- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:199.25-201.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象学》382a8,阐述了由干湿混合而成的有界物体的首要状态——硬与软的定义,区分了绝对的硬软与相对的硬软,并说明了触觉如何通过自身的中道(mesotes)充当判定硬软的标准。
" Τῶν δὲ σωματικῶν παθημάτων ταῦτα πρῶτα ἀνάγκη ὑπάρχειν." Δείξας ὅτι πᾶν ὡρισμένον σῶμα ἐκ ξηροῦ τε καὶ ὑγροῦ τὴν σύνθεσιν ἔχει, προστίθησιν ὅτι πᾶν τὸ ὡρισμένον, τουτέστιν ἐκ ξηροῦ τε καὶ ὑγροῦ συγκείμενον, ἀνάγκη πρὸ τῶν ἄλλων παθῶν ἢ σκληρότητα ἢ μαλακότητα ἔχειν· τὸ μὲν γὰρ πλεῖον ἔχον τοῦ ξηροῦ σκληρόν, τὸ δὲ τοῦ ὑγροῦ μαλακόν. εἰπὼν δὲ τῶν ὡρισμένων σωμάτων ἀναγκαῖον ἕκαστον ἢ σκληρὸν ἢ μαλακὸν εἶναι, τί τὸ σκληρὸν καὶ τί τὸ μαλακόν ἐστι λέγει. σκληρὸν μὲν οὖν φησιν εἶναι τὸ μὴ ὑπεῖκον εἰς αὑτὸ κατὰ τὸ ἐπίπεδον, τουτέστι τὸ μὴ εἶκον κατὰ τὴν ἐπιφάνειαν, ἀλλ’ ἀντιβαῖνον καὶ ἀντιτυποῦν, μαλακὸν δὲ τὸ ὑπεῖκον τῷ μὴ ἀντιπεριίστασθαι,1 τουτέστι τὸ εἶκον κατὰ τὴν ἐπιφάνειαν τῇ ἁφῇ τῷ συστέλλεσθαι, ἀλλὰ μὴ τῷ διαιρούμενον ἀντιπεριίστασθαι. τὸ γὰρ ὕδωρ καὶ ὁ ἀήρ, καίτοι εἴκοντα τῇ ἁφῇ, οὐ μαλακά· εἴκει γὰρ τῷ διαιρούμενα ἀντιπεριίστασθαι, ἀλλ’ οὐ τῷ τὴν ἐπιφάνειαν αὐτῶν συνεχῆ μένουσαν συστέλλεσθαι εἰς τὸ βάθος, καθ’ ὃ θλίβεται. ὁρισάμενος δὲ τό τε σκληρὸν καὶ τὸ μαλακόν, ἐπεὶ τῶν συνθέτων σωμάτων τὰ μὲν ἁπλῶς ἔστι τε καὶ λέγεται σκληρὰ ἢ μαλακά, τὰ δὲ πρὸς ἄλληλα (τὸ γὰρ αὐτὸ πρὸς ἄλλο μὲν σκληρόν, πρὸς ἄλλο δὲ μαλακόν ἐστι), λέγει ὅτι τὰ μὲν ἁπλῶς μαλακὰ ἢ ἁπλῶς σκληρά, ἀλλὰ μὴ κατὰ τὴν πρὸς ἄλληλα σύγκρισιν, τὰ τοὺς εἰρημένους ἐπιδεχόμενα λόγους ἐστίν, πρὸς ἄλλα δὲ σκληρὰ ἢ πρὸς ἄλλα μαλακὰ τὰ πρὸς ἐκεῖνα τοιαῦτα, καὶ ἐκείνων μᾶλλον τοὺς λόγους ἐπιδεχόμενα·2 τοιαῦτα γὰρ τὰ σκληρότερα, ὡς ἐκείνων ὧν σκληρότερα ἧττον ὑπείκειν κατὰ τὴν ἐπιφάνειαν, καὶ πάλιν μαλακώτερα τὰ ὑπείκοντα μᾶλλον τῷ κατὰ τὴν ἐπιφάνειαν εἰς βάθος συστέλλεσθαι. τὰ μὲν οὖν πρὸς ἄλληλα λεγόμενα σκληρὰ καὶ μαλακὰ ἀλλὰ μὴ ἁπλῶς ἀόριστά ἐστι· κατὰ γὰρ τὸ μᾶλλον καὶ τὸ ἧττον τὸ ἀόριστον ἐν αὐτοῖς· τὰ δὲ ἁπλῶς σκληρὰ καὶ ἁπλῶς μαλακὰ οὐκέτ’ ἀόριστα· οὐ γὰρ ἂν ἦν ἁπλῶς. ἐφεξῆς δὲ τὰ σκληρὰ καὶ μαλακὰ ἁπλῶς τίνι συγκρίνεται καὶ τίνι ὁρίζεται λέγει. ἐπεὶ γὰρ πάντων τῶν αἰσθητῶν ἡ οἰκεία αἴσθησις κριτήριον, δῆλον ὅτι καὶ τῶν σκληρῶν τε καὶ τῶν μαλακῶν ἡ ἁφή· αὕτη οὖν ὁρίζει τὸ ἁπλῶς σκληρόν τε καὶ μαλακόν. λέγει δὲ καὶ πῶς ὁρίζεται· ἐπεὶ γὰρ ἡ ἁφὴ ἐν μεσότητί ἐστιν ἐκείνων ὧν αἰσθάνεται, (οὐ γὰρ οὕτως αἰσθάνεται τῶν ἁπτῶν ἡ ἁφὴ ὡς ἡ ὄψις τῶν χρωμάτων· ἡ μὲν γὰρ τῷ μὴ ἔχειν οἰκεῖον χρῶμα ἀντιληπτικὴ πάντων ἐστὶ τῶν χρωμάτων, τῷ δέχεσθαι αὐτῶν τὰ εἴδη, ἡ δὲ ἁφὴ οὐ τῷ ἔξω τῶν ἁπτῶν εἶναι παθῶν οὕτως αὐτῶν τὴν ἀντίληψιν ποιεῖται· ἀδύνατον γὰρ σῶμά τι ὂν ἐνεργείᾳ μὴ μετά τινων ἁπτῶν παθῶν εἶναι· τούτοις γὰρ ὥρισται τὸ σῶμα· σῶμα δὲ καὶ δι’ οὗ ἡ ἁφή, ἁπτὸν ἄρα καὶ αὐτό), οὐ τῷ μὴ ἔχειν οὖν ταῦτα τὰ πάθη, ἀλλὰ τῷ ἐν μεσότητι αὐτῶν εἶναι ἀμφοῖν τῶν ἐναντιώσεων ἐπ’ ἴσης μετέχουσα καὶ ἐξ αὐτῶν κεκραμένη τῶν ὑπερβολῶν καὶ τῶν ἐλλείψεων διὰ τῆς μεσότητος ταύτης ἀντιλαμβάνεται. διὸ οὐ πάντων αἰσθάνεται τῶν ἁπτῶν ἡ ἁφή, ὥσπερ ἡ ὄψις πάντων τῶν χρωμάτων· οὔτε γὰρ τοῦ ὁμοίως θερμοῦ οὔτε τοῦ ὁμοίως αὐτῇ σκληροῦ ἢ μαλακοῦ ἢ σκληροῦ ἢ ὑγροῦ ἡ ἁφὴ ἀντιληπτική, ἀλλὰ καθ’ ἕκαστον