← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§187.8-188.29

作为熟化目的的形式与熟透的定义

亚历山大注释亚里士多德《气象学》卷四第二章(379b10),阐明熟化的终极目的是形式(或有用形态)以及自然之热对水分的统驭,接着界定了作为特有之冷导致的未完成的未熟,并分析了熟化的首个物种——熟透,以果皮中种子具备生殖能力作为其完成的标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4#2

ἐπί τινων μὲν οὖν φησιν εἶναι τὸ τέλος τῆς πέψεως τὴν φύσιν· ἐπεὶ δὲ διττὴ ἡ φύσις, ἡ μὲν ὡς ὕλη, ἡ δὲ ὡς εἶδος, προσέθηκε, ποία φύσις τὸ τῆς πέψεως τέλος· ἡ γὰρ ὡς εἶδος καὶ οὐσία· κατὰ γὰρ τὸ εἶδος ἡ ἑκάστου οὐσία καὶ τὸ εἶναι αὐτῷ ὅ ἐστι. τῆς πέψεως οὖν ἐπί τινων τέλος φησὶν εἶναι τὸ εἶδος τὸ κατὰ φύσιν ἀπολαβεῖν αὐτό, ὡς ἐπὶ τῶν καρπῶν. τοιαύτη γὰρ ἡ τούτων πέψις,1 ὡς ἐπὶ τῆς τροφῆς· καὶ γὰρ ταύτης τέλος τὸ εἰς τὸ εἶδος μεταβάλλειν τοῦ τρεφομένου φυσικὸν ὄν.2 ἐπεὶ δὲ οὐ μόνον ἐπὶ τῆς τροφῆς ἡ πέψις λέγεται, ἀλλὰ καὶ ἄλλα τινὰ πέσσεσθαί φαμεν, ὡς τὸ γλεῦκος, ὡς τὰ φύματα καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐπὶ τῶν οὕτω πεσσομένων τὸ τέλος φησὶν εἶναι τῆς πέψεως τὸ μεταβάλλειν εἴς τινα μορφήν, ἐν ᾗ γινόμενον χρήσιμον καὶ εὐεργέστερον ἡμῖν γίνεται. τίς δέ ἐστιν ἡ ὑποκειμένη μορφὴ ἐξηγούμενος εἶπεν· ὅταν γὰρ τοιονδὶ ἢ τοσονδὶ τὸ ὑγρὸν γένηται ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον ἢ ἄλλως πως θερμαινόμενον, ὡς χρήσιμον εἶναι, τότε πεπέφθαι φαμεν αὐτό. οὕτως τὸ γλεῦκος πέσσεσθαι λέγομεν καὶ τὰ ἐν τοῖς φύμασι συνιστάμενα· τὸ μὲν γὰρ γλεῦκος πεπέφθαι λέγομεν, ὅταν οἶνος γένηται, τὰ δὲ ἐν τοῖς φύμασι συνιστάμενα, ὅταν πύον γένηται, τὸ δὲ ῥεῦμα τὸ ἐν τοῖς ὀφθαλμοῖς, ὅταν λήμη· ὁμοία καὶ ἡ ἐπὶ τῶν φλεγμάτων πέψις λεγομένη. συμβαίνει δέ, φησί, τοῦτο πάσχειν πᾶσι τοῖς πεσσομένοις, τὸ πέσσεσθαί τε καὶ πεπέφθαι τότε, ὅταν ἡ ὑποκειμένη ὕλη τε καὶ ὑγρότης κρατηθῇ ὑπὸ τῆς φυσικῆς θερμότητος. ἕως γὰρ ἄν, φησίν, ἐν τοῖς τοιούτοις ὑγροῖς πᾶσι τὸ θερμὸν τὸ ἐν αὐτοῖς ἐν ἀναλογίᾳ τινὶ ᾖ τοιαύτῃ πρὸς τὸ ὑγρόν, ὡς δύνασθαι κινεῖν αὐτὸ καὶ μεταβάλλειν, φύσις αὐτῶν τοῦτο· ἡ γὰρ ἐν ἑκάστῳ ἀρχὴ κινητικὴ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, ὡς ἐδείχθη ἐν τῇ Φυσικῇ ἀκροάσει, φύσις ἐκείνου. ὅτι δὲ τῷ κρατεῖσθαι τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τοῦ οἰκείου ἡ πέψις συνίσταται, λέγει. διὸ καὶ ὑγείας, φησί, σημεῖα τὰ τοιαῦτα, τουτέστι τὰ πεπέφθαι λεγόμενα, καὶ οὖρα καὶ ὑποχωρήσεις, καὶ ὅλως τὰ περιττώματα, ὅτι ἡ τούτων πέψις σημεῖόν ἐστι τοῦ κρατεῖν ἐν τῷ ζῴῳ τὴν οἰκείαν θερμότητα τοῦ ὑγροῦ· τοῦτο γὰρ τὸ ἀόριστον. λέγει δὲ καὶ ὁποῖα γίνεται τὰ πεττόμενα· ἀνάγκη γάρ, φησίν, αὐτὰ παχύτερα καὶ θερμότερα τῶν ἀπέπτων εἶναι· τὸ γὰρ θερμὸν θερμότερά τε καὶ παχύτερα καὶ εὐογκότερα καὶ ξηρότερα ἀποτελεῖ. Εἰπὼν δὲ τί ποτ’ ἐστὶν ἡ πέψις, ἑξῆς λέγει περὶ τοῦ ἐναντίου αὐτῇ· τοῦτο δ’ ἐστὶν ἡ ἀπεψία. φησὶ δὴ τὴν ἀπεψίαν εἶναι ἀτέλειαν δι’ ἔνδειαν τῆς οἰκείας θερμότητος· ἡ δὲ ἔνδεια τῆς οἰκείας θερμότητος οἰκεία ψυχρότης ἐστίν, ὥστε εἴη ἂν ἡ ἀπεψία ἀτέλεια δι’ οἰκείαν ψυχρότητα. ὥσπερ δὲ τὴν πέψιν εἰπὼν τελειότητα προσέθηκε καὶ τὸ τίνων (τῶν γὰρ ἀντικειμένων παθητικῶν, ταῦτα δ’ ἦν τὰ ὑποκείμενα τῇ πέψει, ὕλη ὄντα), οὕτως εἰπὼν καὶ τὴν ἀπεψίαν ἀτέλειάν τινων, τίνων προσέθηκε· τῶν γὰρ ἀντικειμένων, φησίν, παθητικῶν, ταῦτα δ’ ἐστὶν ἡ ὑποκειμένη τοῖς πάθεσί τε καὶ ταῖς κατὰ τὴν πέψιν ἑκάστην μεταβολαῖς ὕλη. Εἰπὼν δὲ περί τε πέψεως καὶ ἀπεψίας, τί ἐστιν ἑκάτερον αὐτῶν, ἐπὶ τὸ περὶ τῶν ὑφ’ ἑκατέραν αὐτῶν εἰδῶν λέγειν μέτεισι, καὶ πρῶτον γε τί ἐστι πέπανσις λέγει. φησὶ δὴ πέψιν τῷ γένει τὴν πέπανσιν εἶναι· ὅτι δ’ οὕτως ἔχει, ὁρισάμενος τὴν πέπανσιν ἔδειξεν· ὡρίσατο γὰρ τὴν πέπανσιν πέψιν τῆς ἐν τοῖς περικαρπίοις τροφῆς. περικάρπια δὲ λέγει τὰ τοῖς καρποῖς περικείμενα, ἐν οἷς ἐστὶν ὑγρότης τις, ἧς ἡ πέψις πέπανσις. ἐπεὶ δὲ ἡ πέψις τελείωσις. λαβὼν ὅτι ἡ πέπανσις πέψις, ἔχων δὲ καὶ ἐν τῷ τῆς πέψεως ὅρῳ κείμενον τὸ εἶναι αὐτὴν τελείωσιν, πότε ἐστὶν ἡ πέπανσις ἐπιτετελεσμένη, λέγει· ὅταν γὰρ τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀποτελεῖν τοιοῦτον ἕτερον οἷον αὐτό. καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἕκαστον τέλειον οὕτω λέγεται, οἷον ἄνθρωπος τέλειος ἤδη ὁ γεννᾶν δυνάμενος οἷον αὐτό, καὶ ἵππος ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον.

