- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:18.8-19.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了尽管有不可受作用的月亮球层居间、太阳的运动仍能传递热的机制,运用了装水玻璃器皿和电鳐的比喻以及对第五元素不可受作用性的限定性解释,并解释了阴影中热量减弱的原因。
τὸ δὲ ἀπορούμενον, πῶς τοῦ ἡλίου ἡ κίνησις ἐκπυροῖ τε καὶ θερμαίνει τὸν ἀέρα τὸν οὐχ ἁπτόμενον αὐτοῦ, εἴ γε ἡ σφαῖρα, ἐν ᾗ ἡ σελήνη, ὑπὸ τὴν τοῦ ἡλίου σφαῖράν ἐστι, μέση τὴν θέσιν οὖσα τῆς ἡλιακῆς σφαίρας καὶ τοῦ παθητοῦ σώματος, οὖσα καὶ αὐτὴ ἀπαθής (γίνεται γὰρ ὁ ἥλιος καὶ ἡ τοῦδε κίνησις οὐ τοῦ ὑπὸ τὴν σελήνην ἁπτομένη σώματος, ἀλλὰ τοῦ ἀπαθοῦς) τοῦτο δὴ παραμυθίας τυγχάνοι ἂν τῆσδε,1 ὅτι πολλὰ καὶ τῶν παθητῶν σωμάτων πολλάκις οὐδὲν αὐτὰ πάσχοντα μηδὲν ἐμποδίζει [τοῦ] ἄλλοις τισὶ πάσχειν δι’ αὐτῶν.2 οὐ γὰρ πᾶν τὸ παθητὸν ὑπὸ παντὸς ποιητικοῦ παθητόν· ἀλλὰ γὰρ ὑπ’ ἄλλων πάσχειν πέφυκε. τὰ γοῦν ὑπὸ τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος ἐξαπτόμενα διὰ τῶν ὑελίνων ἀγγείων ὕδατος ψυχροῦ πεπληρωμένων αὐτὰ μὲν πάσχει, εἴ γε ἐξάπτεται, καὶ πάσχει δι’ ἐκείνων· εἰ γοῦν ἐκποδὼν γένοιτο τὸ ἀγγεῖον, οὐκέτ’ ἐκεῖνα ἐξάπτεται· οὐ μὴν πάσχει τι καὶ θερμαίνεται καὶ τὸ ἐν τῷ ἀγγείῳ ὕδωρ. εἰ δὲ καὶ πάσχει, ἀλλ’ οὐχ ὥστε καὶ ἐξάπτεσθαι. ἀλλὰ καὶ οἱ σαγηνευταὶ γνωρίζειν φασίν, ὅταν ἔχωσιν ἐν τῇ σαγήνῃ νάρκην, τῶν ναρκῶν αὐτῶν τὰς χεῖρας, αἷς σύρουσι τὰ καλώδια, οὐ δήπου καὶ τῶν καλωδίων τοῦτο τὸ πάθος ὑπὸ τῆς νάρκης προπασχόντων. εἰ δὲ ταῦτα τὰ σώματα ὧν μὴ πάσχει παθῶν, τούτων τοῖς μετ’ αὐτὰ διάκονα γίνεται, τί θαυμαστόν, εἰ καὶ τὸ τῆς σεληνιακῆς σφαίρας σῶμα μηδὲν ὑπὸ τῆς ἡλίου πάσχον κινήσεως τῷ πάσχειν ὑπ’ αὐτῆς πεφυκότι σώματι διαδίδωσι τὸ ἀπ’ αὐτῆς ἐν αὐτῷ γίνεσθαι πεφυκὸς πάθος; ἴσως δὲ οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα· οὔτε γὰρ ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ ἀπέδειξεν3 αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος, ἀλλ’ ἀγένητον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναυξές, ἀναλλοίωτον δὲ οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνάμεθα, ἔθος τε αὐτῷ λέγειν τὸ θεῖον σῶμα οὐχ ἁπλῶς ἀπαθές, ἀλλὰ προστιθέναι τὸ πάσης θνητῆς δυσχερείας· τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα τὰ πάθη κατὰ τὴν κατ’ εἶδος μεταβολὴν γινόμενα, ἧς μεταβολῆς καὶ πάθους ἀνεπίδεκτα τὰ θεῖα, οὐ μὴν διὰ τοῦτο καὶ ἅπαντος πάθους. ἥ τε γὰρ κίνησις πάθος τι, ἧς οὐκ ἀνεπίδεκτα· ἀλλὰ καὶ εἰ τὸ φῶς ἀλλότριον λαμβάνειν πάσχειν τί ἐστιν, ἡ σελήνη εἴη ἂν πάσχουσά τι ἀπὸ τοῦ ἡλίου, εἴ γε παρ’ ἐκείνου τὸ φῶς αὐτῇ. οὐδὲν οὖν ἄτοπον καὶ ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως πάσχειν τι τὸ γειτνιῶν αὐτῇ τοῦ θείου σώματος, οὐ μὴν οὕτως πάσχειν ὥστε ἐκπυροῦσθαι, ἀλλὰ διακονεῖσθαι διὰ τούτου τοῦ πάθους τῷ ὑπ’ αὐτὸ σώματι, ὡς θερμαίνεσθαί τε αὐτὸ ὑπ’ αὐτῆς καὶ ἐκπυροῦσθαι· ἄλλως τε ἐπεὶ καὶ ἧττον ἤδη τὸ σῶμα τοῦτο εἰλικρινές τε καὶ καθαρόν, ὡς πρὸ ὀλίγου εἴρηκε δι’ ὧν εἶπεν “τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι, τὸ δ’ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσμον.” ἐπεζήτησα, πῶς εἰ ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως ἡ θερμότης ἐνταῦθα, ἀπ’ αὐτοῦ ἐν ταῖς σκιαῖς ἡ θερμότης οὐκέτι ὁμοία, καίτοι καὶ τοῦ ἐν ταῖς τοιαύταις σκιαῖς ἀέρος ὁμοίως τῷ ἀνεπισκιάστῳ ὑπὸ τὴν τοῦ ἡλίου κίνησιν ὄντος. ἢ ἐπεὶ ἄλλος ἐξ ἄλλου θερμαίνεται τῇ συνεχείᾳ τε καὶ ἁφῇ, τὸ ἐπισκοτῆσαν ἅμα καὶ τὴν συνέχειάν τε καὶ ἁφὴν ἐνεπόδισε τὴν κατὰ τοῦτο τοῦ θερμαίνοντος ἀέρος· οὐκέτι γὰρ ὡς ἐπεσκοτισμένος ὁμοίως ἅπτεται, μὴ ἁπτόμενος δὲ οὐκέτ’ οὐδὲ ὁμοίως θερμός ἐστι.
