← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§19.20-20.29

双重蒸发物的产生与可燃引火物的分层

针对亚里士多德在《气象论》第一卷第四章(341b1)中转向探讨燃烧火焰等现象之成因,亚历山大阐述了双重蒸发物(湿润的水汽与干燥的烟状蒸发物)的产生,以及由此形成的宇宙分层结构(上层的“引火物”与下层的气)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#1

" Τούτων δὲ διωρισμένων λέγωμεν διὰ τίνα αἰτίαν αἵ τε φλόγες αἱ καιόμεναι φαίνονται." Εἰπὼν περί τε τοῦ μεταξὺ σώματος, ὃν ἀέρα καλοῦμεν, ὁποῖόν τι τὴν φύσιν ἐστίν, εἰπὼν δὲ καὶ περὶ τῆς ἀπὸ τῶν οὐρανίων καὶ τῆς ἐκείνων κινήσεως γινομένης ἐν τοῖς ἐνταῦθα θερμότητος (χρήσιμα γὰρ ἦν ταῦτα διορισθέντα αὐτῷ πρὸς τὴν τῶν προκειμένων ζήτησιν, ἦν δὲ ἡ πρόθεσις αὐτῷ τὰς αἰτίας ἀποδοῦναι τῶν ἐν τοῖς μετεώροις συνισταμένων), ἐπὶ τὸν περὶ τούτων λόγον μέτεισι,1 καὶ ζητεῖ περὶ πρώτων τῶν συνισταμένων φασμάτων ἐν τῷ μετὰ σελήνην σώματι, ὅπερ ἐστὶ τὸ καλούμενον ὑπέκκαυμα. πάντα μὲν οὖν τὰ ἐν ἐκείνῳ συνιστάμενα, περὶ ὧν προτίθεται, τὰ αὐτὰ κατά τε τὸ ὑποκείμενόν ἐστι καὶ κατὰ τὴν ποιητικὴν αἰτίαν, ἡ δὲ διαφορὰ αὐτῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον, ὡς καὶ αὐτὸς λέγει, καὶ κατὰ τὰ σχήματά τε καὶ τὰς κινήσεις, ἀφ’ ὧν αὐτοῖς καὶ τὰ ὀνόματα. ἀρχὴν δὲ καὶ αἰτίαν τούτων ὧν κατηριθμήσατο καὶ πάντων τῶν τοιούτων ἀποδίδωσι ταύτην· ὥσπερ ἀπὸ τῶν ἄλλων σωμάτων τῶν θερμαινομένων ἀτμοί τινες καὶ ἀναθυμιάσεις γίνονται, οὕτω δὲ καὶ ἀπὸ τῆς γῆς ὑπὸ τοῦ ἡλίου θερμαινομένης (ὅπως δὲ θερμαίνεται, προείρηται) ἀναθυμίασίς τις γίνεται. ἀλλὰ αὕτη ἡ ἀναθυμίασις οὐχ ἁπλῆ ἐστιν, ὡς φαίνεται, ἀλλ’ ἐπειδὴ ἀπὸ δύο φύσεων καὶ διαφόρων γίνεται, διττὴ καὶ αὐτὴ καὶ διάφορος. γίνεται δὲ ἔκ τε τοῦ περὶ τὴν γῆν ὑγροῦ καὶ ἀπ’ αὐτῆς τῆς γῆς οὔσης ξηρᾶς. τὴν μὲν οὖν ἀπὸ τοῦ ὑγροῦ γινομένην ἀναθυμίασιν ἀνάγκη ὑγροτέραν εἶναι, τὴν δ’ ἀπὸ τοῦ ξηροῦ ξηροτέραν. καλεῖται δὲ ἡ μὲν ὑγρὰ ἀτμίς, ἡ δὲ ξηροτέρα καπνώδης τε καὶ μᾶλλον πνευματώδης, ἄμφω δὲ θερμότητος μετέχουσαι, τῷ διὰ θερμότητα γίνεσθαι. τούτων δὲ τὴν μὲν ξηροτέραν τε καὶ καπνώδη ἐπιπολάζειν διὰ κουφότητά τε καὶ θερμότητα· τὸ γὰρ ξηρὸν θερμότητα προσλαβὸν κοῦφον· τοιαύτη γὰρ ἡ τοῦ πυρὸς φύσις· τὴν δὲ ὑγροτέραν τε καὶ ὑδατώδη ὑφίστασθαι2 διὰ βαρύτητα. γίνεται μὲν γὰρ τὸ ὑγρὸν θερμότητα προσλαβὸν ἀήρ, ἔχει δέ τι καὶ βάρος ὁ ἀήρ. διὰ δὲ τὴν διττὴν ταύτην ἀναθυμίασιν καὶ τὴν προειρημένην τάξιν αὐτῆς φησιν οὕτως διακεκοσμῆσθαί τε καὶ τετάχθαι τὸ πέριξ, τουτέστι τὸ περὶ τὴν γῆν σῶμα τὸ γενητὸν δηλονότι. καὶ λέγει τὴν τάξιν αὐτοῦ· πρῶτον μὲν γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν, τουτέστι τὸ κυκλοφορικόν τε καὶ θεῖον σῶμα, ἔστι σῶμα τὸ ξηρόν τε καὶ θερμόν, οἵα ἦν ἡ ἑτέρα τῶν ἀπὸ γῆς αἰρομένων ἀναθυμιάσεων διὰ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα, ἡ ἐπιπολάζουσα, ὃ κοινῶς, φησίν, ὀνομάζομεν πῦρ, καὶ ἀπό τινος ἑνὸς τῶν ὑπὸ ταύτην τὴν ἀναθυμίασιν πᾶσαν τὴν τοιαύτην ἀναθυμίασιν ὀνομάζοντες οὕτως·3 οὐ γὰρ πᾶσα ἡ καπνώδης ἀναθυμίασις πῦρ· αὐτὸς μέντοι ὄνομα αὐτῇ τίθεται καὶ λέγει αὐτὴν ὑπέκκαυμα. καὶ τὴν αἰτίαν τοῦ ὀνόματος ἀπέδωκεν, ὅτι μάλιστα τῶν ἄλλων σωμάτων τὸ τοιοῦτον ἐκκαίεσθαι πέφυκε καὶ πῦρ τε καὶ φλὸξ γίνεται. [τὸ ἀνώνυμον γὰρ τὸ κοινὸν τὸ ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως εἶπε διὰ τὸν καπνόν· οὐ πᾶσα μὲν γὰρ ἡ τοιαύτη διάκρισις καπνός, ἡμεῖς δὲ διὰ τὸ μὴ κεῖσθαι ὄνομα κοινὸν τῇ τοιαύτῃ ἀναθυμιάσει καπνώδη καλοῦμεν αὐτήν.] μετὰ δὲ τοῦτο τὸ σῶμα καὶ ὑπὸ τοῦτό φησιν εἶναι τὸν ἀέρα, ἥτις ἐστὶν ὑγρά τε καὶ θερμὴ φύσις ἡ ἑτέρα τῶν ἀναθυμιάσεων.

