← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§188.29-190.14

果皮中成熟的本义与未熟的界定

亚历山大解释了果皮中熟透的本义及其向肿块和黏液的隐喻扩展,阐述了事物从稀薄变稠厚的过程,并讨论了与熟透相对立的“生”的界定以及水分变稠厚所需的干燥成分条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4#3

ἡ μὲν οὖν πέπανσις ἡ ἐν τοῖς περικαρπίοις τοιαύτη, ἧς καὶ κύριον ὄνομα δοκεῖ εἶναι ἡ πέπανσις· λέγεται δὲ καὶ ἄλλα πολλὰ πεπέφθαι καὶ πέπονα εἶναι, ὁμοειδῶς μὲν γινόμενα τῇ ἐν τοῖς περικαρπίοις πέψει, οὐ μὴν οἰκεῖον ἔχοντα ὄνομα, ἀλλὰ κατὰ μεταφορὰν τὴν ἀπὸ τῆς ἐν τοῖς περικαρπίοις πεπάνσεως οὕτως ὀνομαζόμενα. ὡς γὰρ προεῖπεν, οὐ κεῖται καθ’ ἕκαστον τῶν εἰδῶν τῶν τοιούτων τῶν τε ὑπὸ τὴν πέψιν καὶ τῶν ὑπὸ τὴν ἀπεψίαν κοινὸν ὄνομα, ἀλλ’ ἀπό τινος τῶν ὑπ’ αὐτὰ οὕτως ὀνομαζομένου καὶ τὰ ἄλλα καθ’ ὁμοιότητα καὶ μεταφορὰν ὁμοίως ὀνομάζεται. εἰπὼν δὲ μεταφορικῶς τινα ὀνομάζεσθαι διὰ τὸ μὴ κεῖσθαι οἰκεῖα ὀνόματα καθ’ ἕκαστον εἶδος πέψεως καὶ καθ’ ἑκάστην πέψεως τελείωσιν, προσέθηκε περὶ τὰ ὁριζόμενα ὑπὸ τῆς φυσικῆς θερμότητος καὶ ψυχρότητος, οὐχ ὡς πέψεώς τινος γινομένης καὶ ὑπὸ ψυχρότητος (κεῖται γὰρ ἡ πέψις ὑπὸ θερμότητος γίνεσθαι), ἀλλ’ ὡς πρὸς τὴν πέψιν συντελούσης καὶ τῆς ψυχρότητος· ἡ γὰρ θερμότης ὡς ὕλην τὸ ὑγρὸν καὶ τὸ ψυχρὸν ὁρίζει ἐν τῇ πέψει κρατοῦσα. ὅτι δὲ καὶ τὰ ἄλλα, ἐφ’ ὧν δι’ ὁμοιότητα μεταφορικῶς τὸ τῆς πεπάνσεως ὄνομα κατηγορεῖται, ὁμοειδῶς γίνεται καὶ πεπαίνεται τοῖς ἐν τοῖς περικαρπίοις, ἔδειξεν εἰπὼν ἔστι δὲ ἡ φυμάτων καὶ φλέγματος καὶ τῶν τοιούτων πέπανσις ἡ ὑπὸ τοῦ ἐνυπάρχοντος αὐτοῖς θερμοῦ τοῦ ὄντος ἐν αὐτοῖς ὑγροῦ πέψις· ἀδύνατον γὰρ ὁρίζεσθαι τὸ ὑγρόν, εἰ μὴ κρατοῖτο ὑπὸ τοῦ θερμοῦ· ἦν δὲ ἡ πέπανσις ἡ ἐπὶ τῶν περικαρπίων τοιοῦτον. ἐκ μὲν οὖν πνευματικῶν. λέγει τὰ πεπαινόμενα ἐκ μὲν πνευματικῶν ὑδατώδη γίνεσθαι· συνίσταται γὰρ καὶ παχύνεται τὸ πνεῦμα ἐν τῇ εἰς ὕδωρ μεταβολῇ, τὰ δὲ ὑδατώδη πάλιν εἰς τὰ γεηρά· τὰ γὰρ ὑδατώδη ὅσῳ ἂν παχύνηται καὶ γεηρότερα γίνηται, πεπέφθαι μᾶλλον λέγεται· καθόλου τε πάντα τὰ πεπαινόμενα ἐκ λεπτῶν παχύτερα