← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§194.25-195.32

未煮透的定义及其产生原因

亚历山大解释了作为煎煮之相反未熟状态的“未煮透”(molunsis)的定义,探讨了热的匮乏与冷的运动如何阻碍均匀熟化,从而导致受煮物变硬或发生部分凝固与流动的分离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5#2

καὶ γὰρ ἡ τροφὴ ὑπὸ τοῦ ἔξωθεν ὄντος αὐτῆς θερμοῦ ἕψεται· οὐ γὰρ ἐν αὐτῇ τῇ τροφῇ τὸ ἕψον τε καὶ πέσσον αὐτὴν θερμόν, εἰ καὶ σύμφυτον τῷ τρεφομένῳ. Εἰπὼν δὲ περὶ ἑψήσεως μέτεισιν ἐπὶ τὸν περὶ μολύνσεως λόγον, ἥτις ἐστὶν ἐναντία τῇ ἑψήσει, καί φησιν αὐτὴν εἶναι τὴν ἐναντίαν ἀπεψίαν τῇ ἑψήσει. εἴη δ’ ἂν ἐναντία1 ἥ τε πρώτη λεχθεῖσα ἀντὶ τοῦ ἥ τε τῇ πρώτῃ λεχθείσῃ [τῇ] ἑψήσει ἐναντία· οὐ γὰρ τί ποτέ ἐστι μόλυνσις, εἴρηκεν ἤδη, ἀλλ’ ἢ δυνάμει. εἰπὼν γὰρ τίς ποτέ ἐστιν ἡ πρώτη τε καὶ κυρίως λεγομένη ἕψησις, εἴρηκε δυνάμει καὶ τὴν ἐναντίαν αὐτῇ μόλυνσιν. ἐπεὶ γὰρ ἦν ἡ ἕψησις πέψις τοῦ ἐν τῷ ἑψομένῳ σώματι ἀορίστου ὑπὸ τῆς ἐν τῷ πέριξ ὑγρῷ θερμότητος, εἴη ἂν καὶ ἡ ἐναντία αὐτῇ μόλυνσις ἀπεψία, ὡς ὁριζόμενος λέγει, τοῦ ἐν τῷ σώματι ἀορίστου δι’ ἔνδειαν τῆς ἐν τῷ πέριξ ὑγρῷ θερμότητος. ὅτι δὲ ἡ τοῦ θερμοῦ ἔνδεια μετὰ ψυχρότητος, εἰρῆσθαί φησιν· εἶπε γὰρ κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου, ὅτε ἔλεγε περὶ φθορᾶς καὶ σήψεως. εἰπὼν γὰρ τί ἐστι σῆψις, ἐπήνεγκεν “ὥστ’ ἐπεὶ κατ’ ἔνδειαν πάσχει θερμοῦ, τὸ δὲ ἐνδεὲς τοιαύτης δυνάμεως ψυχρὸν πᾶν, ἄμφω ἂν αἴτια εἴη.” τούτου δὴ νῦν ὑπομιμνήσκει. γίνεται γάρ, φησί, διὰ κίνησιν ἄλλην ἡ μόλυνσις καὶ ἡ προειρημένη ἀπεψία, τῷ μὴ κινεῖν καὶ μεταβάλλειν τὸ θερμόν, ἀλλὰ τῷ ὑπὸ τῆς τοῦ ψυχροῦ γινομένης κινήσεως ἐκκρούεσθαι καὶ ἡττᾶσθαι τὴν πέττουσαν, τουτέστι τὴν θέρμην, πρὸς τὸ κινεῖν. ἐπεὶ δὲ εἶπε δι’ ἔνδειαν τῆς ἐν τῷ ὑγρῷ τῷ πέριξ θερμότητος τὴν κατὰ τὴν μόλυνσιν ἀπεψίαν γίνεσθαι, προστίθησι καὶ περὶ τῆς ἐνδείας τοῦ θερμοῦ τοῦ ἐν τῷ περιέχοντι ὑγρῷ πῶς γίνεται· ἢ γὰρ διὰ τὸ πλῆθος τῆς ἐν τῷ ὑγρῷ ψυχρότητος, τουτέστιν ὅταν τὸ περιέχον ὑγρὸν τὸ ἑψόμενον μᾶλλον ψυχρὸν ἢ θερμὸν ᾖ, ἢ διὰ τὸ πλῆθος τῆς ἐν τῷ ἑψομένῳ ὑγρότητος, οὐκ ἔχοντος ἀναλογίαν πρὸς αὐτὸ τοῦ ἐν τῷ περικειμένῳ ὑγρῷ θερμοῦ τοιαύτην, ὡς κρατεῖν αὐτοῦ· ἀμφοτέρως γὰρ συμβαίνειν οἷόν τε· ὥστε τὴν ἐν τῷ ὑγρῷ τῷ περικειμένῳ τῷ ἑψομένῳ θερμότητα πλείω μὲν εἶναι ἢ ὥστε μηδ’ ὅλως κινῆσαι τὸ ἐν τῷ ἑψομένῳ ὑγρόν, ἐλάττω δὲ πάλιν ἢ ὥστε συμπέψαι τε καὶ ὁμαλῦναι.2 ὅταν δὲ οὕτως ἔχῃ καὶ ᾖ τοιαύτη ἔνδεια τοῦ θερμοῦ, ἡ μόλυνσις γίνεται, κινηθέντος μὲν τοῦ ἐν τῷ ἑψομένῳ ὑγροῦ, οὐ μὴν πεφθέντος τε καὶ ὁμαλυνθέντος. διὰ ταύτην φησὶ τὴν ἀνωμαλίαν σκληρότερα γίνεσθαι τὰ μεμολυσμένα τῶν ἑψημένων. ὥσπερ δὲ τὰ μεμολυσμένα τῶν ἑφθῶν σκληρότερα διὰ τὴν ἀνωμαλίαν, οὕτως καὶ ἐπὶ τῶν ὑγρῶν, ἃ καὶ αὐτὰ ἕψεσθαι λέγεται, ὡς τὸ γάλα, διὰ τὴν ἀνωμαλίαν διωρισμένα γίνεται, καὶ κατ’ ἄλλο μὲν συνεστῶτα, κατ’ ἄλλο δὲ διαρρέοντα. εἰπὼν δὲ περὶ τῆς μολύνσεως ὅτι ἔστιν ἡ ἐναντία τῇ ἑψήσει ἀπεψία, καὶ προσθεὶς τὸ εἴη δ’ ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα, οὐκέτι προσέθηκε καὶ τίνες ἄλλαι, ὅτι ἡ κυρίως λεγομένη μόλυνσίς ἐστιν ἡ προειρημένη, διὰ τὸ ῥᾴδιον εἶναι τῷ προειρημένῳ τρόπῳ χρωμένους καὶ τὰς δευτέρας ἂν ῥηθείσας μολύνσεις ὁρίσασθαι· ἔσονται γὰρ αἱ ἐναντίαι ἀπεψίαι ταῖς δευτέραις καὶ κοινότερον λεγομέναις ἑψήσεσιν.

