- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:175.30-177.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象论》377b34–378a6,通过重构原文的倒置结构,解释了为何由于无法保持适度距离与视线强度,幻日与光柱不会产生在太阳的上方或下方,而仅产生在其侧方。
" Ἄνω μὲν οὖν ἐὰν γίνηται καὶ ἐγγύς." Τὸ ἄνω λέγοι ἂν τὸ ἐπ’ εὐθείας τῷ ἡλίῳ, καθ’ ἃ τὴν κίνησιν ποιεῖται· κατὰ τοῦτο δὴ οὐ γίνονται αἱ συστάσεις αἱ τοὺς παρηλίους ἢ τὰς ῥάβδους ἢ τὰς ἅλως δεχόμεναι, ὅτι ἢ ἐγγὺς οὖσαι τοῦ ἡλίου διαλύονται, ἢ πόρρω οὖσαι οὐ σώζουσι τὴν ἀνάκλασιν· καὶ γὰρ ἀεὶ τὴν ἀρχὴν σύμμετρον ἀφεστάναι δεῖ. προσιὼν γὰρ ὁ ἥλιος ἢ ἀπιὼν ἀπ’ αὐτῶν τῷ ἐπὶ ταῦτα κινεῖσθαι ἢ ἐγγυτέρω ἔσται τῆς συμμετρίας ἢ πορρωτέρω· ἐν δὲ τῷ πλαγίῳ ἔστιν εὑρεῖν σύμμετρον ἀπόστασιν, ἥτις πρὸς τῷ εἶναι σύμμετρος καὶ μένει ἐν τῇ αὐτῇ συμμετρίᾳ, μήτε προσιόντος αὐτῇ τοῦ ἡλίου μήτε ἀποχωροῦντος ἀπ’ αὐτῆς διὰ τὸ ἐπὶ ταῦτα μὴ κινεῖσθαι. εἰπὼν δὲ ὥστε μήτε τὸν ἥλιον διαλῦσαι τήν τε ὄψιν ἀθρόαν ἐλθεῖν, προσέθηκε διὰ τὸ πρὸς τὴν γῆν φερομένην μὴ δύνασθαι διικνεῖσθαι, ὥσπερ δι’ ἀχανοῦς φερομένην, ὃ εἴη ἂν ἴσον τῷ1 εἰ γὰρ μὴ ἦν ἡ προειρημένη σύστασις σύμμετρον ἀφεστῶσα τοῦ ἡλίου καὶ ἐκ πλαγίων αὐτοῦ, ἀλλὰ πρὸς τῇ γῇ ἐφέρετο, μὴ δύνασθαι τὴν ἀνάκλασιν ἀπ’ αὐτῆς διικνεῖσθαι πρὸς τὸν ἥλιον, ὥσπερ δι’ ἀχανοῦς φερομένην διὰ τὸ τῆς ἀποστάσεως μέγεθος. ἢ δύναται καὶ ἐν ὑπερβατῷ ἡ λέξις εἰρῆσθαι,2 ὡς εἶναι τὸ ἑξῆς καὶ τὸ ἀκόλουθον οὕτως ἔχον· ἐὰν δὲ πόρρω, ἐλάττων ἡ ὄψις οὖσα ἢ ὥστε ποιεῖν ἀνάκλασιν οὐ προσπεσεῖται διὰ τὸ πρὸς τὴν γῆν φερομένην μὴ δύνασθαι διικνεῖσθαι, ὥσπερ δι’ ἀχανοῦς φερομένην. τότε γὰρ δῆλον ὅτι πόρρω ἔσται τοῦ ἡλίου ἡ σύστασις, ὡς μὴ δύνασθαι ἀπ’ αὐτῆς πρὸς τὸν ἥλιον τὴν ὄψιν ἀνακλᾶσθαι, ὅταν ᾖ πρὸς τῇ γῇ· ἀπὸ γὰρ τῆς πρὸς τῇ γῇ φερομένης συστάσεως ὡς δι’ ἀχανοῦς αἱ πρὸς τὸν ἥλιον ἀνακλάσεις. εἶτα μετὰ τὴν λέξιν ταύτην τακτέον τὴν ἐν δὲ τῷ πλαγίῳ τοσοῦτον ἔστιν ἀποστῆναι τὸ ἔνοπτρον, ὡς μήτε τὸν ἥλιον διαλῦσαι τήν τε ὄψιν ἀθρόαν διελθεῖν.