至于令人困惑的问题,即太阳的运动如何引燃并加热并未与之接触的气——如果月亮所在的球层确实位于太阳的球层之下,在位置上介于太阳球层与可受作用的物体之间,而其自身也是不可受作用的(因为太阳及其运动所接触的不是月亮之下的物体,而是不可受作用的物体)——,这一困惑确实可以得到如下缓解[解答]:即在可受作用的诸物体中,许多物体也常常自身毫无所受,却绝不妨碍其他某些物体通过它们而受作用。因为并非一切可受作用之物都会受到一切作用因的作用;相反,它本性上只受某些其他事物的作用。无论如何,通过装满冷水的玻璃器皿由来自太阳的热所引燃的物体,如果确实被引燃,它们自身便受到了作用,并且是通过那些器皿受到作用的——至少如果移开器皿,那些物体便不再被引燃——,然而器皿中的水并没有也受到某种作用而变热。即使水也受到作用,但还不至于被引燃。而且撒网的渔夫们也说,每当网中有电鳐时,他们是通过自己拉绳子的手麻木而察知它的,而绳索自身绝没有预先从电鳐那里承受这种受动。如果这些物体对于自身所不承受的受动,能成为其后之物的媒介,那么,即使月亮球层的物体由太阳的运动自身毫无所受,却向本性上受其〔太阳运动〕作用的物体传递本性上由其〔太阳运动〕而在它〔该物体〕中产生的受动,又有什么可奇怪的呢? 或许神圣的物体也并非完全不可受作用。因为在《论天》第一卷中,他既未证明它是不可变质的——尽管他曾提出此计划——,而是指明了它是非生成的和不灭的,同样也是不可增大的,但对于不可变质却没有同样地加以证明,正如我们在对该书的注释中也曾指出的那样;并且他习惯于不把神圣物体单单称为“不可受作用的”,而是补充说“免于一切会死的困扰”;因为它对这类受动是不可受作用的。而这些受动乃是依形式变化而发生的,神圣事物固然不能接受这种变化与受动,但绝不因此就不能接受一切受动。因为运动也是某种受动,而它们并非不能接受运动;而且如果接受外来的光也是承受某种作用,那么月亮就应当从太阳承受了某种作用,如果它的光确实来自太阳的话。因此,神圣物体中紧邻它〔太阳运动〕的部分受到太阳运动的某种作用,绝非荒谬之事;然而并非受到会发火程度的作用,而是通过这一受动服务于其下方的物体,从而使那下方的物体被它〔太阳运动〕加热并发火;更何况这一物体在纯正与清澈上已有所降低,正如他不久前通过以下言辞所说的那样:“因为我们说,上方直到月亮之处是异于火和气的物体,然而至少在它之内,一部分较纯净,另一部分纯正度较低,并且具有差异,尤其在它终结于气以及大地周围的宇宙之处。” 我进一步探究:如果此处的受热源自太阳的运动,那么在阴影中源自太阳的热为何不再相似,尽管此类阴影中的气与未被遮蔽的气一样处于太阳的运动之下?难道是因为,由于气是依连续性与接触而由一处加热另一处,产生阴影之物便同时在此限度内阻碍了起加热作用之气的连续性与接触?因为被遮蔽之后它不再以同样的方式接触,而不相接触,也就不再同样地热了。
- 1.11τὸ δὲ ἀπορούμενον, πῶς τοῦ ἡλίου ἡ κίνησις ἐκπυροῖ τε καὶ θερμαίνει τὸν ἀέρα τὸν οὐχ ἁπτόμενον αὐτοῦ ... τοῦτο δὴ παραμυθίας τυγχάνοι ἂν τῆσδε
句首的 τὸ δὲ ἀπορούμενον 作为引出话题的主格(悬空主格),统摄随后的从属小句,并在主句 τοῦτο δὴ παραμυθίας τυγχάνοι ἂν τῆσδε 中被指示代词 τοῦτο 重新复指接引。
- 1.11μηδὲν ἐμποδίζει [τοῦ] ἄλλοις τισὶ πάσχειν δι’ αὐτῶν
动词 ἐμποδίζει 支配不定式从属成分,底本中 [τοῦ] 是校订者加方括号删削的字词;ἄλλοις τισί 作不定式 πάσχειν 的逻辑主语,意为“绝不妨碍其他某些物体通过它们受作用”。
- 1.11οὔτε γὰρ ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος, ἀλλ’ ... οὐκέθ’ ὁμοίως ἀπέδειξεν
οὔτε(与后文的 ἔθος τε 呼应)与转折词 ἀλλ’ 构成强烈的对比:“在《论天》第一卷中他并未证明它是不可变质的(尽管他曾提出此设想);相反,虽然指明了它非生成、不灭且不增大,却未以同样方式证明其不可变质”。分词短语 καίτοι προθέμενος 具有让步含义(“尽管提议了”)。