因为食物也是被其外部的热所煮的;因为煎煮并熟化食物的热并不在食物本身之中,即便它对于受滋养者而言是生来的。在论述了煎煮之后,他转向关于未煮透的论述,未煮透是与煎煮相反的,且他说它是与煎煮相反的未熟状态。“而相反者当是最初被述及者”,意思是指“与最初被述及的煎煮相反者”;因为他尚未阐明未煮透究竟是什么,而只是潜在地阐明了。因为在说了最初且本义上所言说的煎煮究竟是什么之后,他也就潜在地阐明了与其相反的未煮透。因为既然煎煮是通过周围液体中的热对受煮物体中无定成分的熟化,那么与其相反的未煮透正如他下定义所说,也就是由于周围液体中热的匮乏而导致的物体中无定成分的未熟状态。至于热的匮乏伴随着冷,他说这已经讲过了;因为他在本书开端论及毁灭与腐败时就曾说过。在说了腐败是什么之后,他补充道:“因此,既然它是因热的匮乏而受动的,而一切匮乏此种能力者皆是冷的,故两者都将是原因。”他现在所提醒的正是这一点。他说,未煮透以及前述的未熟状态是通过另一种运动产生的,并非由于热完全不产生运动和转化,而是由于熟化的运动(即热)在促成运动方面被由冷所产生的运动所挫败并压倒。既然他说了属于未煮透的未熟状态是由于周围液体中热的匮乏而产生的,他就进一步补充了关于周围液体中热的匮乏是如何产生的:要么是由于液体中冷的过剩,即当包围受煮之物的液体偏冷而非偏热时;要么是由于受煮之物中水分的过剩,周围液体中的热与它不具有足以制服它的比例;因为通过这两种方式都有可能发生;以至于包围受煮之物的液体中的热,固然大于完全不能运动受煮之物中水分的程度,但又小于能够彻底熟化并使之均匀的程度。当情况如此且热具有此种匮乏时,未煮透便发生了,此时受煮之物中的水分虽被运动,却未被熟化和均匀化。他说,由于这种不均匀,未煮透之物变得比煮透之物更为坚硬。正如未煮透之物因不均匀而比煮透之物更坚硬,同样在那些自身亦被称为被煮的液体中(如奶),由于不均匀它们也会发生分离,在一部分凝结,而在另一部分流淌。而在关于未煮透说了它是与煎煮相反的未熟状态,并补充了“而相反者当是最初被述及者”之后,他没有再补充还有哪些其他种类,因为严格本义上言说的未煮透就是前述的那种,且运用前述的方式,亦容易界定那些可被称为次等意义上的未煮透;因为它们将是与次等的、更普遍意义上言说的煎煮相反的未熟状态。

语法注2 条
  1. 4.5εἴη δ’ ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα ἀντὶ τοῦ ἥ τε τῇ πρώτῃ λεχθείσῃ [τῇ] ἑψήσει ἐναντία

    对亚里士多德原文省略句 εἴη δ’ ἂν ἐναντία ἥ τε πρώτη λεχθεῖσα(“而相反者当是最初被述及者”)的句法补充说明。亚历山大将其解释为 ἥ τε τῇ πρώτῃ λεχθείσῃ ἑψήσει ἐναντία(“与最初被述及的煎煮相反者”)的省略,补出与格 ἑψήσει,以指明此处指与先前所定义的本义煎煮相对立的未煮透。

  2. 4.5ὥστε τὴν ἐν τῷ ὑγρῷ τῷ περικειμένῳ τῷ ἑψομένῳ θερμότητα πλείω μὲν εἶναι ἢ ὥστε μηδ’ ὅλως κινῆσαι τὸ ἐν τῷ ἑψομένῳ ὑγρόν, ἐλάττω δὲ πάλιν ἢ ὥστε συμπέψαι τε καὶ ὁμαλῦναι

    在由表结果的 ὥστε 引导的带对格的不定式句中,嵌套了两次由比较级+ἤ+ὥστε+不定式构成的相关结构(πλείω μὲν ... ἢ ὥστε ... 以及 ἐλάττω δὲ ... ἢ ὥστε ...)。这一句法骨架严密地限定了热量的中间程度:足以运动水分,但不足以彻底熟化并使之均匀。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:194.25-195.32