← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§1.3-2.34

自然学著作的次序与气象学的对象

亚历山大以亚里士多德《气象论》开篇(338a20)为依据,梳理了自然哲学诸论著(《物理学》《论天》《论生成和消灭》《气象论》)的研究次序与逻辑关联,并界定了气象学所特有的研究对象(秩序较不规则的自然现象)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#1

" Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης κινήσεως φυσικῆς." Ἀρχόμενος τῶν Μετεωρολογικῶν πρῶτον ἡμᾶς ὑπομιμνήσκει τῶν εἰρημένων ἐν τῇ περὶ φύσεως πραγματείᾳ, ἅμα δὲ καὶ τὴν τάξιν ἡμῖν ὑπογράφει πάσης τῆς φυσικῆς θεωρίας, τῆς τε φθανούσης ἤδη διηνύσθαι καὶ τῆς μετ’ ἐκείνην ῥηθησομένης. καὶ πρῶτον μὲν μνημονεύει τῆς ἐπιγραφομένης Φυσικῆς ἀκροάσεως, πρώτης οὔσης πραγματείας καὶ δι’ ἐκείνης πάσης τῆς φυσικῆς θεωρίας·1 ἐν ἐκείνῃ γὰρ εἴρηκε περὶ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων τῆς φύσεως καὶ περὶ πάντων τῶν εἰς τὰ περὶ τῆς φυσικῆς κινήσεως συντελούντων, ὧν πρώτων κοινῶς ἐνταῦθα μνημονεύει. δευτέρας δὲ τῆς Περὶ οὐρανοῦ· ἐν ἐκείνῃ γὰρ εἴρηκε περί τε τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα. λέγοι δ’ ἂν τὴν ἄνω φορὰν ἀντὶ τοῦ τὴν ἐξωτάτω τε καὶ κύκλῳ περιφοράν· ἐν γὰρ ταύτῃ ἡ τῶν ἄστρων διακόσμησις. περὶ οὗ σώματος ὅτι τε ἄλλο ἐστὶ τῶν τεσσάρων ἁπλῶν σωμάτων τε καὶ στοιχείων καὶ ὅτι ἀγένητόν τε καὶ ἄφθαρτον καὶ ὅτι ἀναυξές τε καὶ ἀναλλοίωτον, εἴρηκεν ἐν τῷ πρώτῳ τῆς πραγματείας ἐκείνης. εἴρηκε δὲ καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν ἐν ἐκείνῃ τῇ πραγματείᾳ, πόσα τε, [καὶ ποῖα καὶ τίνα] ὅτι πέντε τὰ πάντα, καὶ τίνα, ὅτι τὰ τέσσαρα μετὰ τοῦ κυκλοφορικοῦ σώματος πέμπτου· ταῦτα γὰρ στοιχεῖα τοῦ κόσμου. τὸ γὰρ ποῖα δηλωτικὸν ἂν εἴη τοῦ τίνα. τὸ δὲ τῶν σωματικῶν τοῖς στοιχείοις προσέθηκε δηλωτικὸν ὂν τοῦ τῶν ὡς σωματικῶν στοιχείων, ἐπεὶ πρότερόν γε καὶ ἁπλῶς στοιχεῖα ἥ τε ὕλη καὶ ὅλως τὸ ὑποκείμενον καὶ τὸ εἶδος· ταῦτα γὰρ στοιχεῖα καὶ τῶν ἁπλῶν τε καὶ πρώτων σωμάτων. τρίτης δὲ τῆς Περὶ γενέσεώς τε καὶ φθορᾶς· ἐν ταύτῃ γὰρ εἴρηκε περί τε τῆς τῶν πρώτων σωμάτων εἰς ἄλληλα μεταβολῆς, ζητήσας μὲν περὶ τούτων καὶ ἐν τῷ τρίτῳ τῶν Περὶ οὐρανοῦ, ἐν τούτοις δὲ τελειώσας τὸν περὶ αὐτῆς λόγον, ἀλλὰ καὶ περὶ τῆς κοινῆς γενέσεώς τε καὶ φθορᾶς, δείξας ὅτι τέ ἐστι καὶ τί ἐστι καὶ τίνι τῶν ἄλλων μεταβολῶν διαφέρει. τετάρτην δὲ τάσσει τὴν ἐνεστῶσαν πραγματείαν, ἣν καὶ Μετεωρολογικὴν ἐπιγράφει, ἐπειδὴ ὥς φησι καὶ οἱ πρὸ αὐτοῦ πάντες ἐκάλουν αὐτὴν μετεωρολογίαν. μέθοδον δὲ εἶπε τὴν φυσικὴν πραγματείαν τε καὶ ἐπιστήμην· εἶναι δέ φησι ταύτης τῆς πραγματείας τὸ θεωρῆσαι περὶ τῶν συμβαινόντων τε καὶ γινομένων κατὰ φύσιν μέν, ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων,2 πρῶτον μὲν στοιχεῖον λέγων τῶν σωμάτων τὸ κυκλοφορικόν τε καὶ αἰθέριον σῶμα, ἀτακτοτέραν δὲ τῆς τούτου φορᾶς ἀντὶ τοῦ οὐχ ὁμοίως εὔτακτον· οὐ γὰρ ὁμοίως εὔτακτόν ἐστι τὸ κατὰ φύσιν ἔν τε τῷ θείῳ σώματι καὶ ἐν τοῖς μετ’ αὐτό. τὸ δὲ περὶ τὸν γειτνιῶντα μάλιστα τόπον ἴσον ἂν εἴη τῷ ἀτακτοτέραν καὶ γινομένην μάλιστα περὶ τὸν γειτνιῶντα τῇ φορᾷ τῶν ἄστρων. τίς δέ ἐστιν οὗτος ὁ τόπος, καὶ τίνα τὰ μάλιστα ἀτακτότερον γινόμενα τῶν γινομένων κατὰ φύσιν, ἐδήλωσε διὰ τοῦ οἷον περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων, ὁποῖά ἐστιν οὓς καλοῦμεν διάσσοντας ἀστέρας· ταῦτα γὰρ γίνεται μὲν ἐν τῷ γειτνιῶντι τῷ θείῳ τόπῳ τε καὶ σώματι, ἀτάκτως δὲ γίνεται. μεθ’ ἃ τάξιν ἔχει τὰ ὅσα κοινὰ πάθη εἶναι δοκεῖ ἀέρος τε καὶ ὕδατος, ταῦτα δέ ἐστιν ἐμφάσεις τε καὶ διαφάσεις· τούτων γὰρ ἑκάτερον ἐν ὕδατι καὶ ἀέρι. δι’ ὧν γίνεται δῆλα τά τε περὶ τῶν ῥάβδων καλουμένων καὶ παρηλίων, περί τε ἅλω καὶ περὶ ἴριδος καὶ εἴ τινα τούτοις ὅμοιά ἐστιν. ἔτι δὲ γῆς, φησίν, ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν, μέρη μὲν γῆς ἴσως λέγων τὰ πρὸς ἕω καὶ δύσιν ἄρκτον τε καὶ μεσημβρίαν, εἴδη δὲ τὸ τὴν μὲν αὐτῆς εἶναι ὕπαντρον τε καὶ χαύνην, τὴν δὲ στερεάν τε καὶ πεπιλημένην, καὶ εἴ τινες ἄλλαι ταύταις παραπλήσιαι γῆς διαφοραί.