γίνεται. τὸ δὲ καὶ τὰ μὲν εἰς αὐτὴν ἡ φύσις ἄγει κατὰ τοῦτο τὰ δὲ ἐκβάλλει τοιοῦτον ἂν εἴη·1 τῶν πεπαινομένων τὰ μὲν εἰς φυσικὸν εἶδος μεταβάλλει, καθ’ ὅσον πεπαίνεται, καὶ ἔστιν αὐτοῖς τέλος τῆς πεπάνσεως κατὰ φύσιν ἡ εἰς τοῦτο μεταβολή, τὰ δὲ ἐκβάλλεται καὶ ἐκκρίνεται ἐκ τοῦ κατὰ φύσιν ἔχοντος, ὡς τὸ φλέγμα, τὸ πύον, ἡ λήμη, τὸ περίττωμα. Εἰπὼν δὲ τί ἐστι πέπανσις, ἑξῆς λέγει περὶ ὠμότητος, ἥτις ἔστι μὲν ὑπὸ τὴν ἀπεψίαν, ἐναντία δέ ἐστι τῇ πεπάνσει. λέγει δὴ ὠμότητα εἶναι τὸ ἐναντίον τῇ πεπάνσει· ἀπεψία γάρ ἐστι τῆς ἐν τῷ περικαρπίῳ τροφῆς ἡ κυρίως ὠμότης λεγομένη, ἥτις ἐστὶν ἡ ἀόριστος ὑγρότης, τουτέστιν ἡ ἀσύστατος. διὸ καί φησιν εἶναι τὴν ὠμότητα ἢ πνευματικὴν ἢ ὑδατώδη ἢ ἐξ ἀμφοῖν μεμιγμένην, εἰ μὲν οὖν τὸ ὀφεῖλον πεφθῆναι πνεῦμα, πνευματικήν, εἰ δὲ ὕδωρ, ὑδατώδη. δύναται δὲ καὶ ἐξ ἀμφοῖν εἶναι, ὅταν ὀφεῖλον τὸ πεσσόμενον παχυνθῆναι, τὸ δὲ μείνῃ πνευματικόν τε καὶ ὑδατῶδες. καὶ ἐπεὶ ἡ πέπανσις τελείωσις, δῆλον ὅτι ἡ ὠμότης ἀτέλεια ἔσται γινομένη δι’ ἔνδειαν φυσικοῦ θερμοῦ καὶ ἀσυμμετρίαν πρὸς τὸ πεπαινόμενον ὑγρόν· ὅταν γὰρ ἔλαττον ᾖ τὸ θερμὸν ἢ ὥστε κρατεῖν δύνασθαι τοῦ ὑγροῦ, ἄπεπτον τὸ ὑγρὸν μένει. ἐπεὶ δὲ εἶπε τὸ ὑγρὸν εἶναι τὸ πεπαινόμενον, τίνα ἐστὶ τῶν ὑγρῶν τὰ πεπαινόμενα λέγει· ὅσα γὰρ παχύνεσθαι θερμαινόμενα δύναται· τὸ γὰρ πεπαινόμενον συνίσταται πᾶν. οὐδὲν δὲ ὑγρὸν ἄμικτον ξηρῷ καὶ γεώδει παχύνεται, διὸ οὐδὲ πεπαίνεται. δεῖ οὖν τὸ πεπαινόμενον ὑγρὸν ἔχειν ἐν αὑτῷ καὶ ξηρόν τι μεμιγμένον. διὰ τοῦτο γὰρ ὕδωρ μόνον τῶν ὑγρῶν θερμαινόμενον οὐ παχύνεται, ὅτι μὴ ἔχει ἐν τῇ οὐσίᾳ αὑτοῦ ξηρότητός τι· θᾶττον γὰρ θερμαινόμενον διατμίζεται, καὶ φθείρεται ἢ παχύνεται.2 ἔλαιον δὲ καὶ οἶνος θερμαινόμενα παχύνεται, ὅτι ἔχει ἐν τῇ αὑτῶν οὐσίᾳ καὶ ξηρόν τι καὶ γεῶδες. εἰπὼν δὲ ὅτι μηδὲν ὑγρὸν ἄμικτον ξηρῷ ὂν πεπαίνεται, περὶ τῆς ὠμότητος πάλιν λέγει καὶ τῆς ἐν αὐτῇ ἀτελείας· ἔκειτο γὰρ γίνεσθαι δι’ ἔνδειαν τοῦ φυσικοῦ θερμοῦ καὶ ἀσυμμετρίαν πρὸς τὸ ὑγρὸν τὸ πεπαινόμενον.

