← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§196.1-197.3

烘烤的定义及其与煎煮的区别

亚历山大阐释了亚里士多德对烘烤的定义(由干燥的外来热所促成的熟化),指出了它与煎煮的区别(干热与湿热),并解释了少水情况下火热占优势时的焦糊现象。他进而分析了烘烤之物与煎煮之物内外干湿状态的差异,以及技艺中烘烤相较于煎煮更为困难的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6#1

" Ὄπτησις δ’ ἐστὶ πέψις ὑπὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας." Τί ποτ’ ἐστὶν ὄπτησις, καὶ τίνι διαφέρει ἑψήσεως ἔδειξεν· ἀμφότεραι μὲν γὰρ πέψεις τινὲς οὖσαι γίνονται ὑπ’ ἀλλοτρίας θερμότητος, οὐχ ὥσπερ ἡ πέπανσις ὑπὸ οἰκείας, ἀλλήλων δὲ διαφέρουσι, καθ’ ὅσον ἡ μὲν ἕψησις ὑπὸ ὑγρᾶς γίνεται θερμότητος, ἡ δ’ ὄπτησις ὑπὸ ξηρᾶς. ὑπὸ γὰρ αὐτοῦ τοῦ πυρὸς πέσσεται καὶ ὁρίζεται ἡ ἐν τοῖς ὀπτωμένοις ὑγρότης, ἢ αὐτῷ τῷ πυρὶ ἐπικειμένων ἢ καὶ διά τινος ἀγγείου, ὑποκειμένου τοῦ πυρὸς τῷ ἀγγείῳ μηδὲν ἔχοντι ὑγρὸν ἢ ἔχοντι μέν, ὥσπερ ἐπὶ τῶν ταγηνιζομένων, μὴ μέντοι κρατοῦν αὐτὸ τῆς ἐν τῷ ὀπτωμένῳ ὑγρότητος,1 ἀλλὰ κρατούμενον ὑπ’ αὐτῆς. εἶπε γὰρ ὅτι καὶ ἡ ταγήνισις εἶδος ὀπτήσεώς ἐστιν. ὁρισάμενος δὲ τὴν ὄπτησιν καὶ εἰπὼν αὐτὴν γίνεσθαι ὑπ’ ἀλλοτρίου θερμοῦ ξηροῦ, διὰ τὸ τοιοῦτον εἶναι τὴν ὄπτησιν, φησί, καὶ οὕτω γίνεσθαι, κἂν ἕψων τις ποιῇ τὸ ἑψόμενον μεταβάλλειν καὶ πέττεσθαι τὸ ἐν αὐτῷ ὑγρὸν μὴ ὑπὸ τῆς τοῦ περικεχυμένου αὐτῷ ὑγροῦ θερμότητος, ἀλλ’ ὑπὸ τῆς τοῦ πυρός, ὅταν [γὰρ] ἐπιτελεσθῇ ἡ πέπανσις ἐν αὐτῷ, ὀπτὸν τοῦτο γίνεται,2 οὐχ ἑφθόν. τοῦτο δὲ συμβαίνει, ὅταν τὸ ὕδωρ ὀλίγον ᾖ, καὶ ἡ τοῦ πυρὸς δύναμις αὐτὴ περικρατῇ τοῦ ἑψομένου ἀναξηραίνουσα αὐτό. κἂν ὑπερβάλλῃ ἐν τοῖς ἐν ὀλίγῳ ὕδατι ἑψομένοις ἡ ἀπὸ τοῦ πυρὸς θερμότης, προσκεκαῦσθαι λέγεται τὰ οὕτως ἑψόμενα, ὡς ὑπὸ τοῦ πυρὸς πάσχοντα τοῦτο· πᾶν γὰρ τὸ ξηρότερον γινόμενον μετὰ τὸ ἐπιτελεσθῆναί τε καὶ πεφθῆναι ὑπὸ ξηρᾶς θερμότητος τοῦτο πάσχει. διὰ τοῦτο γάρ φησι τῶν ὀπτῶν τὰ ἐκτὸς ξηρότερα εἶναι τῶν ἐντός, ὡς ἀναξηραινομένης αὐτῶν τῆς ἐπιφανείας ὑπὸ τοῦ πυρός, τῷ πλησίον αὐτῆς εἶναι, οὐκέτι δὲ καὶ ἐκκρινομένης τῆς ἐν τῷ βάθει ὑγρότητος, τῷ φθάνειν πυκνοῦσθαι μᾶλλον θερμαινόμενα τὰ ἐκτὸς αὐτῶν,3 ὄντα τοῦ πυρὸς πλησίον. ἐπὶ δὲ τῶν ἑφθῶν ἔμπαλιν ἔχει· ὑγρότερα γὰρ τὰ ἐκτὸς τῶν ἐντὸς τῷ τὰ μὲν ἐκτὸς αὐτῶν ὑπὸ τοῦ ἕψοντος αὐτὰ ὑγροῦ διυγράνθαι, τὰ δ’ ἐν βάθει διὰ τὴν ἔκκρισιν τοῦ ἐν αὐτοῖς ὑγροῦ ἀνεξηράνθαι. διὸ καὶ μεῖζον ἔργον ἐπὶ τῶν κατὰ τέχνην γινομένων καὶ χαλεπώτερον τὸ ὀπτῆσαι τοῦ ἑψῆσαι· χαλεπὸν γὰρ ἐπ’ αὐτῶν ὁμαλῶς καὶ ὁμοίως τὰ ἐντὸς τοῖς ἐκτὸς θερμαίνειν. ὧν γὰρ ἂν ᾖ ἐγγυτέρω, θᾶττον ταῦτα θερμαινόμενα καὶ συνιόντα καὶ πυκνούμενα κωλύει ἐκκρίνεσθαι τὸ ἐνυπάρχον ὑγρὸν ἐν τοῖς ὀπτωμένοις· ἐγκατακλείεται γὰρ ἐντός, ὅταν οἱ πόροι μύσωσι πυκνωθέντες. ἀντέθηκε δὲ τὰ κατὰ τέχνην γινόμενα τοῖς φύσει, ὡς καὶ ἐν τοῖς φύσει γινομένοις, ὡς ἐρεῖ, τῶν μὲν ἑψομένων, τῶν δὲ ὀπτωμένων· μιμεῖται γὰρ ἡ τέχνη τὴν φύσιν.

“烘烤是由干燥的外来热所促成的熟化。” 他指出了烘烤究竟是什么,以及它与煎煮有何不同;因为两者作为某种熟化,都是由外来的热所促成的,而不像成熟是由本有的热所促成的,但它们彼此不同,在于煎煮是由湿热促成的,而烘烤是由干热促成的。因为受烤之物中的水分是由火本身熟化和限定的,无论它们是直接置于火上,还是通过某种容器,火置于并不含有液体的容器之下,或者纵然含有液体(如油煎之物的情形),该液体本身也并不压倒受烤之物中的水分,反而是被水分所压倒。因为他说过油煎也是烘烤的一种。在界定了烘烤并阐明它是由于外来的干热促成之后,他说,正因为烘烤是如此这般且以这种方式产生的,即便某人在煎煮时使受煮之物发生变化,且其中的水分不是由其周围倾注的液体的热所熟化,而是由火的热所熟化,那么当其中的成熟完成时,这也变成了被烘烤的,而不是被煎煮的。这发生在水很少、而火本身的力量压倒了受煮之物并将其烤干的时候。如果火的热在以少量的水煎煮的事物中过剩,以这种方式煎煮的事物就被称为“焦糊”,因为它们受到了火的这种影响;因为一切在被干热完成并熟化之后变得更干的事物都会遭受这种影响。他说,正是由于这个缘故,烘烤之物的外部比内部更干,因为它们的表面被火烘干(由于靠近火),而深处的水分不再排泄出来,乃是因为它们的外部靠近火、受热更多而先发生致密化。但对于煎煮之物而言则恰好相反;因为外部比内部更湿,乃由于它们的外部被煮它们的液体所浸润,而深处则因其中水分的排泄而被烘干。因此,在依技艺产生的事物中,烘烤比煎煮是更大的工程且更为艰难;因为在这些事物中,要把内部与外部均匀且同样地加热是艰难的。因为火离哪些部分更近,这些部分就更快受热、收缩并致密化,从而阻碍了烘烤之物中所存在的水分的排泄;因为当孔道致密化而闭合时,水分就被封闭在内部了。而他把依技艺产生的事物与依自然产生的事物相对立,乃是因为正如他所要说的那样,在依自然产生的事物中,也是有的被煎煮,有的被烘烤;因为技艺摹仿自然。

语法注3 条
  1. 4.6μηδὲν ἔχοντι ὑγρὸν ἢ ἔχοντι μέν, ὥσπερ ἐπὶ τῶν ταγηνιζομένων, μὴ μέντοι κρατοῦν αὐτὸ τῆς ἐν τῷ ὀπτωμένῳ ὑγρότητος

    与格分词 ἔχοντι 与前面的 τῷ ἀγγείῳ 一致,而其后的中性分词 κρατοῦν 则属于破格句(anacoluthon),在语义上以 ὑγρόν 为主语,表示“该液体本身并不压倒……”。

  2. 4.6κἂν ἕψων τις ποιῇ τὸ ἑψόμενον μεταβάλλειν ... ὅταν [γὰρ] ἐπιτελεσθῇ ἡ πέπανσις ἐν αὐτῷ, ὀπτὸν τοῦτο γίνεται

    由 κἄν (καὶ ἐάν) 引导的条件从句的主句是 ὀπτὸν τοῦτο γίνεται。中间插入的 ὅταν 从句是补充时间限定的从属从句。

  3. 4.6τῷ φθάνειν πυκνοῦσθαι μᾶλλον θερμαινόμενα τὰ ἐκτὸς αὐτῶν

    定冠词与格不定词 τῷ φθάνειν 支配不定词 πυκνοῦσθαι,构成 φθάνω 与不定词连用的惯用结构(“抢先/先行致密化”),分词 θερμαινόμενα 修饰主语 τὰ ἐκτός,表示“外部受热更多而先发生致密化”这一原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:196.1-197.3