← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§16.30-18.8

非火之太阳加热地上空气的两种原因

注解亚里士多德《气象论》341a9,阐明太阳虽不是火却能带来热的原因:一是太阳迅速而切近的运动对空气产生的摩擦加热,二是上层的火(易燃质料)受到圆周运动的作用被强力推向下方的气中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#1

" Περὶ μὲν οὖν τοῦ μὴ γίγνεσθαι νέφη." Διὰ τούτων ὑπομιμνήσκει τῶν δεδειγμένων ἡμᾶς· μεθ’ ἃ ζητεῖ περὶ τῆς ἀπὸ τοῦ ἡλίου γινομένης ἐνταῦθα θερμότητος, ζητήσας μὲν καὶ εἰπὼν περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ Περὶ οὐρανοῦ, καὶ ἐνταῦθα δὲ τὰ αὐτὰ πάλιν ζητῶν τε καὶ λέγων. λέγει δὲ τὸν περὶ θερμότητος λόγον οἰκειότερον εἶναι τῷ περὶ αἰσθήσεων, ἐπειδὴ αἰσθητὸν μὲν ἡ θερμότης, πρὸς ἄλληλα δὲ τὸ εἶναι ἔχει ἥ τε αἴσθησις καὶ τὸ αἰσθητόν, ἡ δὲ τῶν πρὸς ἄλληλα τὸ εἶναι ἐχόντων θεωρία συνέζευκται. ζητεῖ δέ, διὰ τίνα αἰτίαν μὴ ὄντος τοῦ ἡλίου πυρός, ὅτι μηδὲ τῶν ἄλλων ἄστρων τι τοιοῦτον ὂν δέδεικται, θερμαίνεται τὰ ἐνταῦθα ὑπ’ αὐτοῦ. καὶ φησὶ τῇ κινήσει αὐτὸν θερμαίνειν τε καὶ διακρίνειν τὸν ἀέρα τὸν ὑποκείμενον, ὄντα πρὸς τοῦτο εὐπαθῆ. ὅτι δὲ ὑπὸ τῶν ἐν τῷ ἀέρι στερεῶν κινουμένων συντόμως τε καὶ σφοδρῶς σωμάτων πέφυκεν ὁ ἀὴρ θερμαίνεσθαί τε καὶ ἐκπυροῦσθαι, σημείῳ ἐχρήσατο τῷ πολλάκις τὰς μολιβδίδας τὰς ἐπὶ τῶν τοξευμάτων, ὅταν μετὰ σφοδρότητος τὸ βέλος πεμφθῇ, τήκεσθαι ὑπὸ τοῦ ἀέρος ἐκπυρουμένου ὑπὸ τῆς σφοδρᾶς κινήσεως. ὑπὸ δὲ τοῦ ἡλίου καὶ τῆς τούτου κινήσεως μάλιστά φησι θερμαίνεσθαι τὸν ἀέρα, ὅτι ταχεῖά τέ ἐστι καὶ οὐ πόρρω τῶν ἐνταῦθα σωμάτων, ὃ οὐδεμιᾷ τῶν ἄλλων κινήσεων ὑπάρχει. τὰ μὲν γὰρ ὑπὲρ τὸν ἥλιον ἄστρα ταχέα μέν, ἀλλὰ πολὺ τῶν ἐνταῦθα ἀφεστῶτα· ἡ δὲ σελήνη οὖσα μετὰ τὸν ἥλιον καὶ ἐγγυτέρω τῶν ἐνταῦθα βραδύτερον κινεῖται ἢ ὥστε διακρίνειν1 τε καὶ ἐκπυροῦν τὸν ὑποκείμενον ἀέρα· ἀέρα δὲ λέγειν ἔθος αὐτῷ καὶ τὸ ὑπέκκαυμα. ἡ δὲ τοῦ ἡλίου κίνησις ἄμφω ταῦτα ἔχει· διὸ ὁ κατ’ αὐτόν τε καὶ ὑπ’ αὐτὸν ἀὴρ ἀεὶ θερμαίνεταί τε ἔτι μᾶλλον καὶ διακρίνεται· τῆς δὲ θερμότητος διαδιδομένης πάλιν εἰς τὸν μετ’ αὐτὸν τὰ τῇδε θερμαίνεται. διὰ δὲ τοῦ εἰπεῖν μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτὸν ἔοικε καὶ τὸ τοῦ ἡλίου σῶμα καὶ τὸ τῶν ἄλλων ἄστρων στερεὸν λέγειν καὶ διαφανὲς ὡς τὸν αἰθέρα καὶ τὰς σφαίρας· καὶ γὰρ διὰ τῆς σελήνης ὁρῶμεν τὸν ἥλιον. μίαν μὲν οὖν ταύτην ἀποδίδωσιν αἰτίαν τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος, δευτέραν δὲ τὴν ὅτι τὸ περιέχον πῦρ τὸν ἀέρα (ἔστι γὰρ μετὰ τὸν ἀέρα ἡ τοῦ πυρὸς σφαῖρα, περικεχυμένου τοῦ πυρὸς τῷ ἀέρι, ὃ ὑπέκκαυμα ἔθος λέγειν αὐτῷ) τοῦτο δὴ ὑπὸ τῆς ἐγκυκλίου τῶν ἄστρων κινήσεως πολλάκις διακρίνεταί τε καὶ φέρεται βίᾳ κάτω, ἔνθα ὁ ἀήρ, καὶ φερόμενον θερμότητος αἴτιον αὐτῷ γίνεται. ὅτι δὲ τὸ κυκλοφορικὸν σῶμα οὐκ ἔστι πῦρ, ἀπέδειξε μὲν ἐν τοῖς Περὶ οὐρανοῦ, καὶ νῦν δὲ σημεῖον τοῦ μὴ εἶναι ἐκ πυρὸς αὐτὸ παρέχεται τὸ τὰς δοκούσας τῶν ἄστρων διαδρομὰς ἐκεῖ μὲν μὴ γίνεσθαι, ὡς ἂν ἐκείνου τοῦ σώματος ἀπαθοῦς ὄντος καὶ μὴ δυναμένου ὑπὸ τῆς κινήσεως ἐκπυροῦσθαι, ἐν δὲ τῷ ὑπ’ αὐτὸ σώματι, τῷ τοιαύτης ἤδη εἶναι φύσεως τοῦτο,2 ὡς ἐξάπτεσθαί τινα δύνασθαι ἐν αὐτῷ καὶ ἐκπυροῦσθαι. αἱ γὰρ φαινόμεναι τῶν ἄστρων διαδρομαὶ διὰ τοιοῦτον πάθος γίνονται, ὡς ὀλίγον προελθὼν ἐρεῖ. τοῦ δὲ μὴ εἶναι ἐκ πυρὸς ἐκεῖνα τὰ σώματα σημεῖον παρέχεται καὶ τὸ τὸν ἥλιον, ὃς μάλιστα δοκεῖ θερμὸς εἶναι, λευκὸν ἀλλὰ μὴ πυρώδη φαίνεσθαι· μόνον γὰρ πυρώδης φαίνεται δυόμενός τε καὶ ἀνατέλλων, ὅτι τότε διὰ τῆς περὶ τὴν γῆν παχείας ἀναθυμιάσεως ὁρᾶται, διαρθεὶς δὲ εἰς ὕψος καὶ διὰ καθαρωτέρου τοῦ ἀέρος ὁρώμενος λευκὸς ἤδη φαίνεται. ἄνω δὲ τόπον εἶπεν ἀντὶ τοῦ τὸ ἄνω σῶμα.

