- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:197.3-198.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德将体内食物消化比作自然的煎煮与烘烤并说明肠道寄生虫生成原因的论述,继而界定了与煎煮和烘烤相对立的未熟形态,并总结了熟化与未熟的诸对立范畴。
ὅταν μὲν γὰρ ὑπὸ τῆς ἐν τῷ ὑγρῷ θερμότητος πεφθῇ ἡ τροφή, ἥτις ὑγρότης ἐστὶν ἐν οἷς ἡ πέψις μορίοις γίνεται1 τῇ τροφῇ μεμιγμένη αὐτῇ, ἕψησις τοῦτο φυσική· ὅταν δὲ πλεῖον τὸ θερμὸν αὐτὸ γινόμενον ἀναξηραῖνον τὴν ὑγρότητα κατισχύσῃ αὐτῆς, ὀπτήσει τι ὅμοιον γίνεται, καὶ λέγεται προσκεκαῦσθαι ἡ τροφή. διὸ οὐ μόνον αἱ κρατηθεῖσαι ὑπὸ τοῦ ψυχροῦ τροφαὶ ἄπεπτοι, ἀλλὰ καὶ αἱ ὑπὸ τοῦ θερμοῦ τὸν εἰρημένον γινόμεναι τρόπον. λέγει δὲ ἐν τῇ τῆς τροφῆς πέψει, ἥτις ἐν τῇ ἄνω κοιλίᾳ γίνεται, μηδὲ ζῷον γεννᾶσθαι, ὥς τινες ᾤοντο, ἀλλ’ ἐν τοῖς περιττώμασι καὶ τῇ ἀποκρίσει καὶ τῇ κάτω κοιλίᾳ σηπομένῃ, ὡς καὶ ἐπὶ τῶν ἐκτὸς σηπομένων ὁρᾶται γεννώμενά τινα ζῷα, ὡς προείρηκεν, ὅτε ἔλεγε περὶ σήψεως· γεννώμενα δὲ οὕτως τε καὶ ἐνταῦθα ἐπάνεισι πολλάκις ἐπὶ τὴν ἄνω κοιλίαν· ἔστι δὲ ταῦτα αἵ τε λεγόμεναι τερηδόνες καὶ οἱ ἕλμινθες. διὸ πολλάκις ἐν ταῖς νόσοις καὶ ἐμοῦνται. τὴν δὲ αἰτίαν τοῦ κάτω μὲν γεννᾶσθαι αὐτά, ἐπανιέναι δὲ πολλάκις καὶ ἐπὶ τὴν ἄνω κοιλίαν ἐν ἑτέροις εἰρῆσθαί φησιν· ἐν γὰρ τοῖς Προβλήμασι. κάτω μὲν γὰρ καὶ ἐν τῇ κάτω κοιλίᾳ, ὅτι ἐκ σήψεως γίνεται, ἐνταῦθα δὲ ἡ σῆψις· ἐπάνεισι δὲ ἐν ταῖς νόσοις καὶ ἐπὶ τὴν ἄνω κοιλίαν δι’ ἃς αἰτίας ἐν ἐκείνοις λέγει. Τῇ μὲν οὖν ἑψήσει καὶ τῇ τοιαύτῃ πέψει ἡ μόλυνσις καὶ ἡ οὕτω γινομένη ἀπεψία ἐναντία, τῇ δὲ ὡς ὀπτήσει λεγομένῃ πέψει εἶναι μέν τινα καὶ αὐτῇ φησιν ἀντικειμένην ἀπεψίαν, ἀνωνυμώτερον δὲ τὸ τοιοῦτον εἶναι πάθος, εἶναι δὲ ὅμοιον τῇ ἐπὶ τῶν ὀπτωμένων στατεύσει λεγομένῃ, ἥτις ἐστίν, ἐπειδὰν γένηται δι’ ἔνδειαν θερμότητος ἀτελὴς ἡ ὄπτησις. ἡ δὲ ἔνδεια τῆς θερμότητος ἢ δι’ ὀλιγότητα τοῦ ὀπτῶντος πυρὸς γίνεται ἢ διὰ πλῆθος τοῦ ἐν τῷ ὀπτωμένῳ ὕδατος. ὅταν γὰρ πλείων μὲν ἡ ἀπὸ τοῦ πυρὸς θερμότης ᾖ ἢ ὥστε μὴ κινῆσαι καὶ μεταβαλεῖν τὸ ὀπτώμενον, ἐλάττων δὲ ἢ ὥστε πέψαι,2 τότε γίνεται ἡ ὡς στάτευσις λεγομένη ἀπεψία ἐναντία οὖσα τῇ δι’ ὀπτήσεως γινομένῃ πέψει. τί μὲν οὖν ἐστι πέψις καὶ ἀπεψία. ὑπομιμνήσκει3 διὰ τούτων τῶν εἰρημένων· μνημονεύσας δὲ περὶ πέψεως καὶ ἀπεψίας, τῶν κοινῶν, αἳ ἦσαν ἀλλήλαις ἐναντίαι, καὶ πεπάνσεως καὶ ὠμότητος, ἃ πάλιν ἦν ἀλλήλοις ἐναντία, καὶ ἑψήσεως καὶ ὀπτήσεως ἐπὶ τούτοις μνημονεύσας προσέθηκε καὶ τἀναντία τούτοις, ἃ ἦν μόλυνσίς τε καὶ στάτευσις, ἡ μὲν μόλυνσις τῇ ἑψήσει, ἡ δὲ στάτευσις τῇ ὀπτήσει.
