- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:185.24-187.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《气象学》卷四第2章(379b10),亚历山大梳理了冷热能力在自然构成的物体中引发的紧随其后的诸物种(熟化与未熟,以及熟透、煮熟、烤熟及其对立项),并阐释了熟化的定义(由特有之热从被动对立物中实现的完满)及其起因。
" Λοιπὸν δὲ εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι δυνάμεις ἐργάζονται ἐξ ὑποκειμένων τῶν φύσει συνεστώτων ἤδη.1" Εἰπὼν περὶ γενέσεως καὶ φθορᾶς λοιπόν φησιν εἶναι τὸ εἰπεῖν τὰ εἴδη τὰ ἐχόμενα τῶν προειρημένων, ἅπερ ἐστὶν ἥ τε γένεσις καὶ φθορά, ἃ καὶ αὐτὰ γίνεται ὑπὸ τῶν δυνάμεων τῶν προειρημένων. ταῦτα δ’ ἐστὶ τὰ δι’ ὧν αἱ εἰρημέναι δυνάμεις ἕκαστον ὧν ποιοῦσι ποιοῦσιν ἐν ταῖς ἤδη συνεστώσαις φυσικαῖς οὐσίαις· αὗται δ’ εἰσὶ τὰ σώματα τῶν τε ζῴων τε καὶ φυτῶν. ἔστι δὴ τούτων κοινὰ μέν, δι’ ὧν ἕκαστον τῶν ἐν τοῖς προειρημένοις γίνεται, πέψις καὶ ἀπεψία, ἀνάλογον ὄντα τὸ μὲν γενέσει, τὸ δὲ φθορᾷ, ὑπὸ μὲν τοῦ θερμοῦ ἡ πέψις, ὑπὸ δὲ τοῦ ψυχροῦ ἡ ἀπεψία, ἑκάτερον ὑφ’ ἑκατέρου προηγουμένως. ὑφ’ ἑκάτερον δὲ τούτων ὑπὸ μὲν τὴν πέψιν πέπανσις, ἕψησις, ὄπτησις (ταῦτα γὰρ ἀλλήλων εἴδει διαφέροντα πέψεις ἅπαντα), ὑπὸ δὲ τὴν ἀπεψίαν ὠμότης, μόλυνσις, στάτευσις· καὶ γὰρ τούτων ἕκαστον ἀπεψία τις. καὶ ἔστιν ὥσπερ ἡ πέψις τῇ ἀπεψίᾳ ἐναντίον, οὕτω καὶ τῶν ὑπ’ αὐτὰ τῇ μὲν πεπάνσει ἡ ὠμότης, τῇ δὲ ἑψήσει ἡ μόλυνσις, τῇ δὲ ὀπτήσει ἡ στάτευσις. εἰπὼν δὲ εἴδη εἶναι τῆς μὲν πέψεως πέπανσιν, ἕψησιν, ὄπτησιν, τῆς δὲ ἀπεψίας ὠμότητα, μόλυνσιν, στάτευσιν, δεῖν φησιν ὑπολαμβάνειν ὅτι μὴ κύρια τὰ ὀνόματά ἐστιν ταῦτα τῶν πραγμάτων, καθ’ ὧν λαμβάνεται, ἀλλ’ ἐπεὶ οὐκ ἔστι κείμενον ὄνομα ἓν κοινὸν καὶ καθόλου κατὰ πάντων τῶν ὁμοίων, τὸ ἐπί τινων κείμενον ἐπὶ πᾶν τὸ ὅμοιον μεταφέρομεν, ὡς προϊόντος ἔσται τοῦ λόγου γνώριμον. ἑξῆς δὲ τί ποτέ ἐστι τῶν προειρημένων ἕκαστον λέγει, καὶ πρῶτόν γε ὅτι ποτέ ἐστιν ἡ πέψις φησί. λέγει δὴ πέψιν εἶναι τελείωσιν ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικειμένων παθητικῶν. ἐπί τε γὰρ τῶν ζῴων ἡ ὑπὸ τῆς θρεπτικῆς ψυχῆς διὰ τοῦ φυσικοῦ τε καὶ οἰκείου θερμοῦ τῆς τροφῆς τελείωσις, ὡς τὴν δυνάμει τροφὴν ἐνεργείᾳ γενέσθαι, πέψις· ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἡ πέψις ὑπὸ τοῦ ἐν αὐτοῖς θερμοῦ τελειουμένοις γίνεται.2 τὸ δὲ ἐκ τῶν ἀντικειμένων παθητικῶν εἶπεν ἀντὶ τοῦ ἐκ τῆς ὑποκειμένης ὕλης, ἥτις ὑπὸ τοῦ θερμοῦ καὶ εἰς τὰ ἀντικείμενα ὧν ἔχει παθῶν3 μεταβάλλεται. διττῆς γὰρ οὔσης τῆς τροφῆς, τῆς μὲν πρώτης τῆς πρὸ τοῦ πεφθῆναι, τῆς δὲ ἐσχάτης τῆς μετὰ τὴν πέψιν, ἐναντία ἐστὶν ἡ πρώτη τῇ ἐσχάτῃ· διὸ καὶ ἐν τοῖς Περὶ γενέσεως εἶπε τὸ τρεφόμενον τρέφεσθαι πῇ μὲν ὑπ’ ἐναντίου, πῇ δὲ ὑπὸ ὁμοίου. ἡ μὲν γὰρ ἄπεπτος ἔτι τροφή, ἣν προσφερόμεθα, ἐναντία τῷ τρεφομένῳ, ἡ δὲ μετὰ τὴν πέψιν, ἥτις ἤδη προσκρίνεται καὶ ἔστι κυρίως ἤδη τροφή, ὁμοία. γίνεται μὲν γὰρ κατ’ ἀλλοίωσίν τε καὶ μεταβολὴν καὶ πέττεται πᾶν τὸ πεττόμενον· ἡ δὲ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον. τὴν δὲ ὕλην τὴν πεττομένην ἀντικειμένην εἶπε τῷ ἐξ αὐτῆς πεττομένῳ καὶ τελειουμένῳ καὶ εἰς τὸ εἶδος ἀγομένῳ. λέγει δ’ αὐτὴν καὶ παθητικήν· πᾶσα γὰρ τοιαύτη· διὰ γὰρ τοῦ πάσχειν ἡ τελείωσις αὐτῆς. καὶ αὐτὸς δὲ ἐξηγούμενος τὸ προειρημένον προσέθηκε· ταῦτα γάρ, φησίν, ἐστί, λέγων τὰ ἀντικείμενα καὶ παθητικά, ἡ οἰκεία ἑκάστῳ ὕλη. οὐ γὰρ ἐν πᾶσι τοῖς πεττομένοις τὸ αὐτὸ ὑποκείμενον, οὐδ’ ἐν πᾶσι τὰ αὐτά ἐστι τὰ πεσσόμενα, ἀλλ’ ὅταν πεφθῇ, τετελείωταί τε καὶ ὃ ἦν δυνάμει, τοῦτο ἐνεργείᾳ γέγονεν. ἀρχὴν δὲ καὶ αἰτίαν τῆς τελειώσεως τὴν οἰκείαν θερμότητα τὴν ἐν τῷ τρεφομένῳ γίνεσθαι λέγει· τούτῳ γὰρ ἡ φύσις ὀργάνῳ χρῆται προηγουμένῳ πρὸς τὴν πέψιν, κἂν διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ ἡ πέψις. πολλὰ γὰρ καὶ τῶν ἔξω δοκεῖ συνεργεῖν τῇ τῆς τροφῆς πέψει, ὡς λουτρά, γυμνάσια, ἀλλὰ ταῦτα συνεργὰ μὲν γίνεται τῇ πέψει εὐκατεργαστότερα καὶ εὐμεταβλητότερα ποιοῦντα τὰ πεσσόμενα, ἀρχὴ δὲ καὶ αἰτία ἡ ἐν τῷ τρεφομένῳ θερμότης. εἰπὼν δὲ τὴν πέψιν τελείωσιν εἶναι, τίς ἐστιν ἡ τελείωσις καὶ τὸ τέλος τοῦ ἐκ τῆς πέψεως γινομένου λέγει.
