← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§184.4-185.23

腐败的原因、生物化生与消灭的定义

亚历山大注解亚里士多德《气象论》卷四第一章(379a19–379b8),阐明了冷如何与外来热一同成为腐败的原因,解释了冰冻物、沸腾物、流水与大量液体不易腐败的缘由以及腐败中动物的化生,随后将此处生成与毁灭的定义与《论生成与毁灭》中的定义进行了比较。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2

" Ὥστ’ ἐπεὶ κατ’ ἔνδειαν πάσχει." Εἰπὼν πᾶσαν τὴν κατὰ φύσιν φθορὰν σῆψιν εἶναι, εἰπὼν δὲ καὶ τί ἐστι σῆψις, καὶ δείξας διὰ τοῦ λόγου ὅτι τὸ θερμόν ἐστι τὸ ἐν τῷ περιέχοντι τῆς σήψεως αἴτιον, ἐπεὶ ἔκειτο αὐτῷ τὰ δύο εἶναι ποιητικά, τὸ θερμὸν καὶ τὸ ψυχρόν, πῶς καὶ τὸ ψυχρὸν τῆς σήψεώς ἐστιν αἴτιον λέγει. ἐπεὶ γὰρ τὰ σηπόμενα κατ’ ἔνδειαν τοῦ οἰκείου καὶ κατὰ φύσιν αὐτοῖς θερμοῦ φθείρεται, καθὸ δὲ ἐνδεές τί ἐστι τῆς θερμῆς δυνάμεως, ψυχρόν, ἀμφότερα ἂν αἴτια εἴη τῆς σήψεως, καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν. ὥστε κοινὸν τὸ πάθος, ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θέρμης ἀλλοτρίας. διὰ τοῦτο γὰρ καὶ ξηρότερα γίνεται τὰ σηπόμενα πάντα. διὰ τούτων τὴν αἰτίαν ἀποδίδωσι τοῦ τὰ σηπόμενα μετὰ τὸ ὑγρότερα γενέσθαι ξηρὰ λοιπὸν γίνεσθαι· τῷ γὰρ ἐξιὸν τὸ οἰκεῖον θερμὸν καὶ διαπνεόμενον συνεξάγειν καὶ συνεξατμίζειν καὶ τὸ ἐν αὐτῷ ὑγρόν, καὶ μηκέτ’ εἶναι τὸ ἄλλην ἐπισπασόμενον ὑγρότητα.1 τὸ γὰρ οἰκεῖον ἐν ἑκάστῳ θερμὸν ἐπακτικόν ἐστιν ὑγρότητος ἕλκον ἔξωθεν αὐτήν. δείκνυσι δὲ καὶ ὅτι ἀκολούθως τοῖς εἰρημένοις ἧττον ἐν τοῖς ψύχεσι τὰ σηπόμενα σήπεται ἢ ἐν ταῖς ἀλέαις· ἧττον γὰρ τότε τὸ θερμὸν ἐν τῷ περιέχοντι ὂν οὐ κρατεῖ τοῦ ἐν ἑκάστῳ θερμοῦ·2 ἐν δὲ τῷ θέρει πλεῖον. λέγει δὲ καὶ τὰς αἰτίας τοῦ μήτε τὸ πεπηγὸς μήτε τὸ θερμόν τε καὶ ζέον σήπεσθαι. τὸ μὲν γὰρ πεπηγὸς τῷ μᾶλλον εἶναι ψυχρὸν αὐτὸ ἢ θερμὸν τὸν περιέχοντα αὐτὸ ἀέρα, οὐ κρατεῖται ὑπ’ αὐτοῦ, ὥστε καὶ ἐξάγεσθαι αὐτοῦ τὸ ἐν αὐτῷ θερμόν· τὸ δὲ σῆπον καὶ μεταβάλλον κρατοῦν τοῦ σηπομένου καὶ κινοῦν αὐτὸ σήπει. τὸ δὲ θερμόν τε καὶ ζέον τῷ πλείω εἶναι τὴν ἐν αὐτῷ θερμότητα τῆς ἐν τῷ περιέχοντι οὐ κρατεῖται ὑπ’ αὐτῆς· τὸ γὰρ πλεῖον θερμὸν τοῦ ἐλάττονος κρατοῦν σβέννυσί τε αὐτὸ καὶ φθείρει. ἀλλὰ καὶ τὸ κινούμενον καὶ ῥέον ἧττον τοῦ ἀκινητίζοντος σήπεται. διὸ τὰ σταδαῖα ὕδατα τῶν ῥεόντων εὐσηπτότερα· τῆς γὰρ ἐν τοῖς ῥέουσί τε καὶ κινουμένοις ἐνυπαρχούσης θερμότητος ὑπὸ τῆς κινήσεως ζωπυρουμένης ἀσθενεστέρα γίνεται ἡ ἐν τῷ ἀέρι τῷ περιέχοντι θερμότης. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ πλεῖον ἧττον τοῦ ὀλίγου σήπεται. εὐσηπτότερον γὰρ τὸ ἔλαττον τῷ ἐλάττονα ἔχειν τὴν θερμότητα, τῷ μᾶλλον ὑπὸ τῆς ἐν τῷ περιέχοντι κρατεῖσθαι θερμότητος. ἐν γὰρ τῷ πλείονί φησι πλεῖον καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐνυπάρχειν· διὸ μήτε ὑπὸ τῆς θερμότητος τῆς ἐν τῷ περιέχοντι κρατούμενον σήπεσθαι ῥᾳδίως μήτε ὑπὸ τῆς ψυχρότητος πάσχειν ταῦτα πάλιν, ὅσα διὰ τὴν τῆς ψυχρότητος ἐπικράτειαν πάσχει τὰ πάσχοντα. διὰ τοῦτό φησι τὴν θάλασσαν κατὰ μέρη μὲν διαιρουμένην σήπεσθαι ταχύ· αἱ γοῦν ἀπ’ αὐτῆς ἀπολαμβανόμεναι λίμναι σήπονται· ἅπασα δὲ οὐ σήπεται. ὁμοίως καὶ τῶν ἄλλων ὑδάτων τὰ ἐλάττω εὐσηπτότερα τῶν πολλῶν. λέγει δὲ καὶ τὴν αἰτίαν τοῦ ἐν τοῖς σηπομένοις καὶ ζῷά τινα γεννᾶσθαι, ὡς σκώληκας, ἐμπίδας, κώνωπας· τῷ γὰρ τὴν ἀποκρινομένην ἐξ αὐτῶν θερμότητα φυσικὴν εἶναι συνίσταται τὰ συναποκρινόμενα αὐτῇ σώματα, ἂν ἔτ’ ἔχῃ ὑγρότητός τι.

