← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§177.5-178.15

地下蒸发气生成掘凿物与金属矿物

注解亚里士多德《气象学》378a12,说明从地上蒸发气现象向地下现象的过渡。论述被封闭在地下的干燥蒸发气如何生成掘凿物(不熔的石头与矿物颜料等),而湿润的水汽性蒸发气如何生成可采掘物即金属矿物(可熔与具延展性的金属),并分析它们的生成机理与特质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.28

" Ὅσα μὲν οὖν ἔργα συμβαίνει παρέχεσθαι τὴν ἔκκρισιν." Ὅσα, φησίν, ἡ ἀναθυμίασις ἡ ἐκ τῆς γῆς γινομένη καὶ ἡ ἔκκρισις ἔργα ποιεῖ ἐν τῷ ὑπὲρ τὴν γῆν τόπῳ, τοσαῦτα σχεδόν ἐστι καὶ τοιαῦτα. καὶ γὰρ εἴ τι παραλέλειπται, ἐκ τῶν εἰρημένων γνώριμος ἂν εἴη καὶ ὁ περὶ ἐκείνου λόγος. ὅσα δὲ ἡ ἔκκρισις αὐτὴ καὶ ἀναθυμίασις ἐγκατακλειομένη ἐν τῇ γῇ καὶ τοῖς μέρεσιν αὐτῆς ἀπεργάζεται, ἑξῆς φησι λεκτέον εἶναι. διὰ γὰρ τὸ διπλῆ εἶναι, ὡς προείρηται, ἡ μὲν ξηρά τε καὶ καπνώδης, ἡ δὲ ὑγρά, ἣν ἀτμίδα ὀνομάζει, δύο διαφορὰς σωμάτων ποιεῖ ἐν τῇ γῇ, ὥσπερ ἐδείχθη καὶ ὑπὲρ γῆν ποιοῦσα. λέγει δὲ τῶν ὑπὸ γῆν γινομένων ἐκ τῆς ἐναπολαμβανομένης ἀναθυμιάσεως σωμάτων δύο εἴδη εἶναι· τὰ μὲν γὰρ αὐτῶν ὀρυκτὰ εἶναι, ἃ ποιεῖν τὴν ξηράν τε καὶ καπνώδη ἀναθυμίασιν συνισταμένην, ὅταν πλεονάσῃ·1 εἶναι δὲ ταῦτα λίθων τε γένη τὰ ἄτηκτα καὶ σανδαράκην καὶ θεῖον καὶ μίλτον καὶ ὤχραν καὶ ἀρρενικὸν καὶ χρυσοκόλλαν, καὶ τἆλλα τὰ τοιαῦτα. ἔστι δὲ τὰ πλεῖστα, φησί, τῶν ὀρυκτῶν τὰ μὲν κονία κεχρωματισμένη, τὰ δὲ λίθος ἐκ ξηρᾶς καὶ θερμῆς συστάσεως πεπηγώς τε καὶ γεγονώς. τὰ δὲ μεταλλευτὰ γίνεσθαι πάλιν ἐκ τῆς ἀτμιδώδους ἀναθυμιάσεως· ταῦτα δ’ ἐστὶν ὅσα ἐστὶν ἢ χυτὰ ἢ ἐλατὰ ὡς σίδηρος, χρυσός, χαλκὸς καὶ ὅσα τούτοις ὅμοια. ποιεῖν δέ φησι πάντα τὰ προειρημένα τὴν ἀτμιδώδη ἀναθυμίασιν ἐγκατακλειομένην ἐν τῇ γῇ, καὶ μάλιστα μὲν ἐν τοῖς λίθοις· διὰ γὰρ τὴν ἐκείνων ξηρότητα εἰς ἓν συνθλίβεται καὶ πήγνυται. ὡς γὰρ ἡ δρόσος καὶ ἡ πάχνη εἰς ἓν συνίστανται ἀποκριθεῖσαι ἀπὸ τῆς ἀναγούσης αὐτὰς ξηρᾶς τε καὶ θερμῆς ἀναθυμιάσεως, οὕτως δὴ γίνεται καὶ ἐπὶ τῆς ὑπὸ γῆν ἐγκατακλειομένης ἀτμίδος. διαφέρει δὲ τῶν ὑπὲρ τὴν γῆν συνισταμένων ἐκ τῆς ἀτμίδος τὰ ὑπὸ γῆν, ὅτι ἐπὶ μὲν τῶν ὑπὲρ γῆς μετὰ τὸ ἐκκριθῆναι τὴν ὑγρὰν ἀναθυμίασιν καὶ ὕδωρ γενέσθαι τότε γίνεται ἐξ αὐτοῦ ἢ δρόσος ἢ πάχνη, ἐπὶ δὲ τῶν ὑπὸ γῆν τῶν μεταλλευομένων ἡ γένεσις ἐκ τῆς ἀτμίδος οὐκ ἀποκριθείσης πρῶτον καὶ ὕδατος γενομένης, ἔπειτα παγείσης, ἀλλὰ πρὸ τοῦ διακριθῆναι καὶ ἐνεργείᾳ ὕδωρ γενέσθαι πηγνυμένης. διὸ καὶ ἐξ αὐτῆς οὕτως πηγνύμενά τε καὶ γινόμενα, ἅπερ ἐστὶ τὰ μεταλλευτά, ἔστι μὲν ὡς ὕδατος εἶναι, ἔστι δὲ ὡς οὔ·2 τῷ μὲν γὰρ ἐκ τῆς ἀτμίδος γεγονέναι, δυνάμει ὕδατος οὔσης καὶ ὕλης ὕδατος, κατὰ μὲν τοῦτο ὕδατος ἂν εἴη, τῷ δὲ μὴ ἐξ ἐνεργείᾳ ὕδατος γενομένης αὐτῆς καὶ διακριθείσης πρῶτον γεγονέναι,3 ὡς οἱ χυμοὶ γίνονται (ἐκ γὰρ ὕδατος οὗτοι διά τι πάθος μεταβάλλοντος) ταύτῃ δὲ πάλιν οὐχ ὕδατος. τῷ γὰρ πρὸ τῆς εἰς ὕδωρ διακρίσεως τὴν πῆξιν αὐτῶν γενέσθαι ἔχει τι καὶ γῆς ἐν αὑτοῖς· οὐ γὰρ τέλεον ἀπελύθη τῆς ξηρᾶς ἀναθυμιάσεως. διὰ τοῦτο δέ φησιν αὐτὰ καὶ πυροῦσθαι, τουτέστιν ἐξάπτεσθαι καιόμενα καὶ χωνευόμενα, καὶ ἀπουσίαν τινὰ ποιεῖν. μόνον γὰρ τὸν χρυσὸν τῶν μεταλλευτῶν μὴ πυροῦσθαι· ὅταν γὰρ ᾖ κεκαθαρμένος, οὐδ’ ἀπουσία τις ἔτι ἐν τῇ χωνεύσει αὐτοῦ γίνεται. εἰπὼν δὲ ταῦτα καθόλου μέν φησι καὶ κοινῶς εἰρῆσθαι περὶ αὐτῶν τῶν τε ὀρυκτῶν καὶ τῶν μεταλλευτῶν, τίς τε αὐτῶν ἡ διαφορὰ καὶ πόθεν ἡ γένεσις καὶ ποῦ· ἰδίᾳ δὲ δεῖν φησιν ἕκαστον τῶν εἰρημένων γενῶν προχειριζομένους τὰ οἰκεῖα αὐτοῖς ἐπισκοπεῖν. περὶ ὧν Θεόφραστος πεπραγμάτευται ἔν τε τῷ Περὶ τῶν μεταλλευομένων καὶ ἐν ἄλλοις τισίν.

