- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:190.14-191.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大遵循亚里士多德的文本,阐明了热与水分比例失调导致“生”的机制以及“生”一词的引申与扩展用法(如排泄物、粘土、奶),随后转入对“煎煮”(由湿热产生的熟化)的定义及其与油炸本质区别的探讨。
ταύτην δέ φησι τὴν ἀσυμμετρίαν τοῦ θερμοῦ πρὸς τὸ πεπαινόμενον ὑγρὸν γίνεσθαι ἢ τῷ τὸ θερμὸν ὀλίγον εἶναι καὶ ἔλαττον τοῦ κατὰ φύσιν ἢ τῷ τὸ ὑγρὸν τὸ πεσσόμενον καὶ ὁριζόμενον πολὺ καὶ πλεῖον εἶναι τοῦ κατὰ φύσιν. διὰ τοῦτό φησι καὶ λεπτοὺς τοὺς χυμοὺς καὶ τὰς συστάσεις εἶναι τῶν ὠμῶν, καὶ ψυχροὺς μᾶλλον ἢ θερμούς, καὶ ἀβρώτους καὶ ἀπότους, ὡς μὴ κρατηθέντος τοῦ ὑγροῦ ὑπὸ τοῦ θερμοῦ. Ὥσπερ δὲ ἡ πέπανσις πολλαχῶς ἐλέγετο (κύριον γὰρ ἦν ὄνομα τῆς πεπάνσεως τῶν καρπῶν, ἐλέγετο δὲ καὶ ἄλλα τινὰ πεπαίνεσθαι κατὰ μεταφορὰν τὴν ἀπὸ τούτων, τῷ ὁμοίως τούτοις γίνεσθαι καὶ εἶναι ὁμοειδὲς τὸ ἐπ’ αὐτῶν γινόμενον τοῖς ἐπὶ τῶν καρπῶν), οὕτως φησὶ καὶ τὴν ὠμότητα λέγεσθαι πλεοναχῶς. οὐ γὰρ μόνον ἐπὶ τῶν καρπῶν ἡ ὠμότης λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν καὶ ἡ πέπανσις· καὶ γὰρ οὖρα καὶ ὑποχωρήσεις τῆς γαστρὸς καὶ κατάρροι ὠμὰ λέγονται, ἃ πάντα τοιαῦτα εἶναι λέγεται τῷ μὴ κεκρατῆσθαι ὑπὸ τῆς οἰκείας θερμότητος μηδὲ συνεστάναι. ἤδη δὲ πορρωτέρω προϊόντες καὶ κέραμον ὠμὸν λέγομεν καὶ γάλα καὶ ἄλλα πλείω· ὅσα γὰρ ἂν δυνάμενα μεταβάλλειν καὶ συνίστασθαι ὑπὸ θερμότητος μὴ συσταθῇ μηδὲ πάθῃ τοῦτο, ὠμὰ λέγεται. τὰ γὰρ μὴ δυνάμενα συνίστασθαι ὑπὸ θερμότητος οὐ λέγεται ὠμά· τὸ γοῦν ὕδωρ οὐ λέγεται ὠμόν, ὅτι μὴ πέφυκεν ὑπὸ θερμοῦ παχύνεσθαι. καίτοι λέγεσθαί φησιν αὐτὸ ἑφθὸν δηλονότι καὶ ἀνέψητον, οὐ μὴν ὠμὸν ἢ πεπαντόν. ὅτι μὲν οὖν ὁ ὠμὸς κέραμος πορρωτέρω τῶν ἄλλων, καὶ οὐ πάντῃ ὁμοίως ἐκείνοις λέγεται, φανερόν· ἐκεῖνα μὲν γὰρ ἦν ὑπὸ τῆς οἰκείας θερμότητος πεπαινόμενα καὶ ὠμὰ ἐλέγετο, ὅτι μὴ τὸ οἰκεῖον ἐν αὐτοῖς θερμὸν ἐκράτει τοῦ ὑγροῦ, ὁ δὲ κέραμος ὠμὸς λέγεται τῷ τὸ ἔξωθεν προσαγόμενον αὐτῷ θερμὸν μὴ κεκρατηκέναι τῆς ὑγρότητος τῆς ἐν αὐτῷ. ἐπιζητήσαι δ’ ἄν τις, πῶς καὶ τὸ γάλα