- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:173.31-174.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
承接亚里士多德377a29,论述幻日与光柱同晕与虹一样皆因折射而产生,特别阐明云层的不均匀凝聚作为微小镜面群体仅将太阳的色彩沿直线呈现出来,从而形成光柱的机制。
" Τὰς δ’ αὐτὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίου καὶ ῥάβδων ταῖς εἰρημέναις." Εἰπὼν περὶ ἅλω καὶ ἴριδος ἐπὶ τὸν περὶ παρηλίων καὶ ῥάβδων μέτεισι λόγον, καὶ λέγει ταὐτὰ δεῖν αἴτια ἡγεῖσθαι καὶ τούτων ἃ καὶ τῶν προειρημένων, λέγων τῆς ἅλω τε καὶ τῆς ἴριδος· καὶ γὰρ ταῦτα ἀμφότερά φησιν ἀνακλωμένης γίνεσθαι τῆς ὄψεως πρὸς τὸν ἥλιον ἀπό τινος συστάσεως πυκνῆς τε καὶ νεφώδους. γίνεσθαι δὲ τὰς ῥάβδους φησὶν οὕτω διὰ τὸ τὴν ὄψιν τοιαύτην ἀπὸ τοῦ νέφους ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον, ὁποίαν ἔμπροσθεν εἰρήκαμεν αὐτὴν ἐπὶ τῶν νεφῶν τῶν πλησίον τοῦ ἡλίου ἀνακλᾶσθαι ἀπὸ ὕδατος.1 εἶπε δὲ ὅτι πολλάκις τὰ νέφη, αὐτὰ καθ’ αὑτὰ ἀχρωμάτιστα φαινόμενα καὶ λευκὰ διὰ τὸ πλησίον ὄντα τοῦ ἡλίου καταλάμπεσθαι, δι’ ὕδατος ὁρώμενα κεχρωματισμένα κατά τινας εὐθείας φαίνεται τοῖς τῆς ἴριδος χρώμασι τῷ ἔχειν παχυτέραν τινὰ σύστασιν ἐν αὑτοῖς, ᾗ μιγνύμενον τὸ τοῦ ἡλίου φῶς χρώματος φαντασίαν ἐν αὐτῷ ποιεῖ, ὃ ἐξ εὐθέος μὲν εἰς τὸ νέφος ὁρώντων οὐ φαίνεται διὰ τὸ ὑπὸ τῶν πλαγίων αὐτοῦ λαμπρῶν φαινομένων ἀποκρύπτεσθαι, διὰ δὲ τοῦ ὕδατος ὁρώντων αὐτὸ φανερὸν γίνεται. ἐκεῖ μὲν οὖν εἰς αὐτὸ τὸ νέφος ὁρώντων οὐ φαίνεται τὸ χρῶμα τῷ πλησίον εἶναι τὸ νέφος τοῦ ἡλίου· αἱ δὲ ῥάβδοι ἐπ’ αὐτοῦ τοῦ νέφους ἔχουσιν ὁρώμενον τὸ χρῶμα κατ’ εὐθείας τινάς, ἐκ πλαγίων ὄντος τοῦ νέφους τῷ ἡλίῳ. γίνεσθαι δὲ τὴν τοιαύτην φαντασίαν ἐν τοῖς νέφεσι λέγει, ὅταν ἡ τοῦ νέφους σύστασις ἀνώμαλος ᾖ, ὡς τῇ μὲν εἶναι πυκνὸν τῇ δὲ μανόν, καὶ κατὰ μέν τι ὑδατῶδες ἤδη κατὰ δέ τι ἧττον τοιοῦτον. ἀπὸ γὰρ τοιούτου νέφους τὴν σύστασιν ὄντος2 ἀνακλωμένη ἡ ὄψις πρὸς τὸν ἥλιον διὰ μὲν μικρότητα τῶν κατόπτρων οὐχ ὁρᾷ τὸ σχῆμα τοῦ ἡλίου, τὸ δὲ χρῶμα αὐτοῦ διὰ τὸ λαμπρὸν καὶ λευκὸν ὄντα τὸν ἥλιον διὰ τοιούτων ἐνόπτρων ὁρᾶσθαι κατὰ μέν τι φοινικοῦν φαίνεται, κατὰ δέ τι πράσινον ἢ ξανθόν. ὡς γὰρ ὁρώμενος ὁ ἥλιος διὰ συστάσεως παχυτέρας καὶ ἀχλυώδους ἢ φοινικοῦς ἢ ξανθὸς ἢ ὅλως χρῶμά τι ἄλλο ἔχων φαίνεται, οὕτως καὶ ὅταν ἀπὸ τοιούτων ἡ ἐπ’ αὐτὸν ἀνάκλασις γίνηται τῆς ὄψεως, ἢ ὅπερ ἀληθέστερον, ὅταν τὸ ἀπ’ αὐτοῦ φῶς ἀπὸ τοιούτου νέφους ἀνακλώμενον ἐπὶ τὴν ὄψιν ᾖ.3 τὰς μὲν οὖν ῥάβδους λέγει γίνεσθαι διὰ τὴν προειρημένην ἀνωμαλίαν τῶν κατόπτρων, οὐ σχήματος ἀνωμαλίαν δεικνύντων·4 ἔστι γάρ τινα κάτοπτρα, ἃ δι’ ἀνωμαλίαν τὰ σχήματα ἀνώμαλα καὶ παρηλλαγμένα δείκνυσι τῶν δι’ αὐτῶν ὁρωμένων, ταῦτα δὲ οὐ τοῦ σχήματος τοῦ ἡλίου ἀνωμαλίαν δείκνυσιν, ὅτι μηδὲ τὴν ἀρχὴν ἐστι σχῆμα δεικνύντα διὰ μικρότητα, ἀλλὰ χρώματος, οὗ μόνου ἐστὶ κάτοπτρα.
