← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§182.24-184.3

消化不良的原因与作为自然消灭的腐烂

基于亚里士多德《气象学》卷四第一章,亚历山大阐释了能动权能的局部衰竭何以导致不消化与不全沸腾,指出与单纯生成相对立的自然消灭即是腐烂(sepsis),并论证了为何除火之外的一切物体都会因外来之热而腐烂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#3

τὸ δὲ κατὰ μέρος μὲν προσκείμενον δηλωτικόν ἐστι τοῦ εἰ κατὰ μέρος τι γένοιτο1 ἡ τοιαύτη τοῦ ποιοῦντος ἀσθένεια, ὡς μὴ τὸ ὅλον φθεῖραι, ἀλλά τι τῶν μορίων τῶν τῷ ὅλῳ προσκρινομένων, καθ’ ἃ μεταβάλλοντα ἢ αὔξεται τὸ ὑποκείμενον ἢ τρέφεται, τότε ἡ περὶ ταῦτα τοῦ ποιοῦντος ἀσθένεια ἀπεψίαν καὶ μόλυνσιν ποιεῖ. εἰπὼν δὲ τὴν κατὰ μέρος ἀσθένειαν τοῦ ποιοῦντος τὴν ἀπεψίαν ποιεῖν, λέγει ὅτι τῇ δὲ οὐ τινὶ γενέσει οὐδὲ κατὰ μέρος, ἀλλ’ ἁπλῇ ἐναντίον καὶ κοινὸν σῆψις. πᾶσα γὰρ ὥσπερ γένεσις ἁπλῆ τε καὶ κατὰ φύσιν τῷ ὑπὸ τῶν ποιούντων τὰ πάσχοντα πάσχειν, τῶν μὲν κρατούντων, τῶν δὲ κρατουμένων, οὕτως καὶ πᾶσα φυσικὴ φθορὰ μὴ κρατούντων τῶν ποιητικῶν τῆς ὕλης κατὰ σῆψιν γίνεται. πᾶσαν γάρ φησι τὴν κατὰ φύσιν φθορὰν ὁδὸν εἰς σῆψιν εἶναι, ὥσπερ τὸ μὲν γῆρας ἐπὶ τῶν ζῴων, τὴν δὲ αὔανσιν ἐπὶ τῶν φυτῶν· ἄμφω γὰρ σῆψις. τέλος δὲ τὸ κατὰ φύσιν ἑκάστῳ τῶν συνθέτων τε καὶ φύσει συνεστώτων σαπρότης τε καὶ σῆψις, ἂν μὴ ᾖ βίαιος ἡ φθορά, ἥτις φθορὰ οὐκ ἔστιν ἡ κατὰ φύσιν. οὐ γὰρ σηπομένη σὰρξ φθείρεται, ὅταν καυθῇ, ὁμοίως οὐδὲ ὀστοῦν οὐδέ τι τῶν ἄλλων τοῦ ζῴου μορίων· πάντων μέντοι τούτων ἡ κατὰ φύσιν φθορὰ σῆψίς ἐστι. σημεῖον δὲ τοῦ τὴν κατὰ φύσιν αὐτῶν φθορὰν σῆψιν εἶναι ἐποιήσατο τὸ πρῶτον αὐτὰ ἐξὑγραίνεσθαι. ἐκ τούτων γὰρ καὶ τὴν ἀρχὴν ἐγένετο, ὁρισθέντος τοῦ ξηροῦ τῷ ὑγρῷ καὶ τῇ τούτου μίξει οἰκεῖον ὅρον καὶ σχῆμα λαβόντος τοῦ συνἀμφοτέρου, ἐργαζομένων τοῦτο τῶν ποιητικῶν, ἅπερ ἦν ἡ θερμότης τε καὶ ψυχρότης. ἡ μὲν οὖν γένεσις οὕτως· ἡ δὲ φθορά, ὅταν κρατῇ τοῦ ὁρίζοντος, ὅπερ ἦν τὸ ποιητικόν (τοῦτο δ’ ἦν τὸ θερμὸν προηγουμένως), τὸ ὁριζόμενον ὑπ’ αὐτοῦ, τουτέστι τὸ ξηρόν (τὸ γὰρ ὁριζόμενον ἦν τοῦτο τῇ τοῦ ὑγροῦ μίξει· καὶ γὰρ τὸ ξηρὸν ἀόριστον καὶ μὴ συνημμένον ἀλλὰ διαπῖπτον, ἂν μὴ ὑγρότητος ἔχῃ τι)· ὅταν οὖν τὸ ὁριζόμενον καὶ τὸ πάσχον κρατῇ τοῦ ὁρίζοντος αὐτὸ καὶ ποιοῦντος διὰ τὸ περιέχον, τῷ τὴν ἐν τῷ περιέχοντι πλείω θερμότητα ἀναλίσκειν τὴν ἐν τῷ φθειρομένῳ ἐλάττω οὖσαν.2 διὸ τὰ φθειρόμενα ὑγραίνεται πρῶτον, ὅπερ ἐστὶ σῆψις· σῆψις γὰρ ἡ εἰς ὑγρὸν τοῦ ὑποκειμένου μεταβολὴ δι’ ἔνδειαν τῆς οἰκείας θερμότητος γινομένη ὑπὸ τοῦ περιέχοντος, ὡς δείξει. Εἰπὼν δὲ πάντα τὰ κατὰ φύσιν φθειρόμενα σήπεσθαι, ἰδίως φησὶ τὴν σῆψιν λέγεσθαι ἐπὶ τῶν κατὰ μέρος φθειρομένων, ὅταν χωρισθῇ καὶ ἐκστῇ τῆς οἰκείας φύσεως, τουτέστι τῆς ἐν αὐτοῖς κινητικῆς ἀρχῆς· τοιοῦτον δὲ τὸ ἐν ἑκάστῳ θερμόν. διὰ τοῦτο δέ φησι πάντα τὰ ἄλλα σήπεσθαι πλὴν πυρός, ὅτι μάλιστα ποιητικὸν τὸ θερμόν· τὸ δὴ τούτῳ εἰδοποιούμενον οὐ σήπεται, τῷ τὴν σῆψιν γίνεσθαι, ὅταν κρατῇ τὸ πάσχον τοῦ σηπομένου πράγματος τοῦ ποιητικοῦ τοῦ ἐν αὐτῷ, ἐν δὲ τῷ πυρὶ οὐχ οἷόν τε πυρὶ ὄντι κρατηθῆναι τὸ ἐν αὐτῷ θερμὸν ὑπό τινος τῶν ἐν αὐτῷ· κατὰ τοῦτο γὰρ τὸ πῦρ πῦρ. ὁ γὰρ ἀὴρ εἰ καὶ αὐτὸς τῇ αὑτοῦ φύσει θερμός, ἀλλὰ δευτέρως, καὶ μᾶλλον εἰδοποιεῖται τῷ ὑγρῷ ἢ τῷ θερμῷ. ἔτι ἡ τοῦ ἐν τῷ ὑγρῷ θερμοῦ φθορὰ σῆψις, οὐδὲν δὲ ὑγρότητος ἐν τῷ πυρί. ἡ δὲ γῆ εἰ καὶ μὴ ὑγρότητα ἔχει ἐν τῇ οἰκείᾳ φύσει, ἀλλ’ ἀεί γε ὑγρότης τίς ἐστιν ἐν αὐτῇ, δι’ ἣν συμμένει. ἐπὶ τούτοις τί ποτέ ἐστιν ἡ σῆψις ὁρίζεται, καὶ φησὶν εἶναι αὐτὴν φθορὰν τῆς ἐν ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος ὑπὸ ἀλλοτρίας θερμότητος, εἶναι δὲ τὴν ἀλλοτρίαν θερμότητα, ὑφ’ ἧς πλείονος οὔσης φθείρεται ἡ ἐν τοῖς ὑγροῖς οἰκεία τε καὶ κατὰ φύσιν θερμότης, τὴν ἐν τῷ περιέχοντι.