“这些问题既已确定,我们就来谈谈燃烧的火焰显现是由于何种原因。” 在既论述了居间的物体(即我们称之为气的物体)其本性是怎样的,又论述了源自天体及其运动在下界此处所产生的热之后(因为这些事情由他加以确定,对于摆在面前的论题的探求是有用的,而他的意图正是要交代在气象现象中形成的诸现象的原因),他便过渡到关于这些事情的论述,并首先探求在月亮之后的物体中形成的诸显象,这也就是所谓的“引火物”。因此,在该物体中形成的他所提出的所有事物,无论就基底而言还是就作用因而言都是相同的,但它们的差异在于程度的多与少(正如他自己所言),并且在于其形状和运动,它们的名字也由此而来。而对于他所列举的这些事物以及所有此类事物,他给出了如下的本原与原因:正如从其他被加热的物体中会产生某些水汽和蒸发物一样,从被太阳加热的大地(关于大地如何被加热,先前已作说明)也会产生某种蒸发物。但这种蒸发物看来并非单一的,而是由于它产生自两种不同的本性,其自身也是双重且有差异的。它既产生于大地周围的湿物,也产生于大地自身,因为大地是干燥的。因此,从湿物产生的蒸发物必然更湿润,而从干燥物产生的则更干燥。湿润的被称为水汽,而更干燥的则被称为烟状且更具气性的,二者都分有热,因为它们是因热而产生的。在这些蒸发物中,更干燥且烟状的因轻和热而浮于表面(因为干燥物接受了热之后便变轻,火的本性就是如此),而更湿润且水状的则因重而下沉。因为湿物接受了热便成为气,而气也具有某种重量。他说,由于这种双重的蒸发物及其前述的秩序,周围的区域——显然即大地周围的可生成物体——便被如此整饬和配置。接着他陈述了其秩序:因为首先在周向运动之下,即在做周向运动的神圣物体之下,存在着干燥而热的物体,它如同由于来自太阳的热而从大地升起的两种蒸发物中的一种,即浮于表面者,他说,我们通常称之为火,并且依归于此种蒸发物之下的某一特定事物来如此命名所有这类蒸发物(因为并非所有烟状蒸发物都是火);然而他自己为其赋予了一个名称,称之为“引火物”。并且他给出了该名称的原因,即与其他物体相比,此类物体在本性上最易被点燃,并变成火与火焰。[因为他通过烟来指称适用于所有烟状分离物的无名的共同之物;因为并非所有此类分离物都是烟,但由于未给此类蒸发物确立共同的名称,我们便称其为烟状的。]他说,在此物体之后且在其之下存在着气,它乃是两种蒸发物中的另一种,即湿润而热的本性。

语法注3 条
  1. 1.12Εἰπὼν περί τε τοῦ μεταξὺ σώματος... μέτεισι

    相对于主句动词 μέτεισι(“过渡到”),前面的 Εἰπὼν περί τε... εἰπὼν δὲ... 构成了表示时间与逻辑前提的状语性分词短语。括号内的 χρήσιμα γὰρ ἦν... 是一个原因从句,说明为何亚里士多德预先展开了前述讨论,整句的句法骨架为 Εἰπὼν... ἐπὶ τὸν περὶ τούτων λόγον μέτεισι, καὶ ζητεῖ....

  2. 1.12τούτων δὲ τὴν μὲν ξηροτέραν τε καὶ καπνώδη ἐπιπολάζειν... τὴν δὲ ὑγροτέραν τε καὶ ὑδατώδη ὑφίστασθαι

    不定词 ἐπιπολάζειν 与 ὑφίστασθαι 属于宾格加不定词结构,在句法上受语境中承前的言说动词(如 φησί)所支配。宾格名词短语 τὴν μὲν ξηροτέραν... 与 τὴν δὲ ὑγροτέραν... 分别充当它们各自的逻辑主语。

  3. 1.12καὶ ἀπό τινος ἑνὸς τῶν ὑπὸ ταύτην τὴν ἀναθυμίασιν πᾶσαν τὴν τοιαύτην ἀναθυμίασιν ὀνομάζοντες οὕτως

    紧接在主要动词 ὀνομάζομεν(“我们命名”)之后的主格复数分词 ὀνομάζοντες 与主语“我们”同位,以复述的方式附加规定了该命名的具体方式(即以从属于其下的某一种代表性事物来命名整个蒸发物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:19.20-20.29