← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§193.19-194.25

煎煮的多种目的与可煮之物的普遍特征

对亚里士多德《气象论》381a1进行注解,论述了煎煮的目的具有多样性(如用于食用、饮用或药用),并结合奶、食物、油等具体实例,分析了可煮之物的普遍特征(浓缩、减量及成分分离等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5#1

" Τέλος δὲ οὐ τὸ αὐτὸ πᾶσιν, οὔτε ἑψομένοις οὔτε πεττομένοις." Οὐ τὸ αὐτό φησι τέλος εἶναι πᾶσι τοῖς ἑψομένοις, οὐδὲ τοῦ αὐτοῦ χάριν ἕψεσθαι αὐτά· τὰ μὲν γὰρ ἕψεται, ὥστε πρὸς ἐδωδὴν ἐπιτήδεια γίνεσθαι, οἷς τοῦτο τῆς ἑψήσεως1 τέλος, τὰ δὲ ὥστε πρὸς ῥόφησιν, τὰ δὲ ἄλλου τινὸς χάριν. οὔτε δὲ ἑψομένοις εἶπεν οὔτε πεττομένοις ἤτοι ἐκ παραλλήλου, ἐπεὶ ἡ ἕψησις διὰ πέψεως, ἢ ἐπεὶ κοινότερον ἡ πέψις καὶ γενικώτερον τῆς ἑψήσεως (οὐ γὰρ ἡ ἕψησις μόνον διὰ πέψεως, ἀλλὰ καὶ ἡ πέπανσις, ὡς δέδειχε, καὶ ἡ ὄπτησις δέ, ὡς ἐρεῖ), εἰπὼν μὴ εἶναι τὸ αὐτὸ πᾶσι τοῖς ἑψομένοις τέλος, ἐπήνεγκεν ὅτι μηδὲ ὅλως τοῖς πεσσομένοις, ὡς οὐδὲ ἐπὶ τῶν ἄλλων εἰδῶν τῆς πέψεως τοῦ αὐτοῦ πᾶσιν ὄντος τέλους. εἰπὼν δὲ ὅτι μὴ τὸ αὐτὸ πᾶσι τοῖς ἑψομένοις τέλος, σημεῖον τούτου καὶ τὸ ἐπὶ τῶν φαρμάκων παρέθετο, ἃ καὶ αὐτὰ μὲν ἕψειν λέγομεν, οὐ μὴν ὡς «πρὸς ἐδωδὴν ἢ πρὸς ῥόφησιν ἢ ὅλως πρὸς τροφὴν χρήσιμα αὐτὰ ἐσόμενα ἕψειν λέγομεν. οὐδ’ ἡ τῶν φαρμάκων δὲ ἕψησις ἡ αὐτὴ τῇ κυρίως ἑψήσει λεγομένῃ, ἧς τὸν ὁρισμὸν ἀποδέδωκεν. εἰπὼν δὲ ταῦτα συγκεφαλαιοῦται νῦν, τίνα ἐστὶ τὰ ἑψητά, καθόλου λέγων περὶ πάσης ἑψήσεως, οὐ τῆς κυρίως λεγομένης μόνον· ὅσα γὰρ παχύτερα δύναται γίνεσθαι θερμαινόμενα (πεσσομένου γὰρ τοῦ ἐν αὐτοῖς ἀορίστου ὑγροῦ ἡ πάχυνσις) ἢ ἐλάττω· διακρινομένου γὰρ καὶ ταῦτα τοῦ ἐν αὐτοῖς πνευματώδους, τὰ δ’ αὐτὰ καὶ βαρύτερα γίνεται. οὐ γὰρ ἁπλῶς τὰ ἐλάττω γινόμενα ἕψεται· τὸ γοῦν ἔλαιον ἔλαττον μὲν γίνεται, οὐ μὴν ἕψεται, ὡς ἐρεῖ. ἢ τὰ μὲν αὐτῶν τοιαῦτα, τὰ δὲ ἐναντία ἀντὶ τοῦ τὰ μὲν παχύτερα, τὰ δὲ λεπτότερα2 διὰ τὸ ἐν τῇ ἑψήσει διακρίνεσθαι. καὶ τὰ μὲν αὐτῶν παχύνεσθαι, τὰ δὲ λεπτύνεσθαι, ὡς ἐπὶ τοῦ γάλακτος γίνεται· τὸ μὲν γὰρ αὐτοῦ λεπτύνεται, ὅσον ὀρρῶδες, τὸ δὲ λοιπὸν συνίσταται καὶ τυροῦται, ὃ πυτίαν εἶπεν, ὡς τῷ ἔχειν ἐν αὑτῷ τοιοῦτόν τι πηγνυμένου αὐτοῦ. ἕψεσθαι δ’ ἂν κατὰ τοῦτο καὶ τὰ σιτία λέγοιτο· καὶ γὰρ ἐκείνων τὰ μὲν εἰς ὑγρότητα ὑπὸ τῆς θερμότητος διακρίνεται, οἷά ἐστι τὰ οὖρα, τὰ δὲ παχύνεται. τὸ δ’ ἔλαιον οὔ φησιν ἕψεσθαι καθ’ ἑαυτό· μετ’ ἄλλων μὲν γὰρ μιγνύμενον ἕψεσθαι δοκεῖ, οὐ μὴν καθ’ ἑαυτό, ὅτι θερμαινόμενον μήτε παχύνεται μήτε ἔλαττον γινόμενον βαρύτερον γίνεται μήτε τὸ μὲν αὐτοῦ ὑγρότερον γίνεται, τὸ δὲ παχύτερον· τὸ γὰρ αὐτὸ κατὰ τὸ εἶδος ἐν τῇ ἑψήσει μένει, ἔστ’ ἂν σώζηται. τοιαύτην μὲν οὖν φησιν εἶναι τὴν κατὰ τὴν ἕψησιν πέψιν· ἡ γὰρ πέψις καὶ ἐν ἄλλοις, οὐκ ἐν ἑψήσει μόνῃ. οὐδὲν δὲ διαφέρειν φησίν, εἴτε διὰ τεχνικῶν ὀργάνων γίνοιτο, ὡς ἡ ὑπὸ τῶν ὀψοποιῶν, εἴτε διὰ φυσικῶν, ὡς ἐπὶ τῆς τροφῆς· ὁποτέρως γὰρ ἂν γίνηται, τὴν αὐτὴν αἰτίαν ἕξει. καὶ γὰρ ἐπὶ τῶν διὰ τεχνικῶν ὀργάνων ἑψομένων τὸ ἔξω θερμὸν τῶν ἑψομένων αἴτιον τῆς ἑψήσεώς τε καὶ πέψεως τοῦ ἐν τῷ ἑψομένῳ ἀορίστου ὑγροῦ καὶ ἐπὶ τῶν διὰ φυσικῶν.3

