← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§174.33-175.29

幻日的白色成因与其为雨征及出现方位

注解亚里士多德《气象学》377a29,解释了幻日由于均匀致密的凝聚折射视线而显现为白色的机理,其为何比光柱更是有雨的征兆,以及幻日和光柱出现的物理位置条件(日出日落时处于太阳侧方)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.25#2

Εἰπὼν δὲ περὶ τῶν ῥάβδων τοὺς δὲ παρηλίους φησὶ γίνεσθαι τότε, ὅταν ὡς ὅτι μάλιστα ὁμαλὴ ᾖ ἡ τοῦ ἀέρος σύστασις καὶ πυκνὴ ὁμοίως. διὰ τοῦτο γὰρ λέγει τοὺς παρηλίους λευκοὺς φαίνεσθαι· διὰ γὰρ τὴν ὁμοιότητα καὶ ὁμαλότητα τῶν ἐνόπτρων ἑνὸς χρώματος φαντασία γίνεται, λευκοῦ δὲ τῷ διὰ τὴν πυκνότητα τῆς συστάσεως καὶ ὁμαλότητα ἅμα τὰς ὄψεις πρὸς αὐτήν τε προσπιπτούσας καὶ ἀπ’ αὐτῆς ἀνακλωμένας πρὸς τὸν ἥλιον, καὶ οὔπω μὲν οὔσης ὑδατώδους οὐδὲ μελαίνης, ἐγγὺς μέντοι ὕδατι τὸ ὑπάρχον τῷ ἡλίῳ χρῶμα τοῦτ’ ἐν τῇ συστάσει ἐμφαίνεσθαι ποιεῖν.1 ὡς γὰρ ἀπὸ χαλκοῦ λείου κλᾶται ἀθρόα ἡ ὄψις διὰ τὴν πυκνότητα τῆς συστάσεως· διὸ διὰ τὴν ἀθρόαν ἀνάκλασιν τὸ ἀληθινὸν τοῦ ὁρωμένου χρῶμα ἐμφαίνεσθαι ποιεῖ. λευκὸν δὲ τὸ τοῦ ἡλίου χρῶμα· καὶ ὁ παρήλιος ἄρα διὰ τοῦτο λευκός. διὰ δὲ τὸ αὐτὸ τοῦτό φησι καὶ μᾶλλον ὕδατος σημεῖον εἶναι τὸν παρήλιον τῶν ῥάβδων, τὸ αὐτὸ τοῦτο λέγων τὴν πυκνότητα καὶ ὁμαλότητα τῆς συστάσεως· σημεῖον γὰρ ἡ τοιαύτη σύστασις τοῦ τὸν ἀέρα ἐπιτηδείως ἔχειν πρὸς μεταβολήν τε καὶ γένεσιν ὕδατος. μᾶλλον δέ φησι τὸν πρὸς τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου γινόμενον παρήλιον ὕδατος σημεῖον εἶναι τοῦ πρὸς τοῖς βορείοις γινομένου (κατὰ γὰρ τὰ πλάγια τοῦ ἡλίου οἱ παρήλιοι), ὅτι μᾶλλον ὁ νότιος ἀὴρ καὶ πρὸς ἐκείνοις τοῖς μέρεσιν εἰς ὕδωρ μεταβάλλει τοῦ πρὸς ἄρκτον. γίνεσθαι δὲ λέγει τοὺς παρηλίους καὶ τὰς ῥάβδους πρὸς ταῖς ἀνατολαῖς ὄντος τοῦ ἡλίου ἢ πρὸς ταῖς δυσμαῖς (μεσουρανῶν γὰρ λύει τὰς τοιαύτας συστάσεις ὡς ἐπὶ τὸ πλεῖστον καὶ διακρίνει), καὶ οὔτε πρὸ αὐτοῦ οὔτε μετ’ αὐτόν (τοῦτο γὰρ ἂν εἴη τὸ οὔτε ἄνωθεν οὔτε κάτωθεν, 〈ἢ〉 δύναται τὸ κάτωθεν σημαίνειν τὸ ὑπ’ αὐτόν, ὡς αἱ ἅλως), ἀλλὰ ἐκ πλαγίων· ἐκ πλαγίων δὲ τοῦ ἡλίου τὰ κατὰ τοὺς πόλους ἐστὶ μέρη· καὶ οὔτε ἐγγὺς λίαν οὔτε πόρρω πάνυ· αἱ μὲν γὰρ ἐγγὺς τοῦ ἡλίου συστάσεις διαλύονται ἀπ’ αὐτοῦ, ἀπὸ δὲ τῶν πάνυ πόρρω τοῦ ἡλίου οὐχ οἷόν τε ἀνάκλασιν τῆς ὄψεως γίνεσθαι· τῷ γὰρ ἀπὸ μικροῦ ἐνόπτρου γίνεσθαι λεπτὴ οὖσα, πόρρω ἀποτεινομένη ἐξασθενεῖ. ταύτην φησὶν αἰτίαν εἶναι τοῦ καὶ ἅλως μὴ γίνεσθαι ἐξ ἐναντίας τοῦ ἡλίου, ἀλλὰ ὑπ’ αὐτόν· αἱ μὲν γὰρ ἐγγὺς διακρίνονται (εὐδιακριτώτεραι γὰρ αἱ τὴν ἅλω ποιοῦσαι συστάσεις), αἱ δὲ πόρρω οὐ δέχονται τὰς ἀνακλάσεις.

