- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:179.3-181.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大指出《气象学》第四卷的主题实则承续《论生成与消灭》关于四种触觉权能(热、冷、干、湿)之能动与受动作业的论述,并依据378b10的引文,通过归纳论证了热与冷是负责规定、结合和转化的能动性质,而干与湿则是承受这些作用的受动性质。
Τὸ τέταρτον ἐπιγραφόμενον τῶν Ἀριστοτέλους Μετεωρολογικῶν ἔστι μὲν Ἀριστοτέλους, οὐ μὴν τῆς μετεωρολογικῆς πραγματείας· οὐ γὰρ ἐκείνης οἰκεῖα τὰ ἐν αὐτῷ λεγόμενα· μᾶλλον δὲ ὅσον ἐπὶ τοῖς λεγομένοις εἴη ἂν ἑπόμενον τοῖς Περὶ γενέσεως καὶ φθορᾶς.1 εἰπὼν γὰρ ἐν ἐκείνοις περὶ τῶν τεσσάρων δυνάμεων τῶν ἁπτῶν, θερμότητος, ψυχρότητος, ξηρότητος, ὑγρότητος, καὶ δείξας ἐκ τοῦ συνδυασμοῦ τούτων τῶν δυνάμεων τὰ στοιχεῖα γινόμενα, καὶ εἰπὼν τὰς μὲν ποιητικὰς τῶν δυνάμεων εἶναι, τὰς δὲ παθητικάς, ἐν τούτῳ τίνα ἐστὶν ἃ ἑκάστη αὐτῶν δύναμις ποιεῖ ἢ πάσχει, λέγει, καὶ τίνα τὰ γινόμενα ὑπ’ αὐτῶν.
题为亚里士多德《气象学》第四卷的著作确实出自亚里士多德,但绝不属于气象学的探讨;因为其中所谈及的内容并不属于那一研究;倒不如说,就其所论述的内容而言,它当承续《论生成与消灭》。因为他在那部著作中论及了触觉的四种权能——热、冷、干、湿,并表明元素是由这些权能的结合而生成的,且指出这些权能中有的是能动的,有的是受动的之后,在本卷中论及了它们之中的每一种权能产生什么或受动于什么,以及由它们所生成的是什么。
"Ἐπεὶ δὲ τέτταρα τὰ αἴτια διώρισται τῶν στοιχείων." Ὑπομιμνήσκει ἡμᾶς τῶν ἐν τῷ δευτέρῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς δεδειγμένων· δέδειχε γὰρ ἐκεῖ τέσσαρα αἴτια εἶναι, καθ’ ἃ εἰδοποιεῖται τὰ πρῶτα σώματα, τουτέστι τὰ στοιχεῖα· θερμότης γὰρ καὶ ψυχρότης, ξηρότης τε καὶ ὑγρότης. αὗται γὰρ ἐδείχθησαν πρῶται οὖσαι τῶν ἁπτῶν ἐναντιώσεων, κατὰ δὲ τὰς πρώτας ἁπτὰς ἐναντιώσεις εἰδοποιεῖται τὰ στοιχεῖα· τῷ γὰρ ἁπτὰ εἶναι ἐν ὑποστάσει τέ ἐστι καὶ τοῦ μαθηματικοῦ σώματος διαφέρει. διὰ τοῦτο γὰρ καὶ τὰ στοιχεῖα τέσσαρα, ὅτι τέσσαρα καὶ τὰ οἷς εἰδοποιεῖται. τῶν γὰρ τεσσάρων αἱ μὲν πᾶσαι συμπλοκαὶ κατὰ δύο