“然而目的对于所有事物并不相同,无论对于被煮之物还是对于被熟化之物都是如此。” 他说,目的对于所有被煮之物并不相同,它们也不是为了同一件事而被煮的;因为某些事物被煮是为了变得适于食用,对它们而言这就是煎煮的目的,而另一些事物则是为了适于饮用,还有一些事物是为了其他某种目的。他说“无论对于被煮之物还是对于被熟化之物[都并不相同]”,要么是并列而言的,因为煎煮是通过熟化而成的;要么是因为熟化比煎煮更具普遍性且更具属的性质(因为不仅煎煮是通过熟化进行的,而且如果实成熟也是如此,如他所指出的,烤熟亦然,如他将要谈到的),从而在说了对于所有被煮之物目的并不相同之后,他又补充道对于一般被熟化之物也绝不相同,因为在熟化的其他种中目的同样不是对于所有事物都是相同的。在说了对于所有被煮之物目的并不相同之后,他亦援引了药物的情形作为此事的证据,我们固然也说我们在煮药物,然而我们绝非把它们说成将被用于食用或饮用或统而言之作为养分而被煮的。并且药物的煎煮与严格本义上言说的煎煮并不相同,对后者他已经给出了定义。在说了这些之后,他现在总结了哪些事物是可煮的,普遍地论及一切煎煮,而不仅仅是严格本义上所言说的煎煮:即凡是受热能够变浓稠的事物(因为浓缩是由于它们内部无定的水分被熟化而产生的),或者能够变少的事物;因为这些事物也是由于其中的气性成分被分离而如此的,且同样的事物还会变得更重。因为并非单纯变少的事物都能被煮;至少油虽然变少,但绝不是被煮的,如他将要指出的那样。或者,“它们之中一些是这样的,另一些是相反的”,意思是指一些变浓稠,另一些变稀薄,这是由于在煎煮中被分离所致。而它们之中一些变浓稠、另一些变稀薄,就像在奶中所发生的情形一样;因为其中如乳清般的部分变稀薄,而其余的部分凝结并成为奶酪,他称之为凝乳块,因为它是由于自身内部具有这样一种成分而凝固的。按这种说法食物也可以被说成被煮的;因为在食物中,一些成分因热而被分离为液体,例如尿液,而另一些成分则变浓稠。但他指出,油本身并不被煮;因为当与其他事物混合时它看似被煮,但本身并非如此,因为受热时它既不浓稠,变少时也不变重,其自身的一部分也不会变得更湿润而另一部分变得更浓稠;因为只要它得以保存,它在煎煮中就其形式而言始终保持不变。因此他说,依据煎煮的熟化就是这样的;因为熟化也存在于其他事物之中,而不仅在煎煮之中。并且他说,无论它是通过人工器具发生(如烹饪师所做的那样),还是通过自然器具发生(如在养分中的情形),都没有任何区别;因为无论以哪种方式发生,它都具有相同的原因。实际上,无论是在通过人工器具被煮的事物中,还是在通过自然器具被煮的事物中,被煮之物外部的热都是煎煮以及被煮之物中无定水分熟化的原因。