“那么,关于自然的本原原因以及关于一切自然的运动。” 在开启《气象论》时,他首先让我们回想起在关于自然的论著中所言及的内容,同时向我们勾勒出整个自然考察的次序,既包括已经完成的部分,也包括在其之后将被论述的部分。首先,他提到了题为《物理学》的著作,因它是第一部论著,并且通过它而成为整个自然考察的基础;因为在那部著作中,他谈及了自然的第一原理与原因,以及有助于探讨自然运动的一切事项,在此他概括性地将它们作为第一事项予以回忆。第二,他提到了《论天》;因为在那部著作中,他论述了依照向上运行而整序的星体,以及物体性的诸元素,它们共有多少以及具有怎样的性质。所谓“向上运行”,他指的可能是最外层且呈圆周的旋转;因为星体的整序便存在于这一旋转之中。关于这一物体,它不同于四种单纯物体和元素,既非生成亦非毁灭,且不增长也不改变,他在那部论著的第一卷中已经说明。在那部论著中他还论述了物体性的诸元素有多少——即总共有五种;以及它们是何物——即四种元素加上第五种圆周运动的物体;因为这些乃是宇宙的元素。所谓“具有怎样的性质”正是指明“它们是何物”。他在“元素”上附加了“物体性的”,意在指明“作为物体的元素”,因为在更先的意义上且本义上的元素乃是质料,以及普遍意义上的底层承载物与形式;因为这些甚至也是单纯而本原的物体的元素。第三,他提到了《论生成和消灭》;因为在这部著作中,他论述了本原物体之间的相互转化(关于这些他在《论天》第三卷中也曾探讨,但关于此转化的论述是在此书中完成的),而且还论述了普遍的生成与消灭,指明了其存在、其本质以及它与其它变化的差异所在。第四,他安置了当前的论著,并将其题为《气象论》,因为如他所言,在他之前的人也都称之为气象学。他将自然的研究与科学称为“探求法”;并且他说这部论著的任务是考察按照自然发生和产生、但比物体的第一元素的运动更为无序的现象——他所说的物体的第一元素是指圆周运动的以太物体,而所谓“比它的运行更为无序”是用来代替“不具有同样良好秩序”;因为神圣物体中按照自然的事物与在它之后的事物并非同样井然有序。所谓“尤其关于毗邻的区域”,等于说“更为无序且主要产生在毗邻于星体运行的区域”。至于这一区域是什么,以及在按照自然产生的事物中最为无序产生的是哪些事物,他通过“例如关于银河、彗星以及被点燃并运动的表象”作了说明,我们称之为流星的便是这类〔表象〕;因为这些现象产生在与神圣的区域及物体毗邻之处,但产生得无秩序。排在这些之后的,是看来属于空气和水共同遭受的所有现象,这些乃是反射和折射;因为它们各自发生在水和空气中。通过这些,关于所谓的日耳、幻日、晕、虹以及诸如此类的事象得以明确。他说,“此外还有大地,凡其部分、种类以及各部分的遭受”,所谓大地的“部分”大概是指东、西、北、南,“种类”是指它的一部分呈洞穴状且松散,另一部分则坚硬而紧实,以及大地的其它类似差异。