“因此,既然它是因匮乏而受动……” 在说明了凡依自然的毁灭皆是腐败,并说明了腐败是什么,且通过论证表明周围环境中的热是腐败的原因之后,既然他曾假定能动者有两者,即热与冷,他便说明冷如何也是腐败的原因。因为腐败之物是因匮乏自身特有且依自然的热而毁灭,而凡在匮乏热的能力的限度内,它便是冷的,因此两者都应是腐败的原因,即热与冷。所以,腐败这种受动,是自身特有的冷与外来的热所共有的。事实上,正因如此,凡腐败之物都变得更加干燥。通过这些,他说明了为何腐败之物在变得更加湿润之后最终会变干的原因:因为自身特有的热逸出并蒸发时,会将其中包含的湿气一同带出并一同蒸发,并且不再有能吸引其他湿气的东西。因为每一事物中自身特有的热正是通过从外部吸引湿气而引入湿气的东西。他还表明,与所言相符,腐败之物在严寒中比在温暖中更不易腐败;因为在严寒时,周围环境中的热较为微弱,不压制每一事物中的热(而在夏季则更为强盛)。他还说明了为何冰冻之物与滚烫沸腾之物皆不腐败的原因。因为冰冻之物,由于自身之冷胜过周围空气之热,故而不被空气所压制,以致其内部的热被驱出(而致腐并使之变化者,是通过压制受腐之物并使之运动来造成腐败的)。另一方面,滚烫沸腾之物,由于其内部的热多于周围环境中的热,故而不被周围环境所压制;因为较多的热压制较少的热,使之熄灭并毁灭。不仅如此,运动和流动之物比静止之物更不易腐败。因此静止的水比流动的水更易腐败;因为流动和运动之物中内在的热因运动而被重新激发,周围空气中的热便变得较弱。基于同样的原因,量多之物也比量少之物更不易腐败。因为量少者更易腐败,是由于其热量较少,即更容易被周围环境中的热所压制。他说,在量多者中内在的热与冷都更多;因此它既不轻易被周围环境中的热所压制而腐败,也不致因冷而再次遭受受动之物因冷占优势所遭受的一切。正因如此,他说,大海若被分割成部分便会迅速腐败(至少由大海隔出的湖沼会腐败),但作为一个整体则不会腐败。同样,在其他水中,少量的水也比多量的水更易腐败。他还说明了在腐败之物中为何会产生某些动物的原因,如蛆虫、蚋和蚊子;因为从它们之中分离出的热是自然的,故而与其一同分离出的物体若仍存有某些湿气,便会凝结成形。

