- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:191.36-193.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大从水分吸收与排泄的角度阐释了油炸何以应归为烤而非煮,继而说明石头和木材不可被煮的原因,并论证了金属冶炼、无烟干木以及奶和葡萄汁的浓缩何以在比喻意义上被称为“煎煮”。
διὸ καὶ τὰ ταγηνιζόμενα ὀπτᾶται μᾶλλον ἢ ἕψεται· ὑπὸ γὰρ τοῦ ἔξωθεν θερμοῦ, τουτέστιν ὑπὸ τοῦ πυρός, ταγηνιζόμενα μεταβάλλει τε καὶ πάσχει, ἀλλ’ οὐχ ὑπὸ τοῦ ἐν τῷ περιέχοντι αὐτὰ ὑγρῷ θερμοῦ. ὅτι γὰρ μὴ ὑπ’ ἐκείνου πάσχει, σημεῖον τὸ τὸ περιέχον αὐτὰ ὑγρὸν πάσχειν1 μᾶλλον ὑπὸ τῶν ταγηνιζομένων· θερμαινόμενα γὰρ ἐκεῖνα ὑπὸ τοῦ πυρὸς τοῦ πεπυρακτωμένου σιδήρου τὸ περικείμενον αὐτοῖς ὑγρὸν ξηραίνει εἰς αὐτὰ ἀναλαμβάνοντα.2 τὰ δέ γε ἑψόμενα τὸ ἐναντίον τούτου ποιεῖ· οὐ γὰρ μόνον οὐκ ἀναλαμβάνει εἰς αὑτὰ τὸ περικεχυμένον αὐτοῖς ὑγρὸν θερμόν, ἀλλὰ πάσχοντα ὑπ’ αὐτοῦ καὶ μεταβαλλόμενα καὶ θερμαινόμενα ἐκκρίνει καὶ τὴν ἐνυπάρχουσαν αὐτοῖς ὠμοῖς οὖσιν ὑγρότητα. οὗ σημεῖόν φησιν εἶναι τὸ ξηρότερα εἶναι τὰ ἑφθὰ τῶν ὀπτῶν· τὰ μὲν γὰρ ἑψόμενα τῷ κρατεῖσθαι ὑπὸ τοῦ ἐν τῷ περιέχοντι αὐτὰ ὑγρῷ θερμοῦ οὐκ ἀνασπᾷ αὐτὸ εἰς αὐτά, ἀλλ’ ἀφίησι τὸ ἐνυπάρχον αὐτοῖς, τὰ δὲ ταγηνιζόμενά τε καὶ ὅλως ὀπτώμενα τῇ ἀπὸ τοῦ πυρὸς ἐγγινομένῃ αὐτοῖς θερμότητι κρατοῦντα τοῦ ἐκτὸς ὑγροῦ σπᾷ αὐτὸ εἰς ἑαυτά. ὅτι δὲ τὰ ὀπτὰ ὑγρότερα τῶν ἑφθῶν, δῆλον ἐκ τοῦ, ὅταν τμηθῇ, πολὺ ὑγρότερα τῶν ἑφθῶν τὰ ὀπτὰ εὑρίσκεσθαι, ὀπτὰ δὲ τὰ μὴ προεψημένα. Εἰπὼν δὲ τὴν ἕψησιν πέψιν εἶναι τοῦ ἐνυπάρχοντος ἐν τῷ ὑγρῷ ἀορίστου γινομένην ἀπὸ ὑγρᾶς θερμότητος, εὐλόγως φησὶ μὴ πᾶν σῶμα ἑψητὸν εἶναι· οὔτε γὰρ ἐν ᾧ μηδέν ἐστιν ὑγρόν (τοῦτο γὰρ τὸ ἐν τῇ ἑψήσει πεσσόμενον) οὔτε ἐν ᾧ ἔστι μέν, ἀλλὰ ἀδύνατον κρατηθῆναι καὶ ἐκκριθῆναι3 ὑπὸ τῆς ἐν τῷ περικεχυμένῳ αὐτῷ ὑγρῷ θερμότητος διὰ πυκνότητα. διὸ οὔτε λίθοι οὔτε ξύλα ἕψονται, οἱ μὲν διὰ τὸ μὴ ἔχειν ὑγρότητα, τὰ δὲ διὰ τὸ τοιαύτην ἔχειν, ὡς μὴ δύνασθαι ὑπὸ τοῦ ἕψοντος ὑγροῦ θερμοῦ κρατεῖσθαι αὐτὴν καὶ ἐκκρίνεσθαι, διὰ τὸ φυσικῶς ἐν τῇ συστάσει πεπυκνῶσθαι καὶ μὴ ἐξιέναι. ἕψεται δὲ ταῦτα, ὅσα τῶν σωμάτων ἔχει παθητικὴν ὑγρότητα ὑπὸ τῆς ἐν τῷ ὑγρῷ τῷ περιέχοντι αὐτὰ ὑπὸ πυρὸς ἐγγινομένης θερμότητος. λέγεσθαι δέ φησι καὶ ἄλλα τινὰ ἕψεσθαι οὐ κυρίως, ἀλλὰ μεταφορικῶς· καὶ γὰρ χρυσὸς καὶ ξύλα καὶ ἄλλα τινὰ οὐ κατὰ ταὐτὸν εἶδος λεγόμενα, ἀλλὰ μεταφορικῶς, διὰ τὸ μὴ πάσαις ταῖς διαφοραῖς οἰκεῖα ὀνόματα κεῖσθαι. οὐ γὰρ τῷ τὴν ἐν τῷ χρυσῷ ὑγρότητα κρατεῖσθαι ὑπὸ τῆς ἐν τῷ ὑγρῷ θερμότητος ὁ χρυσὸς ἕψεσθαι λέγεται, ἀλλ’ οὐδὲ τὰ ξύλα· προείρηκε γὰρ ὅτι τὰ τοιαῦτα τῶν σωμάτων οὐκ ἔστιν ἑψητὰ οὐδὲ ἐν ὑγρῷ τίθεται θερμῷ, ὥστε ὑπὸ τούτου κρατηθεῖσαν τὴν ἐν αὐτοῖς ὑγρότητα ἐκκριθῆναι· μεταφορικῶς δὲ ἀπό τινος ὁμοιότητος καὶ ταῦτα ἡψῆσθαι λέγεται, ὅταν ὑπὸ πυρὸς θερμαινομένων αὐτῶν ἐκκριθῇ τι τῶν ἐν αὐτοῖς ὑγρῶν. ὅταν γὰρ ἐπὶ τοῦ χρυσοῦ ἡ τοιαύτη ὑπὸ τοῦ πυρὸς ἔκκρισις τῆς ἀλλοτρίας ὑγρότητος ἐγκαταμεμιγμένης αὐτῷ γένηται, οἷον ἀργύρου ἢ χαλκοῦ ἤ τινος ἄλλου, τότε ἡψῆσθαι λέγεται· ὁμοίως καὶ τὰ ἄλλα τὰ μεταλλευόμενα. καὶ τὰ ξύλα δέ, ὧν διὰ τὸ πλησίον πῦρ ὁ καπνὸς ἐκκέκριται καὶ γέγονε ξηρά, ἡψῆσθαι λέγεται, ἃ καὶ ἄκαπνα καλεῖται. λέγεται δὲ καὶ ἐπὶ ὑγρῶν ἕψησις, οἷον γάλακτος καὶ γλεύκους, καὶ ὁμοιοτέρα ἡ τούτων ἕψησις τῇ κυρίως ἑψήσει λεγομένῃ τῆς τοῦ χρυσοῦ καὶ τῶν τοιούτων· λέγεται γὰρ ταῦτα τότε ἡψῆσθαι, ὅταν ὁ ἐν αὐτοῖς ὑγροῖς οὖσι χυμός, οἰκεῖος ὢν αὐτῶν καὶ οὐχὶ ἀλλότριος, πεφθῇ καὶ εἰς τι εἶδος μεταβάλλῃ ὑπὸ τοῦ κύκλῳ περικειμένου καὶ ἔξωθεν πυρὸς θερμαίνοντος αὐτά· ἐκκρινομένου γὰρ τοῦ ἀορίστου ἐν αὐτοῖς ἢ ὑδατώδους, ὡς τοῦ ὀρροῦ ἐπὶ τοῦ γάλακτος, ἢ πνευματώδους, ὡς ἐπὶ τοῦ γλεύκους, ἡ τοῦ ὑποκειμένου πέψις τε καὶ εἰς εἶδός τι μεταβολὴ γίνεται. τρόπον δέ τινα εἶπε τὸ ἐπὶ τούτων γινόμενον παραπλησίως γίνεσθαι τῇ ἑψήσει, ὅτι μηδὲ ταῦτα ἐν ὑγρῷ θερμῷ τίθεται μηδὲ ὑπὸ τούτου πέσσεται ἡ ἐν αὐτοῖς ὑγρότης, ἀλλ’ ἐν ἀγγείοις ὄντα ὑπὸ τοῦ ἔξωθεν πυρὸς πάσχει τὰ προειρημένα.