συντιθεμένων ἕξ εἰσιν, ὧν ἐπεὶ αἱ δύο ἐξ ἀντικειμένων οὖσαι ἀνύπαρκτοί εἰσιν, αἱ καταλειπόμεναι τέτταρές εἰσιν, αἷς εἰδοποιεῖται τὰ στοιχεῖα·2 τὸ μὲν γὰρ πῦρ θερμότητι καὶ ξηρότητι, ἀὴρ δὲ θερμότητι καὶ ὑγρότητι, τὸ δὲ ὕδωρ ὑγρότητι καὶ ψυχρότητι, γῆ δὲ ψυχρότητι καὶ ξηρότητι. οὐδὲν γὰρ τοῖς ἐναντίοις οἷόν τε εἰδοποιεῖσθαι, ὡς ἅμα ἢ θερμὸν καὶ ψυχρὸν εἶναι ἢ ξηρόν τε καὶ ὑγρόν. τῶν δὲ τεσσάρων τὰ μὲν δύο φησὶν εἶναι ποιητικά, τὴν θερμότητα καὶ ψυχρότητα, τὰ δὲ δύο παθητικά, τὴν ξηρότητα καὶ ὑγρότητα· εἶπε δὲ καὶ τοῦτο ἐν τοῖς Περὶ γενέσεως. ὅτι δὲ τῶν προειρημένων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ παθητικά, πίστεις παρέχεται, τὴν μὲν διὰ τῆς ἐπαγωγῆς, τὴν δὲ ἐκ τοῦ λόγου τοῦ ὁριστικοῦ. διὰ μὲν τῆς ἐπαγωγῆς, ὅτι φαίνεται ἐν πᾶσιν ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ μεταβάλλουσαι.3 ὁρίζειν μὲν οὖν λέγει τὸ συνάγειν καὶ παχύνειν ἢ πηγνύναι οὕτως, ὥστε τὰ πρότερον μὴ ἔχοντα ἴδιον σχῆμα δι’ ὑγρότητα, ἀλλ’ ἀεὶ ὑπὸ τοῦ περιέχοντος σχηματιζόμενα ἴδιον λαμβάνειν σχῆμα καὶ ἴδιον ὅρον ἔχειν. καλεῖται γὰρ ἀόριστα μὲν τὰ ὑγρά, ὅσα δι’ ὑγρότητα οὐκ ἔχει σχῆμα οἰκεῖον, ὡς ἀήρ, ὕδωρ, ὡρισμένα δὲ τὰ οἰκεῖον ἔχοντα σχῆμα καὶ μὴ συσχηματιζόμενα τῷ περιέχοντι. τὸ γοῦν ὕδωρ ὑπὸ τοῦ ψυχροῦ παγὲν ἀόριστον ὂν ὁρίζεται καὶ οἰκεῖόν τι σχῆμα λαμβάνει. καὶ ὑπὸ τοῦ θερμοῦ δὲ τὰ ὑγρὰ παχυνόμενα ὁρίζεται, ὡς τὸ μέλι ὑπὸ τοῦ πυρὸς καὶ ὅλως ὅσα δι’ ἑψήσεως παχύτερα γινόμενα σχῆμα οἰκεῖον λαμβάνει, ὡς μηκέτι τῷ περιέχοντι αὐτὰ σχηματίζεσθαι. ἀλλὰ μὴν καὶ ὅτι συμφύουσι καὶ ἑνοῦσι τὰ διωρισμένα, φανερόν. τὸ μὲν γὰρ πῦρ τὰ ὁμογενῆ ἀλλήλοις συγκρίνει τε καὶ συμφύει, ἐξαιροῦν ἐξ αὐτῶν καὶ διακρῖνον πᾶν τὸ ἀλλότριον· ἴδιον γὰρ τοῦ πυρὸς τοῦτο· οἷον χρυσοῦ τὸ μὲν ἀλλότριον ἐξαιρεῖ, ἄν τε ἄργυρος ἄν τε χαλκὸς ᾖ, συμφύει δὲ τὰ μόρια αὐτοῦ ἀλλήλοις· τὸ δέ γε ψυχρὸν οὐ τὰ ὁμογενῆ μόνον, ἀλλὰ καὶ τὰ ἀνομοιογενῆ συμφύει· τῇ γὰρ πήξει πάντα τὰ ἅμα ὄντα καὶ παρακείμενα ἑνοῖ. ὅτι δὲ καὶ μεταβλητικά ἐστι τὸ θερμὸν καὶ ψυχρόν, δῆλον· καὶ γὰρ ὑγραίνουσι καὶ ξηραίνουσι καὶ σκληρύνουσι καὶ λύουσι. τὰ μὲν γὰρ ὑπὸ θερμοῦ σκληρότερα γίνεται, τὰ δ’ ὑπὸ ψυχροῦ, καὶ πάλιν ὑγραίνεται ὑφ’ ἑκατέρου τινά· ἀλλὰ καὶ μαλάττεταί τινα πρὸς τὸ πῦρ δηλονότι διὰ τὴν ἀπ’ αὐτοῦ θερμότητα. ὡς δὲ φαίνεται τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὁρίζοντά τε καὶ συμφύοντα καὶ μεταβάλλοντα, οὕτω πάλιν φαίνεται τὸ ὑγρὸν καὶ τὸ ξηρὸν ταῦτα πάσχοντα·4 ταῦτα γὰρ ὑπ’ ἐκείνων πάσχοντα τὰ προειρημένα πάθη ὁρίζεται. ὁρίζεται μὲν γὰρ τὸ ὑγρὸν παχυνόμενον καὶ πηγνύμενον, μαλάσσεται δὲ ἀνιέμενον τὸ ξηρόν τε καὶ σκληρόν, πήγνυται δὲ τὸ ὑγρόν· αὐτά τε γὰρ καθ’ αὑτὰ ὄντα τό τε ὑγρὸν καὶ τὸ ξηρὸν τὰ προειρημένα πάθη πάσχοντα ὁρᾶται ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ ὅσα ἐξ ἀμφοτέρων αὐτῶν μέμικται. δείξας δὲ τῇ ἐπαγωγῇ καὶ διὰ τῆς ἐναργείας τὰ μὲν ὄντα αὐτῶν ποιητικά, τὰ δὲ παθητικά, δῆλόν φησι τὸ αὐτὸ τοῦτο καὶ ἐκ τῶν λόγων, οὓς ἀποδίδομεν ὁριζόμενοι τὰς φύσεις αὐτῶν.
“既然诸元素的原因已被规定为四个”他使我们忆及在《论生成与消灭》第二卷中所表明的内容;因为他在那里表明,作为第一批物体即诸元素由此获得形式的原因有四个:即热与冷、干与湿。因为这些已被表明是触觉相反特性中的最初者,而诸元素乃是根据最初的触觉相反特性而获得形式的;因为由于具有触觉性,它们既存在于实体性之中,又区别于数学物体。正因如此诸元素亦是四个,因为它们由此获得形式的东西亦是四个。因为对于四者而言,两两结合的一切组合共有六种,由于其中由对立面构成的两种是不存在的,所剩下的便是四种,诸元素由此获得形式:因为火是由热与干获得形式的,空气是由热与湿,水是由湿与冷,而土是由冷与干获得形式的。因为任何事物都不可能由相反者获得形式,以至于同时既热又冷,或者既干又湿。在四者之中,他说有两者是能动的,即热与冷,而有两者是受动的,即干与湿;而这一点他亦在《论生成》中谈及过。关于前述者中有些是能动的而有些是受动的,他提供了确证,一者通过归纳,另一者则出自定义的说明。