“接下来应当讨论紧接着的各物种,即上述诸能力从依自然业已构成的底层事物中所造出的诸多物种。” 在讨论了生成与毁灭之后,他说,接下来应当讨论紧随前述者(即生成与毁灭)的各物种,而这些物种自身也是由前述诸能力所产生的。这些物种就是上述诸能力在依自然业已构成的实体中实现其所产生的每一事物时所凭借的媒介;而这些实体就是动物与植物的身体。在这些[实体]中共有的、并通过它们使得上述事物中每一事物得以产生的,乃是熟化与未熟,它们分别对应于生成与毁灭:熟化由热产生,未熟由冷产生,各自主要由各自产生。而在它们每一者之下[又各有从属的种]:在熟化之下有熟透、煮熟与烤熟(因为这些虽彼此在种上有别,却全都是熟化);在未熟之下则有生硬、半生不熟与夹生烤,因为它们每一者也是某种未熟。正如熟化与未熟相反,它们之下的从属者也是如此:生硬与熟透相反,半生不熟与煮熟相反,夹生烤与烤熟相反。在说明了熟透、煮熟、烤熟是熟化的种,而生硬、半生不熟、夹生烤是未熟的种之后,他说应当认识到,这些名称对于所适用的事物而言并不是本义的,而是由于对于所有同类事物没有确立一个共同且普遍的单一名称,我们便将对某些事物确立的名称转用到所有同类事物之上,这一点随着论述的展开将变得清楚。接着他说明上述每一者究竟是什么,并首先说明熟化究竟是什么。他说,熟化是由自然的特有之热从被动的对立物中所造就的完满。因为在动物身上,由滋养之灵魂通过自然的特有之热对食物所造就的完满,使得潜能上的食物成为现实上的食物,这就是熟化;但在其余一切事物上,对于那些通过内在之热而达到完满的事物而言,熟化同样会发生。他说“从被动的对立物中”,是用来代替“从底层的质料中”,这种质料受热的作用而转变为与其所具有的受动性相反的状态。因为食物有两种,一种是熟化之前的最初食物,另一种是熟化之后的最终食物,最初的食物与最终的食物相反;因此在《论生成[与毁灭]》中他也曾说,受滋养之物在某种意义上是由相反者所滋养,在另一种意义上则是由相似者所滋养。因为我们摄入的仍未消化的食物与受滋养之物相反,而熟化之后的食物已经同化且严格说来已是食物,因而与受滋养之物相似。因为凡被熟化之物都是通过质变与变化而生成并被熟化的,而变化是从相反者到相反者。他说被熟化的质料是与从它之中被熟化、被完满并被引向形式之物相对立的。他又称这种质料是被动的,因为所有质料都是如此,其完满正是通过受动而实现的。他自己在解释上述内容时补充道:他说,这些(即所谓的被动对立物)乃是适合于每一事物的质料。因为在所有被熟化的事物中,底层的基质并非同一,被熟化之物在所有事物中也不尽相同,然而一旦被熟化,它便达到了完满,潜能存在之物便现实地成为了这一事物。他说,在受滋养之物中内在的特有热量是这种完满的本原与原因;因为即便熟化是在某种外在帮助的协同下完成的,自然也是将这种热作为进行熟化的首要工具来使用的。因为许多外在事物似乎也协助食物的熟化,如沐浴、运动,但这些是通过使被熟化之物变得更易加工、更易变化而成为熟化的协助者,而本原与原因则是受滋养之物中的热。在说明了熟化是一种完满之后,他接着阐明从熟化中产生之物的完满及其终极目的是什么。
- 4.4ἐξ ὑποκειμένων τῶν φύσει συνεστώτων ἤδη
介词 ἐκ 后的属格名词 ὑποκειμένων 被带冠词分词短语 τῶν φύσει συνεστώτων ἤδη 所限定或同格修饰,指代那些已经由基本元素依自然复合构成的个体自然物体(如动植物的机体组织)作为质料基底。
- 4.4ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἡ πέψις ὑπὸ τοῦ ἐν αὐτοῖς θερμοῦ τελειουμένοις γίνεται
与格分词 τελειουμένοις 作为与格宾语/关涉与格,与前置介词短语 ἐπὶ τῶν ἄλλων πάντων(就其余一切而言)相呼应,指代承受熟化过程、正趋向完满的事物。整个分句的主语为 ἡ πέψις,主谓动词为 γίνεται。
- 4.4εἰς τὰ ἀντικείμενα ὧν ἔχει παθῶν
关系代词 ὧν 与其名词 παθῶν 构成了关系代词的吸引结构(attractio relativi)。其底层句法构造为 εἰς τὰ ἀντικείμενα τῶν παθῶν ἃ ἔχει(“变为与其所具有的诸性质相对立的状态”),先行词被合并入关系从句并被吸引为属格。