“因此,关于云不生成一事。” 通过这些话,他使我们想起那些已被证明的事情;在此之后,他探究由太阳产生于此处的热,虽然他在《论天》第二卷中也曾探究并谈论过此事,但在此处他又再次探究并谈论同样的事情。他说,关于热的论述更适属于关于感觉的论述,因为热是可感觉之物,而感觉与可感觉之物彼此具有相对的存在,且对彼此具有相对之存在者的考察是结合在一起的。他探究由于什么原因,在太阳不是火的情况下——因为其他星体中也没有任何一个被证明是这样的——,此处的诸物会被它所加热。他说,太阳以其运动加热并分离其下方的气,因为这气对此具有易受性。作为气本性上会被在气中迅速而剧烈运动的固体物体加热并发火的证据,他利用了箭上的铅弹每当飞箭剧烈射出时,常常由于在剧烈运动中发火的气而熔化这一事实。他说,气主要受到太阳及其运动的加热,是因为它的运动既快,又离此处的诸物体不远,而这一特征不属于任何其他运动。因为位于太阳之上的星体虽快,但离此处之物极远;而在太阳之下、离此处之物更近的月亮,其运动则太慢,不足以分离并引燃其下方的气(而且他习惯于把易燃质料也称为“气”)。但太阳的运动兼有这两者;因此正对着它和在它之下的气总是进一步被加热并被分离;随着热再次被传递到随后的气中,此处的诸物便被加热了。通过说“因为固体的运动最能分离它”,他似乎将太阳的物体和其他星体的物体也都称为固体,且像以太和天球那样是透明的;因为事实上我们透过月亮看见太阳。因此,关于来自太阳的热,他给出了这第一个原因;而作为第二个原因,他提出包围着气的火(因为在气之后乃是火的球层,火倾注在气的周围,他习惯将之称为易燃质料),这火受到诸星体作圆周运动的作用,常常被分离并被强力带向下方即气所在之处,并且在被带下的过程中成为气变热的原因。至于作圆周运动的物体不是火,他固然在《论天》中已经证明,而现在他也提供了它不是由火构成的证据:星体表现出的划掠运动在那里并不发生——鉴于那个物体是不可受作用的,且不可能因运动而发火——,而是在它之下的物体中发生,这是因为此下方的物体已具有这样一种本性,以至于某些东西能够在其中被点燃并发火。因为显现出来的流星划掠,正如他稍后即将讲到的那样,是由于这样一种受动状态而发生的。作为那些物体不是由火构成的证据,他还提出了似乎最热的太阳显现为白色而非火红色;因为太阳只有在落山和升起时才显现为火红色,这是因为那时透过大地周围浓厚的升气被看见,而当被升至高处并透过更纯净的气被看见时,它便已经显现为白色了。此外,他是用“上方场所”代替了“上方物体”。

语法注2 条
  1. 1.11βραδύτερον κινεῖται ἢ ὥστε διακρίνειν

    在比较级 βραδύτερον 之后接 ἢ ὥστε 连同不定式(διακρίνειν),构成表示不成比例或结果不可能性的句式,意为“运动太慢以至于不足以分离”。

  2. 1.11τῷ τοιαύτης ἤδη εἶναι φύσεως τοῦτο

    承接省略了动词的介词短语 ἐν δὲ τῷ ὑπ’ αὐτὸ σώματι [γίνεσθαι],带冠词不定式结构配合宾格主语(τῷ ... εἶναι τοῦτο)在此作原因与格,解释流星划掠得以在下方物体中发生的原因:“因为这个[下方]物体已经具有了这样一种本性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:16.30-18.8