语法注2 条
  1. 1.1πρώτης οὔσης πραγματείας καὶ δι’ ἐκείνης πάσης τῆς φυσικῆς θεωρίας

    属格词 πραγματείας 与 πάσης τῆς φυσικῆς θεωρίας 在分词 πρώτης οὔσης 之后构成并列补足成分,介词短语 δι’ ἐκείνης(“通过它”)修饰后者,意为“作为第一部论著,并由此成为全部自然考察的[第一部论著]”。另一种可能是将 πάσης τῆς φυσικῆς θεωρίας 视作动词 μνημονεύει 的宾语,但从与前文 τῆς ἐπιγραφομένης Φυσικῆς ἀκροάσεως 的对应结构来看,取作分词 οὔσης 的补足成分更为顺畅。

  2. 1.1ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων

    阴性宾格比较级 ἀτακτοτέραν 呼应亚里士多德原文(338a21)中的 φύσιν,但其后比较属格中的定冠词 τῆς 之后省略了名词。正如亚历山大在紧接着的文句中所解释的那样(“ἀτακτοτέραν δὲ τῆς τούτου φορᾶς”),冠词 τῆς 后承补了 φορᾶς(运行/运动),全句意为“比物体的第一元素的[运行]更为缺乏秩序的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:1.3-2.34