- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:181.6-182.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了热冷为能动、干湿为受动的定义依据,注解了基于这些权能的单纯生成与自然消灭,以及能动权能的支配与不支配如何导致生成或不全熟化(不消化)的机制。
τὸ μὲν γὰρ θερμόν τε καὶ ψυχρὸν ὁριζόμενοι συγκριτικὰ λέγομεν· τὸ μὲν γὰρ θερμὸν συγκριτικὸν μὲν τῶν ὁμογενῶν φαμεν, διακριτικὸν δὲ τῶν διαφερόντων τε καὶ ἀλλοτρίων, τὸ δὲ ψυχρὸν πάντων λέγομεν συγκριτικὸν εἶναι τῶν τε ὁμογενῶν ἀλλήλοις καὶ τῶν ἀλλοτρίων· τὸ δὲ συγκρίνειν καὶ διακρίνειν ποιεῖν ἐστιν, ὥστε ἐν τῷ λόγῳ αὐτῶν καὶ τῇ οὐσίᾳ τὸ ποιεῖν. τὸ δέ γε ξηρὸν καὶ ὑγρὸν ὁριζόμεθα τῷ εὐορίστῳ τε καὶ δυσορίστῳ, ἅ ἐστι τοῦ πάσχειν.1 Δείξας δὲ ὅτι τὰ μὲν τῶν τεσσάρων, οἷς εἰδοποιεῖται τὰ πρῶτα σώματα, ποιητικά ἐστι (τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρόν), τὰ δὲ παθητικά (τὸ γὰρ ὑγρόν τε καὶ ξηρόν), μετὰ ταῦτά φησι δεῖν λαβεῖν τὰς ἐργασίας αὐτῶν, ἃς ἐργάζονται τὰ ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη, τουτέστι τίνα ἔργα ἐστὶ τὰ γινόμενα ὑπὸ τῶν ποιητικῶν, καὶ τίνες αὐτῶν αἱ κατ’ εἶδος διαφοραί, καὶ τίνα πάθη ἃ πάσχει τὰ παθητικά, καὶ τίνες αἱ τούτων κατ’ εἶδος πάλιν διαφοραί. πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ μεταβολὴ τούτων τῶν δυνάμεών ἐστιν ἔργον. τὴν γένεσίν φησι τὴν καθόλου καὶ τὴν φυσικὴν μεταβολὴν ὑπὸ τούτων γίνεσθαι τῶν δυνάμεων καὶ κατὰ ταύτας. ἁπλῆν δὲ γένεσιν εἶπεν ἀντὶ τοῦ τὴν κυρίως γένεσιν, ἀλλ’ οὐ τὴν μετὰ προσθήκης· τὶς γὰρ γένεσις καὶ ἡ ἀλλοίωσις. προσέθηκε δὲ καὶ τὸ τὴν φυσικὴν μεταβολήν, ὅτι μὴ μόνη ἡ ἁπλῆ γένεσίς ἐστι φυσικὴ μεταβολή, ἀλλὰ καὶ ἄλλαι τινές, αἵτινες καὶ αὐταὶ ὑπὸ τούτων γίνονται τῶν δυνάμεων, ὡς αὐξήσεις καρπῶν μεταβολαί τε καὶ πέψεις καὶ τἆλλα τὰ τοιαῦτα. οὐ μόνον δὲ ἡ γένεσις, ἀλλὰ καὶ ἡ ἀντικειμένη φθορὰ αὐτῇ ἡ κατὰ φύσιν γινομένη ὑπὸ τούτων γίνεται τῶν δυνάμεων. κατὰ φύσιν γὰρ παντὶ τῷ γινομένῳ φθαρῆναι·2 ἡ δὲ κατὰ φύσιν γινομένη φθορά, αὕτη δέ ἐστιν ἡ διὰ γῆρας λοιπὸν καὶ ἀσθένειάν τε καὶ κατάψυξιν, οὕτως γίνεται· οὐ γὰρ δὴ καὶ ἡ βίαιος, οἷον εἴ τις ξίφει πληγεὶς διαφθαρείη. αὗται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ τοῖς ζῴοις καὶ τοῖς μέρεσιν αὐτῶν. τὰς δυνάμεις λέγει τὰς τέσσαρας, καθ’ ἃς ἡ γένεσις καὶ ἡ φθορά· πασῶν γὰρ αὐτῶν ἕκαστον τῶν εἰρημένων μετέχει, καὶ οὐχ ὥσπερ τὰ στοιχεῖά τε καὶ ἁπλᾶ σώματα δύο μόνας αὐτῶν ἔχει ἐν αὑτοῖς, ὡς προείρηται. ἑξῆς δὲ προστίθησι, τίς ἐστιν ἡ ἁπλῆ τε καὶ φυσικὴ γένεσις. μεταβολὴν δή φησιν αὐτὴν εἶναι γινομένην ὑπὸ τῶν ποιητικῶν δυνάμεων, τῆς θερμότητος δηλονότι καὶ τῆς ψυχρότητος, μεταβαλλουσῶν τὰ πάσχειν ὑπ’ αὐτῶν πεφυκότα, ἃ καὶ ὕλην ὠνόμασε διὰ τὸ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα τοῦ πάσχειν, ἅ ἐστιν ἥ τε ξηρότης καὶ ὑγρότης, ὅταν ἔχωσι δηλονότι λόγον πρὸς αὐτὰ τοῦτον, καθ’ ὃν τὰ μὲν ποιεῖν, τὰ δὲ πάσχειν οἷά τε. οὐ γὰρ ὁποσονοῦν θερμὸν ὁποσονοῦν ξηρὸν ἢ ὑγρὸν ἢ ὑγραίνει ἢ ξηραίνει, ἀλλὰ δεῖ λόγου τινὸς καὶ συμμετρίας. Εἰπὼν δὲ τὴν γένεσιν τὴν κατὰ φύσιν μεταβολὴν εἶναι τῶν ὑλικῶν τε καὶ παθητικῶν δυνάμεων ὑπὸ τῶν ποιητικῶν, ἥτις μεταβολὴ γίνεται, ὅταν ἐν ἀναλογίᾳ τοιαύτῃ πρὸς ἄλληλα ὦσι, καθ’ ἣν τὰ μὲν αὐτῶν ποιεῖν, τὰ δὲ πάσχειν ὑπ’ ἐκείνων πέφυκεν (οὕτως γὰρ γίνεται τά τε φυτὰ καὶ τὰ ζῷα, τῶν ἐν τῇ ὕλῃ παθητικῶν δυνάμεων πασχουσῶν καὶ μεταβαλλομένων ὑπὸ τῶν ποιητικῶν), γένεσις μὲν οὖν, φησί, γίνεται τοῦ προκειμένου, ὅταν αἱ ποιητικαὶ δυνάμεις κρατῶσι τῶν παθητικῶν τε καὶ ὑλικῶν· ὅταν δὲ μὴ κρατῇ τὰ ποιοῦντα τῶν πασχόντων, ἀλλ’ ἐξασθενῇ δι’ ἀσυμμετρίαν, τῷ ἢ αὐτὰ ἀσθενέστερά τε εἶναι καὶ ἐλάττω, ἢ ἐκεῖνα ἰσχυρότερά τε καὶ πλείω,3 τότε κατὰ μέρος μὲν ἢ μόλυνσις ἢ ἀπεψία γίνεται. ἤτοι δὲ μόλυνσιν λέγει τὴν ἐπὶ τῶν ἑψομένων (ὅταν γὰρ μὴ κρατήσῃ τὸ πῦρ, μολύνεται καὶ οὐχ ἕψεται, ὡς μετ’ ὀλίγον ἐρεῖ), τὴν δὲ ἀπεψίαν ἐπὶ τῆς τῶν ζῴων τροφῆς, ὅταν μὴ κρατηθῇ ὑπὸ τῆς ἐνούσης θερμότητος εἰς τὸ χρήσιμον, ἀλλὰ διαφθαρῇ, ἢ ἐκ παραλλήλου ἄμφω εἶπε, καὶ τὴν μόλυνσιν ὡς ἀπεψίαν οὖσαν θείς.