因此他说,在某些事物中,熟化的终极目的是自然;但由于自然是双重的,一种作为质料,另一种作为形式,他便补充说明了何种自然是熟化的终极目的:因为它是作为形式与实体的自然;因为每一事物的实体及其作为其所是的所是,都是依形式而定的。因此他说,在某些事物中,熟化的终极目的乃是使其自身获得合乎自然的形式,如果实的情形。因为果实的熟化就是这样的,正如在食物的情形中一样;因为食物的终极目的也是转变为受滋养之物的形式,而这一形式是自然的。但由于熟化不仅适用于食物,而且我们还说某些其他事物也是被熟化的,如葡萄汁、肿块以及其他此类事物,因此他说,对于如此被熟化的事物而言,熟化的终极目的乃是转变为某种形态,当生成为该形态时,它便对我们变得有用且更易加工。在解释底层的形态是什么时,他说:因为无论通过烘烤、水煮、腐烂或以其他某种方式受热,只要湿润物变成具有如此性质或如此数量的状态以至于变得有用,那时我们便说它已经被熟化了。我们就是这样说葡萄汁被熟化以及肿块中形成之物被熟化的;因为当葡萄汁变成酒时,我们便说它已经被熟化了;肿块中形成之物变成脓时,眼睛中的流注物变成眵时,也是如此;关于黏液所说的熟化也是类似的。他说,所有被熟化的事物在底层的质料与水分被自然之热所统驭时,都经历这种受动,即正在被熟化与已经被熟化。他说,因为在所有此类湿润物中,只要它们内在的热与水分保持某种比例,足以推动并改变水分,这便是它们的自然;因为正如在《物理学》中所表明的,在每一事物中自身而非偶性地作为运动本原的,就是那一事物的自然。他说,熟化在于水分被特有之热所统驭。因此他说,此类事物(即被称为已经被熟化的事物),如尿液、排泄物以及一般的排泄残留物,都是健康的标志,因为这些事物的熟化乃是动物体内特有之热统驭了水分的标志;因为水分乃是无定之物。他还说明了被熟化的事物会变成何种状态;他说,因为它们必然比未熟之物更稠厚且更热;因为热会造就更热、更稠厚、更致密且更干燥的事物。 在说明了熟化究竟是什么之后,他接着讨论与熟化相反的事物;这便是未熟。他说,未熟乃是由于缺乏特有之热而导致的未完成;而特有之热的缺乏便是特有之冷,因此未熟就是由于特有之冷而导致的未完成。正如他在称熟化为完满之后,又补充说明了它属于何种事物[的完满](即属于被动的对立物,而这些作为质料乃是熟化的基质),同样,在称未熟为某些事物的未完成之后,他也补充说明了它属于何种事物:他说,属于被动的对立物,而这些就是在每一次熟化中作为受动与变化的底层的质料。 在讨论了熟化与未熟各自是什么之后,他进而讨论从属于它们每一者的各个物种,并首先说明熟透是什么。他说,熟透在属上是熟化;而事实确实如此,他是通过定义熟透来证明这一点的;因为他将熟透定义为果皮中营养物的熟化。他所谓的果皮,是指包围果实的外层结构,其中含有某种水分,该水分的熟化便是熟透。由于熟化是一种完满,在设定了熟透是熟化、并且在熟化的定义中已规定其为一种完满之后,他说明了熟透在何时达到完满:即果皮中的种子能够产生另一个如其自身一般的个体的时候。因为在其他事物中,每一事物也是以这种方式被称为完全的,例如能够生育另一个如其自身一般的个体的人,如今便已是完全的,马也是如此,其余每一事物亦然。

语法注2 条
  1. 4.4ἐπεὶ δὲ ἡ πέψις τελείωσις. λαβὼν ὅτι ἡ πέπανσις πέψις

    在 ἐπεὶ δὲ ἡ πέψις τελείωσις 从句中省略了系动词 ἐστί。尽管校勘本在此处标有句号,但在逻辑与句法上,它与接下来的分词 λαβών 及 ἔχων 紧密相连,构成了三段论式的前提(大前提:熟化是完满;小前提:熟透是熟化),共同引领主要动词 λέγει。

  2. 4.4τοῦ τρεφομένου φυσικὸν ὄν

    φυσικὸν ὄν(中性单数主格/宾格分词)在语法上与介词短语中的名词 τὸ εἶδος(形式)保持性数格一致并修饰之,而非修饰 τοῦ τρεφομένου;它指明食物所转变而成的形式是自然的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:187.8-188.29