← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§198.4-199.24

作为受动性质的干与湿及其对物体的限定

注解亚里士多德《气象论》卷四第4章(381b23–381b29),讨论了受动能力(干与湿)的性质、基于现实与潜能对状态的划分,以及干与湿的相互限定与混合如何构成有界限的物体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7

" Τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, λεκτέον τὰ εἴδη." Εἰπὼν περὶ τῶν ἔργων τῶν ποιητικῶν δυνάμεων, αὗται δὲ ἦσαν τὸ θερμόν τε καὶ ψυχρόν, τίνα τε καὶ πόσα ἐργάζονται ἔν τε τῇ γενέσει τῶν οὐσιῶν καὶ ἐν ταῖς ἤδη συνεστώσαις οὐσίαις, μέτεισιν ἐπὶ τὸν περὶ τῶν παθητικῶν πάλιν δυνάμεων λόγον, αἵτινές εἰσι ξηρότης τε καὶ ὑγρότης, καὶ τίνα ἐστὶ τὰ τούτων εἴδη ζητεῖ. λέγει δὲ ἀρχὰς μὲν εἶναι τῶν ἐν τοῖς σώμασι παθῶν τό τε ξηρὸν καὶ τὸ ὑγρόν· ταῦτα γὰρ ἀρχαὶ καὶ αἰτίαι ὡς ὑλικαὶ τῶν ἐν αὐτοῖς παθῶν, ἢ ταῦτα πρῶτα ἐν τοῖς σώμασι πάθη· τὰ δ’ ἄλλα πάθη τὰ τῶν σωμάτων μεμῖχθαι μέν φησιν ἐκ τούτων, ὁποτέρου δὲ μᾶλλον αὐτῶν καὶ ἐπὶ πλέον μετέχει τὰ σώματα, τούτῳ προσνέμεται τῷ πάθει. τὰ μὲν γὰρ ξηροῦ τῶν μικτῶν πλέον ἔχοντα ξηρὰ λέγεται, τὰ δὲ ὑγροῦ ὑγρά. πάντα δέ, φησί, τὰ πάθη τὰ ἐν τοῖς σώμασι τὰ μὲν ἐντελεχείᾳ ἔσται ἐν αὐτοῖς, τὰ δὲ δυνάμει, ἢ πάντα τὰ σώματα ἢ τῷ ἐντελεχείᾳ εἶναι ἐν τῷ πάθει ῥηθήσεται σῶμα ἤτοι ἐνεργείᾳ τοιοῦτον εἶναι, ἢ τῷ δύνασθαι.1 τίνι δὲ διαφέρει τὸ ἐντελεχείᾳ καὶ τὸ δυνάμει δεικνὺς παρέθετο, ἔχει δ’ οὕτω τῆξις πρὸς τὸ τηκτόν· τηκτὸν μὲν γὰρ καλεῖται τῷ δύνασθαι τήκεσθαι. τήκεται δὲ ᾧ ἐνεργείᾳ ἡ τῆξις ἤδη πάρεστιν.

“在受动性的[状态]即湿与干之中,必须论述其形式。” 在论述了能动能力即热与冷的作用——它们在实体的生成中以及在已构成的实体中产生何种以及多少结果——之后,他再次转向关于受动能力的论述,这些能力就是干与湿,并探究它们的形式是什么。他说,干与湿是物体中诸状态的本原;因为这些是物体中诸状态的作为质料性的本原与原因,或者这些是物体中最初的状态。他说,物体的其他状态都是由这些混合而成的,但物体更多且更大量地分有它们中的哪一种,便被归入哪一种状态。因为混合物中含有较多干的被称为干的,含有较多湿的被称为湿的。他说,物体中的所有状态,有些将在其中处于实现,有些处于潜能;或者说,一切物体之所以被称为[某类]物体,要么是由于在实现中处于该状态,即在现实活动中是如此的,要么是由于具有潜能。为了表明处于实现与处于潜能有何区别,他引述道:“融化与可融化者的关系也是如此”;因为可融化者被称为可融化,是由于能够被融化,而在现实活动中融化已然临在于其中的事物,则正在被融化。