因为我们在定义热与冷时,称它们为具有结合性的;因为我们说热对同类事物具有结合性,而对相异及异类事物具有分离性;但我们说冷对一切事物——无论同类事物之间还是异类事物——都具有结合性。而结合与分离乃是作用(施动),因此在其定义的说明与本质中包含着施动。然而干与湿,我们则是通过易受界定与难受界定来定义的,这属于受动。在表明了作为第一批物体由此获得形式的四者中,有些是能动的(即热与冷),有些是受动的(即湿与干)之后,他说在此之后必须把握它们的运作——即能动者所从事的运作,以及受动者的各种形式——即由能动者所产生的作用是什么,它们在种形式上的差异是什么,以及受动者所承受的受动态是什么,这些受动态在种形式上的差异又是什么。首先,总体而言,单纯的生成与自然的变化乃是这些权能的作用。他说总体的生成与自然的变化是由这些权能并按照这些权能而发生的。他说“单纯的生成”是用来代替“严格意义上的生成”,而非带有附加条件的生成;因为质变也是某种生成。他又附加了“自然的变化”,是因为不仅单纯的生成是自然的变化,而且某些其他变化亦是自然的变化,这些变化本身亦是由这些权能产生的,例如果实的生长、变化、熟化以及诸如此类的其余过程。不仅生成,而且与之对立的依自然而发生的消灭,亦是由这些权能产生的。因为对于一切生成之物而言,消灭是符合自然的;依自然而发生的消灭——即因衰老、衰弱和冷却而发生的消灭——便是如此产生的;强力的消灭当然不是如此,比如某人被剑击中而丧命。“因此这些存在于植物、动物及其各个部分中。”他是指生成与消灭所依据的四种权能;因为上述各类事物中的每一者都分有所有这些权能,而不像元素与单纯物体那样,如前所述在自身中仅具有其中两种。随后他又补充了什么是单纯且自然的生成。他说这确实是由能动权能——显然即热与冷——所产生的变化,它们改变了生来受动于它们的事物;由于具有受动的潜能与适宜性,他亦将这些事物称为“质料”,即干与湿;这显然发生在能动者与受动者之间具有这样一种比例之时,依此比例一者能够施动,另一者能够受动。因为并非任意程度的热都能使任意程度的干或湿变湿或变干,而是需要某种比例与对称适度。在阐明生成是质料性与受动性权能由能动权能依自然而发生的变化,且这一变化发生在它们彼此处于这样一种对应比例之时(依此比例它们之中的一者生来施动,另一者生来受动于前者;因为植物与动物就是这样生成的,质料中的受动权能受动于能动权能并被其改变)之后,他说,当能动权能支配受动且质料性的权能时,所讨论事物的生成便发生了;但当施动者不能支配受动者,反而因不相称而衰竭——由于施动者自身较弱较少,或者受动者较强较多——时,便会局部地产生不全沸腾或不消化。他所说的“不全沸腾”或是指在被煮之物的情况中(因为当火未能支配它时,如他稍后将说的,它会处于不全沸腾而未能煮熟),而“不消化”是指动物的食物的情况,即当食物未能被内在的热支配以转化为有用之物,反而腐坏之时;或者他是平行地谈及两者,并将不全沸腾视作一种不消化。
- 4.1ἅ ἐστι τοῦ πάσχειν
紧随关系代名词 ἅ(先行词为 τὸ εὐόριστον 与 τὸ δυσόριστον)的带冠词中性不定式属格 τοῦ πάσχειν 为表示归属或特性的述语属格,意为“属于受动”或“为受动之特性”。
- 4.1κατὰ φύσιν γὰρ παντὶ τῷ γινομένῳ φθαρῆναι
此处省略了系动词 ἐστί 的非人称结构(κατὰ φύσιν [ἐστί]),与格 παντὶ τῷ γινομένῳ 作关涉与格,不定式 φθαρῆναι 则担当实质主语(“因为对一切生成之物而言,消灭是符合自然的”)。
- 4.1τῷ ἢ αὐτὰ ἀσθενέστερά τε εἶναι καὶ ἐλάττω, ἢ ἐκεῖνα ἰσχυρότερά τε καὶ πλείω
带冠词与格不定式(τῷ + 不定式从句)作为说明或原因与格(causal / epexegetic dative),进一步具体解释前文的 δι’ ἀσυμμετρίαν(“因不相称”)。αὐτά 对比性地指称施动者(τὰ ποιοῦντα),而 ἐκεῖνα 指受动者(τὰ πάσχοντα)。