πορρωτέρω καὶ οὐχὶ ἐκείνοις ὁμοίως λέγεται ὠμόν. ἢ εἰ μὲν λέγοιτο1 ὠμὸν γάλα τὸ ἐν τῷ ζῴῳ, ὁμοίως ἂν τοῖς πρώτοις λέγοιτο· ὠμὸν γὰρ τοῦτο τῷ μὴ κεκρατῆσθαι ὑπὸ τῆς ἐν τῷ ζῴῳ θερμότητος τὴν ὑγρότητα τὴν ἐν αὐτῷ· εἰ δὲ λέγοιτο τὸ ἑψόμενον γάλα ἐν πυρὶ ὠμόν, ὁμοίως ἂν λέγοιτο τῷ κεράμῳ ὠμόν· τῷ γὰρ ὑπὸ τῆς ἔξωθεν μὴ κεκρατῆσθαι θερμότητος. Εἰπὼν δὲ περὶ πεπάνσεως καὶ ὠμότητος, ὧν τὸ μὲν ἦν τῷ γένει πέψις, τὸ δ’ ἀπεψία, καὶ ὁρισάμενος ταῦτα καὶ τὰς αἰτίας δείξας, δι’ ἃς γίνεται, ἑξῆς περὶ ἑψήσεως λέγει καὶ τῆς ἐναντίας αὐτῆς μολύνσεως, καὶ πρῶτόν γε περὶ ἑψήσεως. λέγει δὴ τὴν ἕψησιν εἶναι καθόλου μὲν πέψιν ὑπὸ θερμότητος ὑγρᾶς τοῦ ἐνυπάρχοντος ἀορίστου ἐν τῷ ὑγρῷ, θερμότητος μὲν ὑγρᾶς εἰπών, ὅτι τὰ ἑψόμενα ὑπὸ τοῦ θερμοῦ ὑγροῦ ἕψεται· ὑπὸ γὰρ θερμοῦ ὕδατος καὶ ἐν θερμῷ ὑγρῷ ἕψεται τὰ ἑψόμενα. τοῦ δὲ ἐνυπάρχοντος ἀορίστου, τουτέστι τοῦ ἐν τῷ ὑγρῷ τῷ ὄντι ἐν τοῖς ἑψομένοις ἀορίστου καὶ ὑδατώδους· τὸ γὰρ ἐν τούτοις ὑγρόν, ἀόριστον ὄν, πεφθὲν καὶ ὁρισθὲν ὑπὸ τῆς εἰρημένης θερμότητος ἑφθὸν γίνεται ἀπὸ τῆς ἑψήσεως. ἄν τε γὰρ σάρκες ὦσιν αἱ ἑψόμεναι ἄν τε λάχανα ἄν τε ἄλλο τι, τότε ἑφθὰ γίνεται, ὅταν τὸ ἐν αὐτοῖς ὑγρόν, ἀόριστον ὄν, ὑπὸ τῆς ἐν τῷ ὑγρῷ τῷ ἔξωθεν θερμότητος πεφθῇ τε καὶ ὁρισθῇ. λέγεσθαι δέ φησι τὸ τῆς ἑψήσεως ὄνομα κυρίως ἐπὶ μόνων τῶν ἑψομένων. τί δ’ ἐστὶ τὸ ἐνυπάρχον ἀόριστον ἐν τῷ ὑγρῷ, ἐδήλωσεν εἰπὼν τοῦτο δ’ ἂν εἴη, ὥσπερ εἴρηται, πνευματῶδες ἢ ὑδατῶδες. εἰπὼν δὲ τὴν ἕψησιν εἶναι ὑπὸ θερμότητος ὑγρᾶς, ἐξηγούμενος, τίς ἐστι θερμότης ὑγρά, λέγει ἡ δὲ πέψις γίνεται, δηλονότι ἡ τοῦ ἀορίστου τοῦ ἐν τῷ ὑγρῷ ὄντος πνευματώδους ἢ ὑδατώδους, ἀπὸ τοῦ ἐν τῷ ὑγρῷ πυρός, ἴσον λέγων τῷ ἀπὸ τοῦ ἐν τῷ ὑγρῷ θερμοῦ. εἰπὼν δὲ καὶ ἀποδοὺς τὸν λόγον τῆς ἑψήσεως, ἐπεὶ δοκεῖ καὶ τὰ ταγηνιζόμενα ἐν ὑγρῷ θερμῷ ταγηνίζεσθαι (θερμαινομένου γὰρ τοῦ ἐν τῷ ταγήνῳ ἐλαίου ἢ ἐν ᾧ ἂν ὑγρῷ καὶ ταγηνίζηταί τινα, ἐκεῖνα μεταβάλλει, καὶ οὐ λέγεται ἕψεσθαι, ἀλλὰ ταγηνίζεσθαι), ὅτι μὴ ταγηνιζόμενα ὑπὸ τοῦ ἐν τῷ ὑγρῷ θερμοῦ πάσχει, ὡς τὰ ἑψόμενα, ἀλλ’ ὑπὸ τοῦ ἔξω πυρός, ὥσπερ καὶ τὰ ὀπτώμενα, δείκνυσι.2