加上“局部的”是为了表明:如果施动者的这种衰竭是局部发生的,以至于并未毁灭整体,而是毁灭添加到整体中的各个部分之一——主体通过这些部分的改变得以生长或受到滋养——那么施动者关于这些部分的衰竭便会产生不消化与不全沸腾。在阐明施动者的局部衰竭产生不消化之后,他说,与并非特殊的或局部的生成、而是与单纯的生成相对立且共有的,乃是腐烂。因为正如每一单纯且自然的生成都是由于受动者承受施动者的作用(后者支配而前者被支配)而产生的那样,每一自然的消灭也是在能动权能未能支配质料时依腐烂而发生的。因为他说一切依自然的消灭都是通向腐烂的道路,比如动物中的衰老和植物中的枯萎;因为两者都是腐烂。对于每一个复合之物及依自然构成之物而言,自然的终局乃是朽败与腐烂,除非消灭是强力的,而这种消灭并不是依自然的消灭。因为肉被烧毁时并不是通过腐烂而消灭的,骨骼或动物的其他任何部分同样不是如此;然而所有这些事物的自然消灭都是腐烂。作为它们的自然消灭是腐烂的证据,他举出了它们首先变湿这一事实。因为起初生成亦是由这些产生的:干通过湿而被界定,两者结合物通过湿的混合而获得固有的界限与形状,而能动者(即热与冷)促成了这一点。因此生成是如此发生的;而消灭则发生在受其界定者即干支配界定者(界定者曾是能动者,这主要曾是热)之时——因为通过湿的混合而受界定的曾是这个,毕竟干如果不含有某些湿气,也是无定限且未被连结、反而会散落的。因此,当受界定且受动者由于周围环境而支配界定且作用于自身者时,[消灭便发生,]这是由于周围环境中的较多之热消耗了被消灭之物中的较少之热。因此被消灭之物首先变湿,这正是腐烂;因为正如他将表明的,腐烂是由于主体缺乏固有的热而由周围环境引起的向湿的变化。在表明了一切依自然消灭之物都会腐烂之后,他说严格意义上的腐烂是指局部被消灭之物,即当它们分离并脱离固有自然——即它们之中的运动本原——之时;而在每一事物中的热正是这样的本原。他说正因如此,除火之外的一切事物都会腐烂,因为热是最具能动性的;因此由热赋予形式之物不会腐烂,因为腐烂发生在腐烂之物的受动部分支配其内部的能动部分之时,但在火中,只要它是火,其内部的热就不可能被其内部的任何事物所支配;因为火正是据此而成为火的。因为空气即使依据自身的自然也是热的,但那只是第二位的,它更多地是由湿而非由热来赋予形式的。再者,湿物中热的消灭乃是腐烂,但火中全无湿气。土即使在其固有自然中不具有湿气,但在其中始终有某种湿气,土借此而保持聚合。在此之上,他定义了腐烂究竟是什么,他说腐烂乃是每一湿物中固有且自然的热被外来的热所消灭;而外来的热——湿物中固有且自然的热正是因这种热较多而被其消灭——就是周围环境中的热。

语法注2 条
  1. 4.1τὸ δὲ κατὰ μέρος μὲν προσκείμενον δηλωτικόν ἐστι τοῦ εἰ κατὰ μέρος τι γένοιτο

    中性属格冠词 τοῦ 将其后跟随的整个条件句结构(εἰ κατὰ μέρος τι γένοιτο ... τότε ... ποιεῖ)名词化,作为 δηλωτικόν 的补足语。

  2. 4.1ὅταν οὖν τὸ ὁριζόμενον καὶ τὸ πάσχον κρατῇ τοῦ ὁρίζοντος αὐτὸ καὶ ποιοῦντος διὰ τὸ περιέχον, τῷ τὴν ἐν τῷ περιέχοντι πλείω θερμότητα ἀναλίσκειν τὴν ἐν τῷ φθειρομένῳ ἐλάττω οὖσαν

    句法上承接前文“消灭则发生在……之时(ἡ δὲ φθορά, ὅταν...)”,省略了主句谓语动词(如 γίνεται),形成破格(anacoluthon)。随后的与格不定式短语 τῷ ... ἀναλίσκειν 作方式或原因状语,解释周围的热如何消耗内部的热。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:182.24-184.3