些来进行作用,那么在受动者中所生成的状态也必然是由于热或冷的临在而生成的。
"Ἐπεὶ δὲ τὸ πήγνυσθαι ξηραίνεσθαί πώς ἐστιν·" Εἰπὼν περὶ σκληροῦ τε καὶ μαλακοῦ, ἃ πρῶτα πάθη εἶπεν εἶναι τῶν συνθέτων τε καὶ ὡρισμένων σωμάτων, καὶ μετὰ ταῦτα περὶ πήξεως εἰπεῖν προθέμενος (καὶ γὰρ τοῦτο τὸ πάθος ἐν τοῖς σώμασιν ὑπὸ τῶν ποιητικῶν δυνάμεων γίνεται), πρὸ τοῦ τί ποτέ ἐστι πῆξις εἰπεῖν πρῶτον περὶ τοῦ ξηραίνεσθαι λέγει, ἐπεὶ καὶ τὸ πήγνυσθαι ὑπὸ τὸ ξηραίνεσθαι· τὸ γὰρ πηγνύμενον ξηραίνεταί πως. λέγει δὴ τὸ πάσχον ἢ ὑγρὸν εἶναι ἢ ξηρὸν ἢ ἐκ τούτων· αὗται γὰρ ἦσαν αἱ δυνάμεις αἱ παθητικαί. ἔκειτο δὲ εἶναι τοῦ μὲν ὑγροῦ τὸ ὕδωρ, τοῦ δὲ ξηροῦ τὴν γῆν, τουτέστι τῷ μὲν ὑγρῷ εἰδοποιεῖσθαι τὸ ὕδωρ, τῷ δὲ ξηρῷ τὴν γῆν. διὰ γὰρ τοῦτο τῶν σωμάτων τῶν ἐχόντων ἐν αὑτοῖς ὑγρότητα ἢ ξηρότητα ταῦτά ἐστι τὰ παθητικά· ἔχει μὲν γὰρ καὶ τὸ πῦρ ξηρότητα καὶ ὁ ἀὴρ ὑγρότητα, ἀλλὰ τῷ μὴ κατὰ ταύτας τὰς δυνάμεις εἰδοποιεῖσθαι οὐ παθητικὰ ταῦτα. ἐπεὶ δὲ παθητικὰ μὲν ὕδωρ τε καὶ γῆ, ἔστι δ’ ἐν ἀμφοτέροις ἡ ψυχρότης (ἥ τε γὰρ γῆ πρὸς τῷ ξηρῷ καὶ τὸ ψυχρὸν ἔχει τό τε ὕδωρ πρὸς τῷ ὑγρῷ καὶ ψυχρόν ἐστι), διὰ τοῦτο καὶ τὸ ψυχρὸν μᾶλλον δοκεῖ τῶν παθητικῶν ἢ τῶν ποιητικῶν εἶναι. ἐπεὶ δὲ ἔκειτο τὸ μὲν ψυχρὸν ποιητικὸν εἶναι, εἶπε δὲ αὐτὸ παθητικὸν νῦν μᾶλλον τῷ εἶναι ἐν τοῖς πάσχουσι σώμασι, λέγει πῶς ἐστι ποιητικόν· ὡς γὰρ φθαρτικόν· ἐπεὶ γὰρ καὶ τὸ φθείρειν ποιεῖν, τὰ δὲ φθειρόμενα δι’ ὑπερβολὴν ψυχρότητος καὶ κατ’ ἐπικράτειαν φθείρεται, οὕτως ποιητικὸν τὸ ψυχρόν· ἢ ὡς κατὰ συμβεβηκός· ὅταν γάρ τι ὑπὸ τοῦ θερμοῦ γένηται ἢ τῷ συνάγοντος καὶ πυκνοῦντος τοῦ ψυχροῦ εἰς ἓν ἀθροίζεσθαι τὸ ἐν τῷ ψυχομένῳ ἐνυπάρχον θερμόν, ὡς ἐπὶ τῶν βροντῶν ἐγίνετο καὶ τῶν ἀστραπῶν, ἀλλὰ καὶ αἱ πέψεις οὕτως, ἢ τῷ ἀντιπεριίστασθαι τὸ θερμὸν μεταχωροῦν καὶ ὑποχωροῦν τῷ ψυχρῷ,2 ὡς γίνεται τοῦ χειμῶνος τὰ κατὰ γῆν τε καὶ ὑπὸ γῆν θερμότερα· διὸ καὶ αἱ πηγαὶ τοῦ χειμῶνος θερμότεραι. δοκεῖ γὰρ τούτων τὸ ψυχρὸν αἴτιον εἶναι, οὐ προσεχῶς αὐτὸ ποιοῦν, ἀλλὰ τῷ τὸ θερμὸν ἠθροῖσθαι καὶ γεγονέναι τοσοῦτον ὥστε ποιεῖν, ἢ τοῦ ἐν τοῖσδε τοῖς τόποις εἶναι παρὰ τοῦ ψυχροῦ τὴν αἰτίαν ἔχειν.