“关于幻日与光柱,亦当假定具有与已述者相同之成因。” 在论及晕与虹之后,他转向关于幻日与光柱的论述,并说必须认为这两者的成因与前述诸现象相同,即晕与虹的成因;因为他说,这两者皆是在视线从某种致密且似云的凝聚物折射向太阳时产生的。而他说,光柱乃是由于视线从云层折射向太阳的方式,正如同我们此前所述在太阳附近的云层上视线从水面反射那样而产生的。他曾说,云层本身由于靠近太阳受到照耀而显现为无色且发白,但透过水面观看时,由于其自身内部含有某种更为浓厚的凝聚物,往往显现为沿着某些直线呈现出虹霓的色彩;太阳之光与此凝聚物混合,便在其中造成了色彩的显现;对于直接注视云层的人而言,由于这色彩被云层两侧明亮显现的部分所掩盖,因而不可见,但对于透过水面观看的人而言,它便显明了。因此在彼处,对于直视云层本身的人,由于云层邻近太阳,色彩并不显现;然而光柱却是在云层处于太阳侧方时,在云层本身之上沿着某些直线显现出色彩。他说,当云层的凝聚不均匀,以至于某处致密而某处稀薄,某部分已化为水态而某部分程度较轻时,云层中便产生此类显现。因为视线从凝聚状态如此的云层折射向太阳时,由于镜子的微小而看不到太阳的形状,但太阳的色彩,由于太阳明亮发白且透过此类镜子被观看,在某部分显现为绯红,在另一部分则显现为绿色或黄色。因为正如太阳透过更浓厚且有雾气的凝聚物被观看时,显现为绯红或黄色或整体上具有某种其他颜色一样,当视线从这类物体向太阳发生折射时亦是如此,或者更真实地说,乃是当来自太阳的光线从这类云层反射至视线时亦是如此。因此他说,光柱是由于镜子上述的不均匀性而产生的,并非镜子显示出形状的不均匀;因为确有一些镜子由于不均匀而将透过其所见之物的形状显示为不均匀且变形的,但这些[镜子]并不显示太阳形状的不均匀,因为它们由于微小起初根本就不显示形状,而是显示色彩的不均匀,而它们仅仅是色彩的镜子。
- 3.25ὁποίαν ἔμπροσθεν εἰρήκαμεν αὐτὴν ἐπὶ τῶν νεφῶν τῶν πλησίον τοῦ ἡλίου ἀνακλᾶσθαι ἀπὸ ὕδατος
关系代词 ὁποίαν(阴性宾格单数)与不定式 ἀνακλᾶσθαι 的逻辑主语 αὐτήν(= τὴν ὄψιν)作表语性呼应,引导表示方式比较的关系从句:“正如我们此前所说它……反射的那种方式”。
- 3.25ἀπὸ γὰρ τοιούτου νέφους τὴν σύστασιν ὄντος
τὴν σύστασιν 是关系/限定宾格,修饰分词 ὄντος,意为“在凝聚状态方面是如此的[云]”。
- 3.25ἢ ὅπερ ἀληθέστερον, ὅταν τὸ ἀπ’ αὐτοῦ φῶς ἀπὸ τοιούτου νέφους ἀνακλώμενον ἐπὶ τὴν ὄψιν ᾖ
针对亚里士多德的“视线放射说”(视线自云层向太阳折射),注解者亚历山大插入了 ὅταν ... ᾖ 从句(“或者更真实地说,乃是当来自太阳的光线……反射至视线时”),指明光线朝向眼睛反射这一更符合实际的物理模型。
- 3.25οὐ σχήματος ἀνωμαλίαν δεικνύντων
现在分词 δεικνύντων(属格复数)与前文的 τῶν κατόπτρων 一致,充当定语:“[这些镜子]并不显出形状的不均匀”,紧接着的语句解释了其理由(镜子过于微小以致根本不呈示形状)。