因此,果皮中的熟透就是这样的,熟透似乎也是它的专有名称;但许多其他事物也被说成已经被熟化并且是成熟的,它们虽然以与果皮中的熟化相同的方式生成,却并不具有专有的名称,而是通过借自果皮中熟透的隐喻被如此称呼的。因为正如他先前所说,在熟化之下的各个物种以及在未熟之下的各个物种中,并没有为每一此类物种确立共同的名称,而是根据从属于它们之下的某一如此命名的事物,其余事物也依相似性与隐喻被同样命名。在说明了某些事物之所以被隐喻性地命名,是因为没有为熟化的每一物种以及熟化的每一完满确立专有名称之后,他补充了“关于被自然之热与冷所限定的事物”,这并非指某种熟化也是由冷所生成的(因为已设定熟化是由热生成的),而是指冷对熟化也有所助益;因为热在熟化中作为主导者,把湿润与冷作为质料加以限定。至于其他那些因相似性而被隐喻性地述谓以熟透名称的事物,也是以与果皮中的事物相同的方式生成并熟透的,他通过如下言辞表明了这一点:“肿块、黏液以及此类事物的熟透,乃是它们内在的水分被存在于它们之中的热所熟化”;因为如果水分不被热所统驭,它便不可能被限定;而果皮中的熟透正是这样的事物。“因此,从气性的事物。”他说,被熟透的事物是从气性的事物变成水性的事物的;因为气在转变为水的过程中凝聚并变稠厚,而水性的事物又转变为土性的事物;因为水性的事物越是变稠厚且变得更具土性,就越被说成已经被熟化了;并且总的来说,所有被熟透的事物都是从稀薄之物变成更稠厚之物的。而“自然依此将其中一些导向自身,而将另一些排斥出去”这句话的意思当是如此:在被熟透的事物中,一些事物就其被熟透而言转变为合乎自然的形式,而转变为该形式对于它们而言乃是合乎自然的熟透的终极目的,但另一些事物则被从处于自然状态的事物中排斥和分泌出去,如黏液、脓、眵和排泄物。 在说明了熟透是什么之后,他接着讨论生,生从属于未熟,但与熟透相对立。他说,生乃是与熟透相对立之物;因为严格意义上被称为生的,乃是果皮中营养物的未熟,这是一种无定的湿润,即未凝聚的湿润。因此他也说,生要么是气性的,要么是水性的,要么是两者的混合物:如果应当被熟化的是气,它便是气性的;如果是水,便是水性的。它也可以由两者构成,当被熟化的事物本该变稠厚,却依然保持为既是气性的又是水性的之时。既然熟透是一种完满,显而易见,生乃是由于缺乏自然之热以及对被熟透的水分的比例失调而产生的未完成;因为当热少于足以统驭水分的程度时,水分便保持未熟的状态。由于他曾说过水分是被熟透之物,他进而说明水性之物中哪些是被熟透的:即所有在受热时能够变稠厚之物;因为凡是被熟透的事物都会凝聚。然而,不与干燥和土性之物相混合的水分绝不会变稠厚,因此也不会熟透。所以,被熟透的水分必须在其自身中包含某种与之混合的干燥之物。正因如此,水在水性之物中是唯一在受热时不变稠厚的,因为在它的实体中不含有任何干燥性;因为它在受热时更快蒸发,并且与其说是变稠厚,不如说是消散了。而油和酒在受热时会变稠厚,因为在它们的实体中含有某种干燥和土性的成分。在说明了不与干燥之物混合的水分绝不会熟透之后,他再次讨论生及其中的未完成;因为先前已规定,生是由于缺乏自然之热以及对被熟透的水分的比例失调而生成的。

语法注2 条
  1. 4.4τὸ δὲ καὶ τὰ μὲν εἰς αὐτὴν ἡ φύσις ἄγει κατὰ τοῦτο τὰ δὲ ἐκβάλλει τοιοῦτον ἂν εἴη

    定冠词 τό 将紧随其后引自亚里士多德原文的整句(καὶ τὰ μὲν ... τὰ δὲ ἐκβάλλει)名词化作为句子的主语。主谓骨架为“τὸ [引用句] ... τοιοῦτον ἂν εἴη”(“……这句话的意思当是如此”),冒号之后的部分对该解释进行了具体阐述。

  2. 4.4φθείρεται ἢ παχύνεται

    连词 ἤ 在此处并非单纯表示选择(“或者”),而是具有比较和偏向的含义(“与其说是变稠厚,不如说是消散”),类似于省略了 μᾶλλον 的 μᾶλλον ... ἤ 结构,前面的比较级副词 θᾶττον(“更快地”)为此结构提供了支撑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:188.29-190.14