“那么,分泌物碰巧产生的功效究竟有多少”他说,产生自大地的蒸发气即分泌物在地上空间所产生的功效,大体上就是这么多,且是这种性质的。因为即使遗漏了什么,从已说的事情中关于那一项的论述也会变得清楚。但他接着说,必须陈述这同一个分泌物即蒸发气被封闭在大地及其各个部分中所产生的功效究竟有多少。因为正如前述,由于它是双重的,一种干燥且似烟,另一种湿润——他称之为水汽——它便在大地之中造成两种物体的差异,正如前面表明它在地上所造成的一样。他说,由于被封闭的蒸发气而在地下产生的物体有两种形态:因为其中一类是掘凿物,是干燥且似烟的蒸发气在过剩时凝聚而成的;这些便是不熔的石类,以及雄黄、硫磺、红土、黄土、雌黄、金胶,以及其他此类之物。他说,掘凿物中绝大多数要么是有色的粉末,要么是由干燥而温热的凝结凝固并生成的石头。另一方面,可采掘物则反过来由水汽性的蒸发气生成;这些乃是凡可熔或可延展之物,如铁、金、铜以及凡与此相似之物。他说,封闭在大地之中、尤其是在石头中的水汽性蒸发气产生所有前述之物;因为由于石头本身的干燥,它被挤压成一体并凝固。因为正如露和霜从升起它们的干燥而温热的蒸发气中分离后凝聚成一体一样,在地下封闭的水汽上亦同样发生。但从水汽在地下凝聚之物与在地上凝聚之物有所不同,因为在地上之物的情形中,乃是在湿润的蒸发气分泌出来并变成水之后,彼时露或霜才由此生成,而在地下可采掘物的情形中,从水汽的生成并非由于水汽先分离出来并变成水、然后再凝固,而是在它完全分离并在现实态上变成水之前便已凝固。因此,如此从水汽凝固并生成之物——即诸种可采掘物——在某种意义上属于水,但在某种意义上则不属于水;因为由于它是从水汽生成的,而水汽是潜在的水且是水的质料,就这一点而言它大概属于水,但由于它并不是由水汽在现实态上变成水且先完全分离而生成的,不像滋味生成那样(因为滋味是由水由于某种受动而转化生成的),在这方面它反过来又不属于水。因为由于它们的凝固发生在完全分离成水之前,它们在自身内部亦具有某种土的成分;因为它们并未完全从干燥的蒸发气中解脱出来。他说,正因如此,它们亦着火,即在燃烧和熔炼时被点燃,并且造成某种减损。因为在可采掘物中唯有黄金不着火;因为当它被提纯后,甚至在对其进行熔炼时亦不再发生任何减损。在说了这些之后,他说关于掘凿物与可采掘物本身,它们的差异是什么、它们的生成源自何处并在何处发生,这些都已作了普遍而共通的论述;而他说必须个别地考察前述每一类,审视它们特有的性质。关于这些,泰奥弗拉斯托斯在《论可采掘物》及其他某些著作中已作了探讨。