§4.8

"Ἐπεὶ δ’ ἐστὶ τὸ μὲν ὑγρὸν εὐόριστον." Εἰπὼν ἀρχὰς μὲν καὶ πρῶτα πάθη τῶν ἐν τοῖς σώμασι τὸ ξηρόν τε καὶ τὸ ὑγρόν, τὰ δ’ ἄλλα πάντα ἐκ τούτων εἶναι μεμιγμένα, πῶς ἔχει τὸ ξηρὸν καὶ τὸ ὑγρὸν πρὸς ἄλληλα καὶ πῶς ἡ μῖξις αὐτῶν γίνεται, λέγει. ἐπεὶ γάρ, φησίν, ἐστὶ τὸ μὲν ὑγρὸν εὐόριστον (ἀόριστον γὰρ ὂν οἰκείῳ ὅρῳ εὐόριστόν ἐστιν ἀεὶ ὁριζόμενον καὶ συσχηματιζόμενον τῷ περιέχοντι), τὸ δὲ ξηρὸν δυσόριστον (ἴδιον γὰρ ὅρον ἔχον καὶ σχῆμα οὐ συσχηματίζεται τῷ περιέχοντι) παραπλήσιόν τι πρὸς ἄλληλα πάσχουσιν, ὁποῖόν τι τὸ ὄψον καὶ τὰ ἡδύσματα. τῶν γὰρ ἁλῶν καὶ ὅλως τῶν ἡδυσμάτων μιγνυμένων τῷ ὄψῳ ἕν τι ἐξ ἀμφοῖν ἀποτελεῖται, τῶν ὄψων παρὰ τῶν ἡδυσμάτων διὰ τὴν μῖξιν λαμβανόντων τὸ ἐδώδιμον. ὡς δὲ ἐπ’ ἐκείνων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ ξηροῦ τε καὶ ὑγροῦ. καὶ γὰρ ἐν τούτοις τὸ ξηρὸν παρὰ τῆς τοῦ ὑγροῦ μίξεως τὸ δύνασθαι ὁρίζεσθαι λαμβάνει καὶ γίνεται ἐν τῇ μίξει τῇ πρὸς ἄλληλα ἑκάτερον ἑκατέρῳ οἷον κόλλα· τό τε γὰρ ὑγρὸν τῷ ξηρῷ τοῦ συνεστάναι καὶ μὴ διαπίπτειν αἴτιον καὶ τὸ ξηρὸν ὁμοίως τῷ ὑγρῷ τοῦ μὴ διαχεῖσθαι μηδὲ σκίδνασθαι, ἀλλὰ σύστασιν ἔχειν. εἰπὼν δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἐν τῇ μίξει ἑκάτερον ἑκατέρου γίνεσθαι οἷον κόλλαν, ἐμνημόνευσεν Ἐμπεδοκλέους ὡς τὸ αὐτό πως εἰρηκότος διὰ τοῦ “ἄλφιτον ὕδατι κολλήσας”· καὶ γὰρ ἐκεῖνος κολλήσει εἴκασε τὴν τοῦ ὑγροῦ τῷ ξηρῷ μῖξιν. καὶ διὰ τοῦτο τὸ συνεστός τε καὶ ὡρισμένον σῶμα ἅπαν ἐξ ἀμφοῖν φησιν εἶναι, ὑγροῦ τε καὶ ξηροῦ, ὡς ἐκείνων, εἰ ἄκρατα λαμβάνοιντο, ἀορίστων ὄντων. λέγει δὲ καὶ τίνα ἐστὶ τῶν ἁπλῶν σωμάτων τὰ κατὰ τὰς δυνάμεις ταύτας εἰδοποιούμενα μάλιστα· γῆ μὲν γὰρ κατὰ τὸ ξηρόν, ὕδωρ δὲ κατὰ τὸ ὑγρόν. διὸ ἐπεὶ πάντα τὰ ὡρισμένα σώματα, ὡς εἶπεν, ἐκ μίξεώς ἐστιν ὑγροῦ τε καὶ ξηροῦ, ὑγρὸν δὲ καὶ ξηρὸν ὕδωρ καὶ γῆ, πάντα τὰ ὡρισμένα σώματα ἐξ ὕδατός ἐστι καὶ γῆς. τὸ δὲ ἐνταῦθα προσέθηκε δηλωτικὸν τοῦ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ σώμασιν·2 ἐν γὰρ τούτοις τὰ ὡρισμένα ἐξ ἀμφοτέρων τούτων ἀνάγκη εἶναι· οὐ γὰρ καὶ ἐν τοῖς θείοις. τούτων δὲ τῶν μικτῶν τε καὶ ὡρισμένων ὁποτέρου ἂν πλέον ἐν τῇ μίξει ᾖ, τοῦτο εἶναι λέγεται, καὶ ὁποτέρα ἂν δύναμις ὑπερέχῃ· γῆς μὲν γὰρ οἱ λίθοι, ὅτι πλεῖον ἐν αὐτοῖς τὸ ξηρὸν καὶ γεῶδες, ὕδατος δὲ πάλιν τὸ μέλι καὶ ὁ οἶνος καὶ οἱ τοιοῦτοι χυμοί. διὰ τοῦτο δέ φησι καὶ ἐν γῇ καὶ ὕδατι μόνοις εἶναι ζῷα καὶ γίνεσθαι, ἐν δὲ πυρὶ καὶ ἀέρι οὐκέτι, ὅτι δεῖ μὲν τοῖς ζῴοις ὕλην ὑποκεῖσθαι, ὕλη δὲ τὸ παθητικόν, παθητικὰ δὲ τὸ ὑγρόν τε καὶ ξηρόν, ἅ ἐστιν ὕδωρ τε καὶ γῆ. ὅτι δὲ καὶ τὰ πτηνὰ ἐν γῇ γίνεται, οὐ χαλεπὸν γνῶναι.