因此,被油炸之物毋宁说是被烤的,而不是被煮的;因为被油炸之物是通过外部的热,即通过火而改变并承受作用的,而不是通过环绕它们的液体中的热。事实上,它们不承受那里的作用的证据在于,环绕它们的液体反而承受被油炸之物的作用;因为那些事物被烧红铁块的火加热,通过将环绕它们的液体吸入自身而使其干燥。然而被煮之物所做的却恰恰相反;因为它们不仅不把浇注在周围的热液体吸入自身,反而在承受其作用、发生变化并被加热的过程中,将它们生时内在的水分也分泌排泄出去。他说,这方面的证据在于,煮熟之物比烤熟之物更为干燥;因为被煮之物由于被环绕它们的液体中的热所统驭,不将该液体吸入自身,反而释放其内在之物,而被油炸之物以及统而言之被烤之物,则凭借火在它们内部生成的热统驭外部的水分,并将其吸入自身。而烤熟之物比煮熟之物更湿润,这一点从以下事实可以明显看出:当切开时,烤熟之物(指未经预先煮过的烤熟之物)被发现比煮熟之物湿润得多。 在说明了煎煮乃是通过湿热对存在于水分中的无定之物进行的熟化之后,他合乎情理地指出,并非所有物体都是可煮的;因为无论是其中全然没有水分的物体(因为这〔水分〕正是煎煮中所熟化的东西),还是虽然含有水分、但由于密度过大而不可能被浇注在周围的液体中的热所统驭并排泄出来的物体,都不能被煮。因此,石头和木块都不能被煮,前者是由于没有水分,后者则是由于具有不能被煎煮的热液体所统驭并排泄的水分,因为这种水分在构成上天然地致密化了而无法逸出。而能够被煮的,则是那些其水分能够承受火在环绕它们的液体中所产生的热之作用的物体。他说,某些其他事物也被说成被煮,但不是本义的,而是比喻性的;因为黄金、木块和某些其他事物并不是依据同一形式被言说的,而是比喻性地被言说的,这是由于并非所有的差异都设定了专有的名称。因为黄金并非由于黄金中的水分被液体中的热所统驭而被说成被煮,木块亦非如此;因为他此前已说过,这类物体并不是可煮的,也不会被置于热液体中以便其中的水分受其统驭而被排泄;但依据某种相似性,当它们被火加热而其内在的水分被排泄出一部分时,它们也被比喻性地称为煮过了。因为在黄金的情况下,当通过火将其混杂在其中的外来水分(如银、铜或别的什么)如此排泄出来时,它便被称为煮过了;其他开采矿物也是如此。而木块如果因附近的火将烟排泄出去并变得干燥,也被称为煮过了,它们也被称为无烟木。此外,煎煮也针对液体被言说,例如奶和未发酵的葡萄汁,而这些东西的煎煮比黄金和这类事物的煎煮更接近严格本义上的煎煮;因为当这些处于液体状态的事物内部的汁液(这是它们本有的而非外来的)被周围环绕且从外部加热它们的火熟化并转变为某种形式时,它们那时便被称为煮过了;因为随着它们内部的无定成分(或是如奶中的乳清那样水性的,或是如未发酵葡萄汁中那样气性的)被排泄出来,基底事物的熟化以及向某种形式的转变便发生了。然而他说,在这些事物身上发生的现象在某种方式上是类似于煎煮而生成的,是因为这些事物也不是被置于热液体中,其中的水分也不是被热液体熟化的,而是处于容器之中,承受着来自外部的火的上述作用。
- 4.4σημεῖον τὸ τὸ περιέχον αὐτὰ ὑγρὸν πάσχειν
在两个连续的定冠词中,第一个 τὸ 将包含不定式 πάσχειν 的整个从句名词化,作 σημεῖον 的主语(或表语),第二个 τὸ 则是限定分词 περιέχον 的冠词。
- 4.4θερμαινόμενα γὰρ ἐκεῖνα ὑπὸ τοῦ πυρὸς τοῦ πεπυρακτωμένου σιδήρου τὸ περικείμενον αὐτοῖς ὑγρὸν ξηραίνει εἰς αὐτὰ ἀναλαμβάνοντα
该句的核心框架是 ἐκεῖνα ... ξηραίνει ... εἰς αὐτὰ ἀναλαμβάνοντα。两个分词与主语 ἐκεῖνα(被油炸之物)同格并一致:θερμαινόμενα(表示时间或原因)和 ἀναλαμβάνοντα(表示方式或手段),而 τοῦ πεπυρακτωμένου σιδήρου 是修饰 τοῦ πυρός 的属格定语。
- 4.4οὔτε ἐν ᾧ ἔστι μέν, ἀλλὰ ἀδύνατον κρατηθῆναι καὶ ἐκκριθῆναι
这是与 οὔτε γὰρ ἐν ᾧ μηδέν ἐστιν ὑγρόν 并列的结构,其先行词 σῶμα 被省略。ἀδύνατον 之后承前省略了无人称的 [ἐστι],被动不定式 κρατηθῆναι 与 ἐκκριθῆναι 的逻辑主语是关系从句中的水分(τὸ ὑγρόν)。