通过归纳,是因为在一切事物中显而易见的是,热与冷在规定、融合并转化事物。他说,规定乃是如此聚集、增稠或凝固,以至于先前由于湿润而没有固有形状、总是由包围物塑造形状的事物,获得固有的形状并具有固有的界限。因为湿润物,即凡由于湿润而没有自身形状的事物,如空气、水,被称为未被规定的,而具有自身形状且不随包围物共同定形的事物则被称为被规定的。至少水在被冷凝固时,本是未被规定的,却被规定下来并获得了某种固有的形状。且被热增稠的湿润物亦被规定下来,如蜂蜜被火增稠,以及总之凡通过煮沸变得更浓稠、从而获得自身形状以至于不再由包围物塑造形状的事物皆是如此。再者,它们融合并一体化那些被分开的事物,亦是显而易见的。因为火将同类之物彼此结合并融合,同时从中排除并分离出一切异类之物;因为这是火所特有的;例如从黄金中排除异类,不论是银还是铜,却使其各个部分彼此融合;然而冷不仅融合同类之物,亦融合异类之物;因为通过凝固,它将所有在一起且邻接之物一体化。而且热与冷具有转化能力,亦是清楚的;因为它们使之湿润、干燥、硬化并融化。因为有些事物因热变得更硬,有些则因冷变得更硬,反过来某些事物又被二者之中的每一方所湿润;不仅如此,某些事物面对火亦软化,显而易见是由于来自火的热。正如热与冷显而易见在规定、融合并转化一样,干与湿反过来亦显而易见在受动于这些过程;因为由于受动于来自那些特性的前述受动,这些便被规定了。因为湿润物因增稠和凝固而被规定,干燥而坚硬之物因弛缓而软化,而湿润物则凝固;因为湿与干单独存在时,既被看到受动于来自热与冷的前述受动,凡由它们〔湿与干〕二者混合而成之物亦是如此。在通过归纳和明晰的事实表明它们之中有些是能动的、有些是受动的之后,他说这同一件事从我们在定义其本性时所给出的说明中亦是清楚的。
- 4.0μᾶλλον δὲ ὅσον ἐπὶ τοῖς λεγομένοις εἴη ἂν ἑπόμενον τοῖς Περὶ γενέσεως καὶ φθορᾶς
短语 ὅσον ἐπὶ τοῖς λεγομένοις(“就所论述的内容而言”)是一个起限制作用的状语短语,修饰带有潜在希求法 εἴη ἄν 的表语分词 ἑπόμενον。ἑπόμενον 支配与格 τοῖς Περὶ γενέσεως καὶ φθορᾶς(“《论生成与消灭》”)。
- 4.1ὧν ἐπεὶ αἱ δύο ἐξ ἀντικειμένων οὖσαι ἀνύπαρκτοί εἰσιν, αἱ καταλειπόμεναι τέτταρές εἰσιν, αἷς εἰδοποιεῖται τὰ στοιχεῖα
部分属格关系代词 ὧν(“其中”)同时在意义上关涉原因从句 ἐπεὶ 中的主语 αἱ δύο 以及主句中的主语 αἱ καταλειπόμεναι。手段与格 αἷς(“由此”)依附于被动动词 εἰδοποιεῖται(“诸元素获得形式”)。
- 4.1ὅτι φαίνεται ἐν πᾶσιν ἡ μὲν θερμότης καὶ ψυχρότης ὁρίζουσαι καὶ συμφύουσαι καὶ μεταβάλλουσαι
动词 φαίνεται 连同主格补足分词(ὁρίζουσαι、συμφύουσαι、μεταβάλλουσαι)一起使用,表示清楚确凿的事实(“显而易见在规定、融合并转化”)。由于主语是由两个阴性名词(θερμότης 与 ψυχρότης)构成的复合主语,故分词采用阴性复数主格。
- 4.1οὕτω πάλιν φαίνεται τὸ ὑγρὸν καὶ τὸ ξηρὸν ταῦτα πάσχοντα
本句与前句构成相应结构(ὡς... οὕτω...)。动词 φαίνεται 同样带有补足分词 πάσχοντα,采用中性复数主格,与复合中性主语 τὸ ὑγρὸν καὶ τὸ ξηρόν 一致,表示干与湿明显在经受这些受动。