“既然凝固在某种意义上就是干燥;”在论述了硬与软之后——他说过这些是复合且被限定界限的物体的第一位状态——,并在这些之后提议论述凝固(因为这种状态也是通过作用能力在诸物体中生成的),在说明凝固究竟是什么之前,他首先论述了干燥,因为凝固也隶属于干燥;因为被凝固之物在某种意义上是被干燥了的。于是他说,受动者要么是湿的,要么是干的,要么是由它们组成的;因为这些正是受动能力。此前已经确定,水属于湿,而土属于干,也就是说,水由湿赋予定形,而土由干赋予定形。因为正因如此,在自身中具有湿性或干性的诸物体中,这些是受动的物体;因为火也具有干性,气也具有湿性,但由于它们不是根据这些能力被赋予定形的,所以它们不是受动的。既然水与土是受动的,且在这两者中都存在着冷(因为土除了干之外还具有冷,水除了湿之外也是冷的),正因如此,冷似乎也更属于受动者而非作用者。然而,既然此前已经确定冷是作用性的,而他现在却由于冷存在于受动诸物体中而说它更属于受动者,他就说明了冷是如何成为作用因的:即作为破坏性的;因为既然破坏也是一种作用,而被破坏的事物是由于冷的过度和因其占据支配地位而被破坏的,所以在这种意义上冷是作用性的;或者冷是作为偶性上的原因;因为每当某物由热生成——要么是由于冷聚合并凝缩,使得存在于被冷却之物中的内蕴之热聚集为一(正如在雷与闪电中发生的那样,而且诸种消化熟化也是这样发生的),要么是由于热在向冷移位并退让时发生反包围(正如在冬天地上与地下的事物变得更热;正因如此冬天的泉水也更热)——之时〔,冷便是偶性地起作用的〕。因为冷似乎是这些现象的原因,这并非因为它自身直接产生它们,而是因为热聚集并变得如此巨大以至于能够产生作用,或者说热在这些特定地方存在是从冷那里获得了原因。
- 4.10ὡς τῷ εἴδει συναριθμουμένου καὶ τοῦ τέλους
连词 ὡς 后接属格绝对结构(τῷ εἴδει συναριθμουμένου καὶ τοῦ τέλους),引出前文断言“原因共有质料、形式与作用因三个”的说明理由。四因中的目的因并未被遗漏,而是由于在自然生成中形式即是目的,因而被合并计入形式之中。
- 4.11ὅταν γάρ τι ὑπὸ τοῦ θερμοῦ γένηται ἢ τῷ συνάγοντος καὶ πυκνοῦντος τοῦ ψυχροῦ εἰς ἓν ἀθροίζεσθαι τὸ ἐν τῷ ψυχομένῳ ἐνυπάρχον θερμόν, ὡς ἐπὶ τῶν βροντῶν ἐγίνετο καὶ τῶν ἀστραπῶν, ἀλλὰ καὶ αἱ πέψεις οὕτως, ἢ τῷ ἀντιπεριίστασθαι τὸ θερμὸν μεταχωροῦν καὶ ὑποχωροῦν τῷ ψυχρῷ
此句为说明冷如何偶性地(ὡς κατὰ συμβεβηκός)发挥作用因功能的复合句。在由 ὅταν 引导的从句(谓语为 γένηται)下,两个表示方式或原因的带冠词与格不定词通过 ἢ... ἤ 构成并列:ἢ τῷ... ἀθροίζεσθαι(“要么由于热聚集为一”)与 ἢ τῷ ἀντιπεριίστασθαι(“要么由于热发生反包围”)。在前一个不定词结构中,还嵌套了一个属格绝对结构(συνάγοντος καὶ πυκνοῦντος τοῦ ψυχροῦ),并插述了雷电与消化等自然现象的例证。