在论及光柱之后,他说,当空气的凝聚尽可能均匀且同样致密时,幻日便会产生。因为他说,幻日显现为白色正是由于此:由于镜子的相似性与均匀性,单一色彩的显象得以产生,而显现为白色,则是因为由于凝聚的致密与均匀,同时投射到其上并从其折射向太阳的视线——在凝聚尚未化为水态亦未变黑、然而已接近水时——使得太阳本有的这种色彩显现于凝聚之中。因为〔这〕正如由于凝聚的致密,视线从光滑的青铜上一体地折射,从而通过这种整体的折射使得所见之物的真实色彩显现出来一样;而太阳的色彩是白色的;因此,幻日亦由于此而是白色的。他又说,正是由于这同一原因,幻日比光柱更是有雨的征兆,他所说的“这同一原因”是指凝聚的致密与均匀;因为此类凝聚是空气适于向水转化及生成水的征兆。他说,产生在太阳南部区域的幻日比产生在北部区域的幻日更是有雨的征兆(因为幻日处于太阳的侧方),因为南方的空气,即那些区域的空气,比朝向北方的空气更容易转化为水。他说,幻日与光柱产生在太阳处于日出或日落之时(因为当太阳处于中天时,往往会瓦解并驱散此类凝聚),并且既不在它之前亦不在它之后(因为这大概就是“既不在上方亦不在下方”的意思,或者“下方”可以像晕那样指“在它正下方”),而是在其侧方;而太阳侧方的区域即朝向两极的部分;并且既不太近亦非极远;因为邻近太阳的凝聚被太阳所消散,而从极远离太阳的凝聚处,视线的折射不可能发生;因为视线由于产生自微小的镜子而微弱,延伸到远处时便衰竭了。他说,这也是晕不产生在太阳正对面、而产生在它正下方的成因;因为邻近的凝聚被消散(盖造成晕的凝聚更容易被驱散),而远处的凝聚则无法接受折射。

语法注1 条
  1. 3.25λευκοῦ δὲ τῷ διὰ τὴν πυκνότητα τῆς συστάσεως καὶ ὁμαλότητα ἅμα τὰς ὄψεις πρὸς αὐτήν τε προσπιπτούσας καὶ ἀπ’ αὐτῆς ἀνακλωμένας πρὸς τὸν ἥλιον, καὶ οὔπω μὲν οὔσης ὑδατώδους οὐδὲ μελαίνης, ἐγγὺς μέντοι ὕδατι τὸ ὑπάρχον τῷ ἡλίῳ χρῶμα τοῦτ’ ἐν τῇ συστάσει ἐμφαίνεσθαι ποιεῖν.

    该句的核心骨架是由原因与格的带冠词不定式 τῷ ... ποιεῖν 构成,用以说明前文“显现为白色”的原因。宾格名词 τὰς ὄψεις 是 ποιεῖν 的逻辑主语,并带有一致修饰它的两个分词 προσπιπτούσας 与 ἀνακλωμένας。夹在中间的 οὔπω μὲν οὔσης ... ἐγγὺς μέντοι ὕδατι 是一个属格独立结构(分词 οὔσης 的逻辑主语承前省略了 τῆς συστάσεως,与格 ὕδατι 受副词 ἐγγύς 支配)。作为核心的不定式 ποιεῖν 进一步支配补足不定式 ἐμφαίνεσθαι,构成“视线……使得太阳固有的这种色彩显现于凝聚之中”的多层使动结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:174.33-175.29