他说,热对于被熟透的水分的这种比例失调之所以产生,要么是由于热较少且低于合乎自然的量,要么是由于被熟化和限定的水分较多且高于合乎自然的量。他说,正因如此,生的东西的汁液和凝聚状态也是稀薄的,且是偏冷而非偏热的,并且因为水分未被热所统驭而是不能食用和不能饮用的。正如熟透是多义地被言说的(因为它是果实熟透的专有名称,但由于其他某些事物以与这些事物相似的方式生成,且在它们身上生成的现象与果实身上的现象同属一种形式,依据借自这些事物的隐喻,它们也被说成熟透),他说,生同样也是多义地被言说的。因为生不仅就果实而言被言说,而且也针对同样言及熟透的其他事物而言被言说;因为尿液、腹泻排泄物和黏膜分泌物也被称为生的,所有这些之所以被说成是这样的,都是由于没有被其本有的热所统驭且没有凝聚。进而更推展一步,我们也将粘土、奶以及更多其他事物称为生的;因为凡是能够因热而变化并凝聚的事物,如果未能凝聚也未经历这种变化,就被称为生的。因为不能因热而凝聚的事物不被称为生的;至少水不被称为生的,因为它不具有受热变稠厚的本性。然而他说,水显然被称为煮熟的和未煮的,却绝不被称为生的或熟透的。因此显而易见,生的粘土比其他事物相去更远,并不是在所有方面都与它们相似地被言说的;因为那些事物是被其本有的热所熟透的,之所以被称为生的,是因为它们内在的本有之热没有统驭水分;而粘土被称为生的,则是由于从外部施加于它的热没有统驭它内部的水分。但有人可能会追问,奶又何以相去更远且不与那些事物相似地被称为生的呢?或者更确切地说,如果被说成生的奶是指动物体内的奶,那么它就将与最初的事物相似地被言说;因为这种奶之所以是生的,乃是由于它内部的水分没有被动物体内的热所统驭;但如果被说成生的奶是指在火上煮的奶,那么它就将与粘土相似地被称为生的;因为这是由于没有被外部的热所统驭。 在论述了熟透与生(其中前者在属上是熟化,后者是未熟),并界定了它们且指明了它们赖以产生的原因之后,他接着论述煎煮及其相反的煮不熟,并且首先论述煎煮。他说,煎煮总的来说乃是通过湿热对存在于水分中的无定之物进行的熟化;之所以说“通过湿热”,是因为被煮的事物是由热的液体所煎煮的;因为被煮的事物是由热水且在热的液体中煎煮的。而“存在于其中的无定之物”,即是指在被煮事物内部的水分中存在的无定且水性的成分;因为这些事物中的水分既然是无定的,在被上述之热熟化并限定之后,便因煎煮而成为煮熟的。因为无论被煮的是肉类、蔬菜还是别的什么,当它们内部的水分虽然是无定的,却被外部液体中的热既熟化又限定时,它们那时便成为煮熟的了。他说,煎煮的名称严格说来只用于被煎煮的事物。至于存在于水分中的无定之物是什么,他通过说明“正如所说过的,这当是气性的或水性的”而阐明了。在说明了煎煮是通过湿热之后,为了解释什么是湿热,他说“熟化生成”——显而易见是指水分中气性或水性的无定之物的熟化——“来自液体中的火”,这与说“来自液体中的热”是一样的。在说明并给出了煎煮的定义之后,既然油炸之物似乎也是在热的液体中被油炸的(因为当煎锅中的油或油炸某些东西时所用的无论何种液体受热时,那些事物发生变化,并不被称为被煮,而被说成被油炸),他表明,油炸之物并不像被煮的事物那样由液体中的热承受作用,而是像被烤的事物那样由外部的火承受作用。
- 4.4ἢ εἰ μὲν λέγοιτο ὠμὸν γάλα τὸ ἐν τῷ ζῴῳ, ὁμοίως ἂν τοῖς πρώτοις λέγοιτο
这里的连词 ἤ 充当对前文疑难(关于奶为何也属于相去更远的引申用法)提出解答(solutio aporiae)的标记(相当于“或者说……”)。其后由两个平行的条件从句(εἰ μὲν λέγοιτο... / εἰ δὲ λέγοιτο...)区分了两种情形:动物体内的未消化奶被称为“生”,以及在火上未煮熟的奶被称为“生”。
- 4.4ὅτι μὴ ταγηνιζόμενα ὑπὸ τοῦ ἐν τῷ ὑγρῷ θερμοῦ πάσχει, ὡς τὰ ἑψόμενα, ἀλλ’ ὑπὸ τοῦ ἔξω πυρός, ὥσπερ καὶ τὰ ὀπτώμενα, δείκνυσι
整个长周期的主要动词位于句末(δείκνυσι,“他表明”),它在因果从句 ἐπεὶ δοκεῖ... 及其插入的解释说明之后统领 ὅτι 从句(“油炸之物并不是承受……的作用”)。承前省略的主语为亚里士多德。