“因此,若产生在上方且接近”所谓“上方”,他指的大概是与太阳成一条直线、沿着太阳运动轨道的方位;正是沿着这个方位,容纳幻日、光柱或晕的凝聚并不产生,因为它们若离太阳近就会被消散,若离太阳远就无法保持折射;因为起点必须始终处于适度的距离。因为太阳随着沿着这一路径运动而靠近或远离它们,便会比适度距离更近或更远;但在侧方,则可以找到适度的距离,这一距离除了是适度的之外,还保持在同一适度距离之中,因为太阳并不朝这个方向运动,因而既不靠近它亦不离开它。在说了“以致太阳既不消散它,视线亦一体地到达”之后,他补充道:“由于朝向大地运动而无法穿透到达,宛如穿过深渊运动一般”,这大概等同于说:因为如果前述凝聚不是距太阳适度并处于其侧方,而是靠近大地运动,那么从其上的折射就无法到达太阳,由于距离的巨大而宛如穿过深渊运动一般。或者,这句话亦可以按倒置来理解,从而使得文句的前后顺承如下:“但若在远方,视线由于过小而无法产生折射,将不会投射其上,因为朝向大地运动而无法穿透到达,宛如穿过深渊运动一般”。因为显而易见,当凝聚靠近大地时,它便会远离太阳,以致视线无法从其折射向太阳;因为从靠近大地运动的凝聚出发,朝向太阳的折射宛如穿过深渊。然后,在这一句之后,应当放置以下语句:“但在侧方,镜子可以处于这样的距离,以致太阳既不消散它,视线亦一体地穿过”。
"Ὑπὸ δὲ τὸν ἥλιον οὐ γίνεται." Εἰπὼν ὅτι ἂν πλησίον τῆς γῆς ᾖ ἡ σύστασις, πόρρω ἔσται τοῦ ἡλίου καὶ οὐκ ἔσται ἀνάκλασις ἐπ’ αὐτόν, νῦν λέγει, διὰ τί καθόλου οὐ γίνεται τοιαύτη σύστασις ὑπὸ τὸν ἥλιον, ὡς γίνεσθαι ἐν αὐτῇ παρήλιον ἢ ῥάβδον, τοῦ ἐκ πλαγίων αὐτοῦ μόνον αὐτὰ γίνεσθαι τὰς αἰτίας ἀποδιδούς. εἰ δὴ ὑπὸ τὸν ἥλιον, φησίν, ἡ σύστασις ἡ τοιαύτη γίνοιτο, εἰ μὲν πλησίον γίνοιτο τῆς γῆς, διαλύοιτ’ ἂν ὑπὸ τοῦ ἡλίου δηλονότι διὰ τὰς ἀνακλάσεις· ὑψηλοτέρας δὲ καὶ μεσουρανίου γινομένης τὴν ὄψιν πάλιν διασπωμένην καὶ ἀσθενῆ προσβάλλειν αὐτῇ3 διὰ τὸ μῆκος τοῦ διαστήματος, τοιαύτην δ’ οὖσαν μηκέτι δύνασθαι ἀνακλᾶσθαι ἀπ’ αὐτῆς μέχρι τοῦ ἡλίου. οὐ γὰρ μόνον ὑποκάτω τοῦ ἡλίου μεσουρανίου γινομένης τῆς συστάσεως οὐχ οἷόν τε ἀνάκλασιν ἀπ’ αὐτῆς ἐπὶ τὸν ἥλιον γενέσθαι, ἀλλ’ οὐδ’ ἂν ἐκ πλαγίων οὖσα μεσουράνιος ᾖ· οὕτως γὰρ ἐχούσης αὐτῆς καὶ πόρρω τῆς γῆς οὔσης προσβάλλουσα αὐτῇ ἡ ὄψις οὐκ ἐγγὺς οὐδὲ πρὸς τῇ γῇ φέρεται, ἀλλὰ πλεῖον διάστημα· διὸ ὀλίγη καὶ ἀσθενὴς ἐπ’ αὐτὴν ἔρχεται. διὸ καὶ ἀπὸ τῆς συστάσεως καὶ τοῦ ἐνόπτρου ἀνάκλασις αὐτῆς λίαν ἀσθενὴς γίνεται.
“然而在太阳下方并不产生”在说明了若凝聚靠近大地,它便会远离太阳且不会有向太阳的折射之后,他现在说明为何在太阳下方根本不会产生能出现幻日或光柱的此类凝聚,给出了它们仅在其侧方产生的成因。他说,如果此类凝聚产生在太阳下方,若它产生在靠近大地之处,显然会由于折射而被太阳消散;但若它处于更高处并在中天产生,视线又会由于距离的长度而散乱且微弱地投射到它上面,且由于处于这种状态而不再能从它折射到太阳。因为不仅当凝聚在太阳下方产生于中天时不可能发生从它到太阳的折射,甚至即使它处于侧方,只要是在中天,折射亦不可能发生;因为当凝聚处于这种状态且远离大地时,投射到其上的视线既不是在近处亦不是在大地附近运动,而是穿过更大的距离;因此视线微少且微弱地到达它上面。因此,从凝聚即镜子而来的视线折射亦变得极其微弱。
- 3.26ὥσπερ δι’ ἀχανοῦς φερομένην, ὃ εἴη ἂν ἴσον τῷ
短语 ὃ εἴη ἂν ἴσον τῷ(“这大概等同于说……”)引出了亚历山大对亚里士多德原文晦涩语句的第一种释义解释。冠词性与格 τῷ 统辖一个间接引语性质的条件句结构:εἰ γὰρ μὴ ἦν... μὴ δύνασθαι...(归结句采用不定式)。
- 3.26ἐν ὑπερβατῷ ἡ λέξις εἰρῆσθαι
亚历山大认为亚里士多德的原文存在词序倒置(hyperbaton),并重构了其本应顺承的文脉语序(τὸ ἑξῆς καὶ τὸ ἀκόλουθον)。他将文本整理为将后文的 διὰ τὸ πρὸς τὴν γῆν φερομένην... 直接接在 ἐὰν δὲ πόρρω... οὐ προσπεσεῖται 之后,随后再放置转折句 ἐν δὲ τῷ πλαγίῳ...
- 3.27ὑψηλοτέρας δὲ καὶ μεσουρανίου γινομένης τὴν ὄψιν πάλιν διασπωμένην καὶ ἀσθενῆ προσβάλλειν αὐτῇ
在独立属格 ὑψηλοτέρας δὲ καὶ μεσουρανίου γινομένης(省略的主语为凝聚)之后,承接了带宾格的不定式结构 τὴν ὄψιν... προσβάλλειν(主语为视线)。这是在 φησί 所支配的间接引语下,与前文条件句(εἰ μὲν πλησίον γίνοιτο...)相对比的分支,其后并列连接了 μηκέτι δύνασθαι。