因为当食物被水分中的热所熟化时——这水分存在于发生熟化的各部分中,与食物本身相混合——这就是自然的煎煮;但当热本身变得更多、烘干水分并压倒它时,便产生出类似于烘烤的某种状态,并且食物被称为焦糊了。因此,不仅被冷所压倒的食物是未熟的,以所述方式被热所造成的食物也是未熟的。他还说,在上胃中发生的食物熟化中,并不像某些人所认为的那样会生成任何动物,而是在残渣、排泄物以及发生腐败的下胃中生成,正如他在论述腐败时先前所说的那样,在外部腐败的事物中也可见到生成了某些动物;而以这种方式并在那里生成的动物,常常会上升到上胃;这些便是所谓的蛲虫和蛔虫。因此在疾病中它们常常甚至会被呕吐出来。他说,它们生成于下方、却常常又上升到上胃的原因,已在别处作了阐述;因为是在问题集中。因为在下方以及下胃中生成,是因为出于腐败而产生,而腐败正是在那里;但它们在疾病中也上升到上胃,则是由于他在那些著作中所阐述的诸种原因。于是,对于煎煮以及这般的熟化而言,煎煮不全与以此方式产生的未熟是相对立的;而对于被称为烘烤的熟化,他说其自身也有某种相对立的未熟,但这样的状态比较缺乏特定的名称,而是类似于在烘烤之物中被称为烘烤不全的状态,即当烘烤由于热的匮乏而变得不完全时的情形。而热的匮乏要么是由于烘烤之火的微少,要么是由于受烤之物中水分的过多。因为当来自火的热多于不足以推动和改变受烤之物的程度、但又少于足以熟化它的程度时,便产生了被称为烘烤不全的未熟,它是与通过烘烤产生的熟化相对立的。于是,熟化与未熟究竟是什么,他通过所述的这些话使人记起;而在提到了彼此相对立的普遍意义上的熟化与未熟,又提到了再次彼此相对立的成熟与生硬,并在此之上提到了煎煮与烘烤之后,他又补充了与它们相对立的事物,即煎煮不全与烘烤不全,其中煎煮不全对应煎煮,而烘烤不全对应烘烤。
- 4.6ἐν οἷς ἡ πέψις μορίοις γίνεται
先行词并入(incorporation)结构,先行词 μορίοις 被拉入关系从句内部,在句法上相当于 ἐν τοῖς μορίοις, ἐν οἷς ἡ πέψις γίνεται(“在发生熟化的各部分中”)。
- 4.6πλείων μὲν ἡ ἀπὸ τοῦ πυρὸς θερμότης ᾖ ἢ ὥστε μὴ κινῆσαι καὶ μεταβαλεῖν τὸ ὀπτώμενον, ἐλάττων δὲ ἢ ὥστε πέψαι
比较级(πλείων 与 ἐλάττων)后接 ἤ ὥστε 搭配不定词(κινῆσαι、μεταβαλεῖν 与 πέψαι),表达比例性的程度或结果界限:“多到不能不对受烤之物产生变动,但又少到不足以将其完全熟化”。
- 4.6τί μὲν οὖν ἐστι πέψις καὶ ἀπεψία. ὑπομιμνήσκει
虽然在校勘本中标有句号隔开,但在句法上前置的间接疑问从句 τί μὲν οὖν ἐστι πέψις καὶ ἀπεψία 充当后续主动词 ὑπομιμνήσκει 的直接宾语。