τούτων τοῦ ὑπερβάλλοντος αὐτὴν καὶ τοῦ ἐνδέοντος, καὶ ἐπὶ σκληροῦ καὶ μαλακοῦ τὸν αὐτὸν τρόπον. ἔσται οὖν σκληρὸν μὲν ἁπλῶς τὸ κατὰ τοῦτο ὑπερβάλλον τὴν τῆς ἁφῆς μεσότητα καὶ οὕτως αὐτῇ ἀντιληπτὸν ὡς μὴ ὑπεῖκον· πάλιν δ’ αὖ μαλακὸν ἁπλῶς, οὗ ἡ αἴσθησις ἀντιλαμβάνεται διὰ τὸ μᾶλλον αὐτῇ ὑπείκειν. ὥστε ἔσται τὸ μὲν ἁπλῶς σκληρόν, οὗ ἡ ἁφὴ μαλακωτέρα οὖσα ἀντιλαμβάνεται, τὸ δὲ ἁπλῶς μαλακόν, οὗ ἡ ἁφὴ σκληροτέρα οὖσα ἀντιλαμβάνεται. καὶ ἡ μὲν ἁφὴ κατὰ τοῦτο μεσότης· λέγονται δὲ αἱ αἰσθήσεις μεσότητες καὶ καθ’ ὅσον ἀμφοτέρων τῶν ἐναντίων ἀλλήλοις εἰδῶν εἰσι δεκτικαί· τὸ γὰρ τῶν ἐναντίων δεκτικὸν μέσον πως ἐκείνων. ἔτι καὶ κατὰ τοῦτο μεσότητες, καθ’ ὅσον ὑπὸ μὲν τῶν ἐνδειῶν καὶ τῶν ὑπερβολῶν τῶν αἰσθητῶν φθείρονται, ὑπὸ δὲ τοῦ συμμέτρου τε καὶ μέσου σώζονται. τὸ δὲ λεπτὸν καὶ μαλακὸν εἶναί φαμεν. ἀντὶ τοῦ τὸ δὲ ἐνδιδὸν εἶπε τὸ δὲ λεπτόν· τὸ γὰρ λεπτὸν ἐνδοτικόν, ὥσπερ αὖ καὶ τὸ παχὺ ἀντιβατικόν. ἀποδίδωσι δὲ καὶ αἰτίαν τοῦ πᾶν ὡρισμένον σῶμα ἢ σκληρὸν ἢ μαλακὸν εἶναι· ἢ γὰρ ὑπείκειν αὐτὸ τῇ ἁφῇ ἀνάγκη ἢ μή, ὧν τὸ μὲν μαλακοῦ, τὸ δὲ σκληροῦ.3
“在身体的状态中,这些必然作为最初者而存在。” 在表明了一切被限定界限的物体都是由干与湿复合而成之后,他补充道,一切被限定界限之物,即由干与湿组成之物,必然在其他状态之前具有硬度或软度;因为含有较多干的是硬的,含有较多湿的是软的。在说明了被限定界限的物体中每一个都必然要么是硬的要么是软的之后,他阐述了什么是硬,什么是软。于是他说,硬是在平面上不向自身退让的事物,即不在表面上退让、反而反抗且抵抗的事物;而软则是通过不发生相互位移而退让的事物,即在表面上通过收缩而向触觉退让、而不是在被分割时通过发生相互位移而退让的事物。因为水和气尽管向触觉退让,却不是软的;因为它们是在被分割时通过相互位移而退让,而不是通过它们的表面在保持连续的同时向其受压的深度收缩而退让。在定义了硬与软之后,由于在复合的物体中,有些事物绝对是硬或软的、且被如此称呼,而有些事物则是相对于彼此而言的(因为同一事物相对于某一事物而言是硬的,相对于另一事物而言则是软的),他说,那些绝对是软或绝对是硬的、而非根据彼此间的比较而言的事物,是接纳上述定义的事物;而相对于他物而言是硬或相对于他物而言是软的事物,则是相对于那些事物具有此种性质,且比那些事物更能接纳那些定义的事物;因为较硬的事物是这样一种事物,即它们比那些比之较软的事物在表面上退让得更少,而较软的事物反过来则是通过在表面上向深度收缩而退让得更多的事物。