语法注3 条
  1. 3.28ἃ ποιεῖν τὴν ξηράν τε καὶ καπνώδη ἀναθυμίασιν συνισταμένην, ὅταν πλεονάσῃ

    间接引语(宾格不定式结构)中主语与宾语的判定。主语为宾格短语 τὴν ξηράν τε καὶ καπνώδη ἀναθυμίασιν,而关系代词 ἃ 则作为不定式 ποιεῖν 的直接宾语,指代先行词 ὀρυκτά(掘凿物)。句意为“干燥且似烟的蒸发气在过剩时凝聚而成的那些东西”。

  2. 3.28ἔστι μὲν ὡς ὕδατος εἶναι, ἔστι δὲ ὡς οὔ

    短语 ἔστιν ὡς 为副词性成句,意为“在某种意义上/在某种方式下”。属格 ὕδατος 与不定式 εἶναι 构成表示质料或来源的表语属格,主语为 τὰ μεταλλευτά。整句表达“在某种意义上属于水(由水构成),但在某种意义上则不然”的二重属性。

  3. 3.28τῷ δὲ μὴ ἐξ ἐνεργείᾳ ὕδατος γενομένης αὐτῆς καὶ διακριθείσης πρῶτον γεγονέναι

    表示原因或观点的带冠词不定式与格(τῷ γεγονέναι)统辖介词短语 ἐξ ... αὐτῆς γενομένης ...,其中 αὐτῆς 指代水汽(ἀτμίς)。嵌入在 ἐκ 之后的属格分词结构解释了具体的生成方式:“并非由于水汽自身先变成现实态的水并完全分离出来而生成”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:177.5-178.15