“而由于湿是易被限定界限的……” 在论述了物体中状态的本原和最初状态是干与湿,而所有其他状态都是由这些混合而成之后,他阐述了干与湿彼此处于何种关系,以及它们的混合是如何发生的。因为他说,由于湿是易被限定界限的(因为它在其自身的界限中是不确定的,但由于总是被包围之物所限定界限并一同被赋予形状,因而是易被限定界限的),而干是难以限定界限的(因为它具有自身的界限和形状,并不随包围之物一同被赋予形状),所以它们彼此经受着某种类似的状态,就如同主菜与调味品一样。因为当盐以及总体的调味品与主菜混合时,由两者便生成了单一的事物,主菜由于混合而从调味品那里获得了可食性。在那些事物上是怎样,在干与湿上同样也是怎样。因为在这些之中,干也从与湿的混合中获得了能够被限定界限的性质,并在彼此的混合中,每一方对另一方而言都变得犹如胶水一般。因为湿对于干而言是将之结合而不崩解的原因,而干对于湿而言同样也是不致流散也不致四溅、而是保持结合的原因。在说明了干与湿在混合中每一方对另一方都变得犹如胶水之后,他提到了恩培多克勒通过“用水将大麦粉粘合”在某种意义上也表达了同样的意思;因为那位哲人也将湿与干的混合比作粘合。他说,正因如此,一切已结合且被限定界限的物体都是由湿与干两者构成的,因为它们若是纯粹单独被取,都是不确定的。他还指出了在简单物体中,何者最主要是根据这些能力而被赋予形式的:即土是根据干,而水是根据湿。因此,正如他所说,既然一切被限定界限的物体都是由湿与干的混合构成的,而湿与干就是水与土,那么一切被限定界限的物体便都是由水与土构成的。他补充了“在此处”,用以指示“在处于生成与毁灭的物体中”;因为在这些物体中,被限定界限之物必然是由这两者构成的;在神圣物体中则并非如此。而在这些混合且被限定界限之物中,混合中无论哪一方较多,物体便被称为是该种事物,无论哪种能力占优势都是如此;因为石头属于土,是由于在它们之中干与土性的成分较多,而蜂蜜、酒以及诸如此类的汁液则属于水。他说,正因如此,动物仅在土与水中存在并生成,而在火与气中则不再如此,因为动物必须有质料作为基底,而质料是受动之物,受动之物是湿与干,它们即是水与土。而有翼动物也是在陆地上生成的,这一点并不难理解。

语法注2 条
  1. 4.7ἢ πάντα τὰ σώματα ἢ τῷ ἐντελεχείᾳ εἶναι ἐν τῷ πάθει ῥηθήσεται σῶμα ἤτοι ἐνεργείᾳ τοιοῦτον εἶναι, ἢ τῷ δύνασθαι

    紧接前文“所有状态有些处于实现,有些处于潜能”的陈述,此句通过 ἢ 转换视角,以“一切物体”为主语进行重构。动词 ῥηθήσεται 带有主格补足成分 σῶμα,与格冠词不定式结构 τῷ... εἶναι 和 τῷ δύνασθαι 表示命名的依据,其中的 ἤτοι... 则是对“处于实现”进行具体阐明的说明性插入语。

  2. 4.8τὸ δὲ ἐνταῦθα προσέθηκε δηλωτικὸν τοῦ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ σώμασιν

    此句解释亚里士多德原文(381b31)中的副词“在此处”(ἐνταῦθα)。中性宾格冠词结构 τὸ ἐνταῦθα 作为实质化的直接宾语前置,形容词 δηλωτικόν 作补足语并支配属格短语 τοῦ [εἶναι] ἐν τοῖς...。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:198.4-199.24