因此,那些相对于彼此而非绝对被称为硬与软的事物是不确定的;因为它们之中的不确定性是根据“较多”与“较少”而定的;但那些绝对是硬和绝对是软的事物则不再是不确定的;否则它们就不会是绝对的了。接着,他阐明了绝对是硬和绝对是软的事物是与何物相比较、并由何物来限定界限的。因为既然固有感觉是一切感觉对象的判定标准,那么显然触觉也就是硬与软的判定标准;因此,触觉限定了绝对是硬与软的事物。他还说明了它是如何被限定界限的;因为既然触觉处于它所感知的对象的中道之中(因为触觉感知触觉对象的方式并不像视觉感知颜色那样;视觉由于没有自身固有的颜色,通过接受它们的形式而能够感知一切颜色,但触觉并不是通过处于触觉状态之外而对它们进行把握的;因为任何在现实活动中存在的物体都不可能不伴随某些触觉状态;因为物体就是由这些状态限定界限的;而触觉所赖以发生的媒介也是物体,所以它自身也是可触的),所以,触觉并非通过不具有这些状态,而是通过处于它们的中道之中,平等地分有这两组对立并由它们调合而成,借助这一中道来把握过度与不足。正因如此,触觉并不像视觉感知一切颜色那样感知一切触觉对象;因为触觉既不能感知与自身同样热的事物,也不能感知与自身同样硬或软、或干或湿的事物,而是在这每一项中感知超过自身者与不及自身者,在硬与软上也是以同样的方式。因此,在此方面超过触觉之中道、并因此作为不退让之物而能被触觉所把握的,将是绝对硬的事物;反之,感觉由于某物向它退让得较多而把握到的,则是绝对软的事物。因此,触觉作为较软者所把握的将是绝对硬的事物,而触觉作为较硬者所把握的将是绝对软的事物。触觉在此方面是一种中道;但诸感觉就其能接受彼此相反的两种形式而言,也被称为中道;因为能接受相反者之物在某种意义上是它们的中介。此外,诸感觉在此方面也是中道,即它们会因感觉对象的不足与过度而被破坏,却会被适度与中道所保全。在“我们说稀薄(细微)之物也是软的”这一句中,他用“稀薄(细微)之物”代替了“顺从让步之物”;因为稀薄之物是顺从让步的,正如粗厚之物是抵抗的一样。他还给出了每一个被限定界限的物体要么是硬要么是软的原因;因为物体必然要么向触觉退让,要么不退让,其中前者属于软的特征,而后者属于硬的特征。
- 4.9μαλακὸν δὲ τὸ ὑπεῖκον τῷ μὴ ἀντιπεριίστασθαι
与格动名词短语 τῷ μὴ ἀντιπεριίστασθαι 作 ὑπεῖκον 的手段或方式状语。它与下文的 τῷ συστέλλεσθαι 以及 ἀλλὰ μὴ τῷ διαιρούμενον ἀντιπεριίστασθαι 相对照,限定了“软”的退让并不是像水或气那样在被分割时发生位置的置换,而是通过表面连续收缩来实现退让。
- 4.9ἐκείνων μᾶλλον τοὺς λόγους ἐπιδεχόμενα
属格 ἐκείνων 是比较属格,从属于副词 μᾶλλον(“比那些[被比较的事物]更多地”)。它表明相对硬或相对软的事物比与之相比较的对象在更大程度上接纳硬与软的定义(λόγος)。
- 4.9ὧν τὸ μὲν μαλακοῦ, τὸ δὲ σκληροῦ
ὧν 是部分属格关系代词,先行词是紧接在前的二者择一结构“退让或不退让”(ὑπείκειν ... ἢ μή)。表语属格 μαλακοῦ 与 σκληροῦ 是特征/所有属格(“是软者的特征……是硬者的特征”),省略了系动词 ἐστί。