语法注3 条
  1. 4.5οὔτε δὲ ἑψομένοις εἶπεν οὔτε πεττομένοις ἤτοι ἐκ παραλλήλου, ἐπεὶ ἡ ἕψησις διὰ πέψεως, ἢ ἐπεὶ κοινότερον ἡ πέψις καὶ γενικώτερον τῆς ἑψήσεως

    通过 ἤτοι ... ἢ ... 提出了两种解释路径:其一,由于煎煮是由熟化构成的,因而二者是并列同义使用的(ἐκ παραλλήλου);其二,熟化(πέψις)是比煎煮(ἕψησις)更为普遍的属概念(γενικώτερον),因此在否定了种(煎煮)具有统一步调的目的之后,进而补充说明(ἐπήνεγκεν)一般的熟化亦无统一步调的目的。

  2. 4.5ἢ τὰ μὲν αὐτῶν τοιαῦτα, τὰ δὲ ἐναντία ἀντὶ τοῦ τὰ μὲν παχύτερα, τὰ δὲ λεπτότερα

    短语 ἀντὶ τοῦ ... 是注疏中的固定句式,意为“用于指代……/意思是……”。亚历山大以此解释亚里士多德原文中的抽象表述(“它们之中一些是这样的,另一些是相反的”),说明其意即“一些变浓稠,另一些变稀薄”。

  3. 4.5καὶ ἐπὶ τῶν διὰ φυσικῶν

    前置的 καὶ γὰρ ἐπὶ τῶν διὰ τεχνικῶν ὀργάνων ἑψομένων 与句末的 καὶ ἐπὶ τῶν διὰ φυσικῶν 形成呼应,二者共同分享位于中间的主谓成分(τὸ ἔξω θερμὸν τῶν ἑψομένων αἴτιον [ἐστι]...),构成了框架式的并列结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:193.19-194.25