§4.3

"Τί μὲν οὖν ἐστι γένεσις καὶ τί φθορά, εἴρηται." Ὑπομιμνήσκει τῶν εἰρημένων· εἴρηται δὲ ἡ μὲν γένεσις εἶναι μεταβολὴ ὑπὸ τῶν ποιητικῶν δυνάμεων τῆς ὑποκειμένης ὕλης κατὰ τὰς δυνάμεις τὰς παθητικάς, ἥτις γίνεται, ὅταν ἐν ἀναλογίᾳ τοιαύτῃ ᾖ τὰ ποιοῦντα πρὸς τὰ πάσχοντα, ὡς κρατεῖν αὐτῶν. ἐν μέντοι τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἀπέδωκε τὴν γένεσιν μεταβολὴν ἐκ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ ὄν, κοινότερον ἐκεῖ καὶ καθολικώτερον ἀποδοὺς αὐτῆς τὸν λόγον, ἐνταῦθα δὲ προσεχέστερον ἤδη καὶ φυσικώτερον, εἴ γε φυσικοῦ τὸ καὶ τὴν ὕλην, ἐν ᾗ γίνεται τὰ κατὰ φύσιν γινόμενα, ἐν τῷ ὁρισμῷ συμπεριλαμβάνειν. ἡ δὲ φθορὰ ἀνάπαλιν· ὅταν γὰρ κρατῇ τοῦ ποιητικοῦ τὸ παθητικὸν διὰ τὸ περιέχον·3 ὁδὸς γὰρ εἰς σῆψιν. σῆψις γὰρ ἡ κατὰ φύσιν φθορὰ πᾶσα, ἡ δὲ σῆψις καθόλου γίνεται τοῦτον τὸν τρόπον.

“那么,生成是什么以及毁灭是什么,已经说明了。” 他提示了此前已言之事:已经说明,生成是主动能力依照被动能力对底层质料的改变,当能动者相对于受动者处于足以压制它们的比例时,生成便会发生。不过,在《论生成与毁灭》中,他将生成界定为从潜能存在向现实存在的转变,在那里给出的定义更为一般和普遍,而在这里则更为切近且更符合自然学,如果把自然生成之物在其中生成的质料也一并包含在定义中确实属于自然学家的本分的话。毁灭则相反;因为[当]受动者因周围环境而压制能动者时[便发生毁灭];因为这是一条走向腐败之路。因为凡依自然的毁灭皆是腐败,而腐败总体上就是以这种方式发生的。

语法注3 条
  1. 4.2τῷ γὰρ ἐξιὸν τὸ οἰκεῖον θερμὸν καὶ διαπνεόμενον συνεξάγειν καὶ συνεξατμίζειν καὶ τὸ ἐν αὐτῷ ὑγρόν, καὶ μηκέτ’ εἶναι τὸ ἄλλην ἐπισπασόμενον ὑγρότητα

    由带冠词不定式与格(τῷ ... συνεξάγειν ... καὶ μηκέτ’ εἶναι)引导的原因构式。不定式 συνεξάγειν 的逻辑主语是 τὸ οἰκεῖον θερμόν,伴随分词 ἐξιὸν καὶ διαπνεόμενον 与其性数格一致。后半句 μηκέτ’ εἶναι 的主语则是实体化的将来时分词 τὸ ... ἐπισπασόμενον(“将要吸引……者/物”)。

  2. 4.2ἧττον γὰρ τότε τὸ θερμὸν ἐν τῷ περιέχοντι ὂν οὐ κρατεῖ τοῦ ἐν ἑκάστῳ θερμοῦ

    ἧττον 不是修饰动词 οὐ κρατεῖ,而是作分词 ὂν 的表语性修饰成分,意为“周围环境中的热在此时较为微弱(较少),故而不压制……”。后文的对照句“ἐν δὲ τῷ θέρει πλεῖον(而在夏季[热]更为强盛,因而压制)”进一步印证了 ἧττον 与 πλεῖον 相互呼应,充当 ὄν 的程度补语。

  3. 4.3ἡ δὲ φθορὰ ἀνάπαλιν· ὅταν γὰρ κρατῇ τοῦ ποιητικοῦ τὸ παθητικὸν διὰ τὸ περιέχον·

    在 ὅταν 从句之后省略了主句谓语(如 γίνεται ἡ φθορά)。承接前句省略形式的“ἡ δὲ φθορὰ ἀνάπαλιν(毁灭则相反)”,根据与生成定义(能动者压制受动者时发生)的对称结构,应补充理解为“[当]受动者压制能动者时[便发生毁灭]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:184.4-185.23