← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§172.13-173.30

依季节与时辰论彩虹生成可能性的证明

亚历山大根据亚里士多德的文本(377a11),论证了秋分之后任何时辰皆可出现彩虹,而在夏季正午前后则绝不出现彩虹的天文与几何学原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24

" Ὅτι δ’ ἐν μὲν ταῖς ἐλάττοσιν ἡμέραις." Οὐ τῶν νυκτῶν λέγει * * * τῶν ἡμερῶν·1 ἐν γὰρ τῷ ἔτει παντὶ ἐλάττους μέν εἰσιν αἱ ἡμέραι αἱ μετὰ ἰσημερίαν μετοπωρινὴν τῷ τὰ νοτιώτερά τε καὶ μεσημβρινώτερα μέρη τότε κινεῖσθαι τὸν ἥλιον, ἃ διὰ τὴν ἔγκλισιν τοῦ νοτίου πόλου ἐλάττω μὲν ἔχει τὰ ὑπὲρ γῆν τμήματα τῶν κύκλων, καθ’ ὧν ὁ ἥλιος κινεῖται, μείζω δὲ τὰ ὑπὸ γῆν· μείζους δὲ πάλιν αἱ μετὰ ἰσημερίαν ἐαρινήν, τῷ κινεῖσθαι μὲν τότε τὸν ἥλιον τὰ βόρεια μέρη τοῦ ἰσημερινοῦ, ἐν δὲ τούτοις διὰ τὸ ἔξαρμα τοῦ βορείου πόλου μείζω μὲν εἶναι τὰ τμήματα τῶν κύκλων καθ’ ὧν ὁ ἥλιος κινεῖται τὰ ὑπὲρ γῆν, ἐλάττω δὲ τὰ ὑπὸ γῆν. ἀποδίδωσι δὲ διὰ τούτων τὴν αἰτίαν τοῦ κατ’ ἀρχὰς τοῦ βιβλίου περὶ τῆς ἴριδος εἰρημένου· εἶπε γὰρ λέγων περὶ αὐτῆς “καὶ μετὰ μὲν τὴν μετοπωρινὴν ἰσημερίαν ἐν ταῖς βραχυτέραις ἡμέραις πᾶσαν ὥραν γίνεται τῆς ἡμέρας, ἐν δὲ ταῖς θεριναῖς οὐ γίνεται περὶ μεσημβρίαν.” λέγει δὴ αἰτίαν τούτου ταύτην, τὸ τὰ μὲν πρὸς ἄρκτον μέρη τοῦ ἰσημερινοῦ τῶν κύκλων, καθ’ ὧν ὁ ἥλιος κινεῖται μετὰ τὴν ἐαρινὴν ἰσημερίαν, μείζω τὰ ὑπὲρ γῆς ἔχειν τμήματα· διὰ τοῦτο γὰρ καὶ ἡμέραι μείζους. τὸ δὲ ἐπὶ μείζω δηλωτικὸν ἂν εἴη ἤτοι τοῦ καὶ τὸν ἥλιον διὰ τοῦτο τότε ἐπὶ μεῖζόν τε καὶ ὑψηλότερον αἴρεσθαι, ἢ τοῦ ἀεὶ κατὰ τὴν ἀπὸ τοῦ ἰσημερινοῦ ἀπόστασιν μεῖζον τῶν κύκλων τὸ ὑπὲρ γῆς τμῆμα γίνεσθαι.2 τὰ δὲ πρὸς μεσημβρίαν τοῦ ἰσημερινοῦ μέρη τῶν κύκλων, καθ’ ὧν πάλιν ὁ ἥλιος μετὰ ἰσημερίαν μετοπωρινὴν κινεῖται, τὸ μὲν ὑπὲρ γῆς τμῆμα ἔλαττον ἔχει, τὸ δ’ ὑπὸ γῆν μεῖζον, καὶ ὅσῳ ἂν πορρώτερον ἀφιστῆται τοῦ ἰσημερινοῦ, μεῖζον τὸ ὑπὸ γῆς, ἔλαττον δὲ τὸ ὑπὲρ γῆς, ἔμπαλιν τῶν ἐν τοῖς βορείοις μέρεσι. τούτων δ’ οὕτως ἐχόντων ἐν μὲν ταῖς πρὸς θερινὰς τροπὰς ἡμέραις, αἳ γίνονται προσιόντος τε τοῦ ἡλίου τῷ ἀρκτικῷ κύκλῳ ἀπὸ τοῦ ἰσημερινοῦ καὶ πάλιν ἀποχωροῦντος αὐτοῦ ἀπὸ τοῦ εἰρημένου κύκλου ἐπὶ τὸν ἰσημερινόν, τῷ τότε μεγίστας εἶναι τὰς ἡμέρας καὶ μέγιστα τὰ ὑπὲρ γῆς τμήματα τῶν κύκλων, καθ’ ὧν ὁ ἥλιος κινεῖται, πρὶν τὸν ἥλιον ἐπὶ τὸ μέσον ἐλθεῖν τοῦ κύκλου καὶ μεσημβρίαν ποιῆσαι, παντελῶς κάτω γίνεται τὸ Π, ὃς πόλος ἦν τοῦ κύκλου, καθ’ οὗ ἡ ἶρις φαίνεται· τούτου δὲ κάτω γινομένου γίνεται κάτω καὶ τὸ κέντρον αὐτοῦ τοῦ κύκλου, ὃ εἶπεν εἶναι Ο. ἐπεὶ γὰρ ἐπὶ τῆς αὐτῆς εὐθείας ὅ τε πόλος ἐστὶ τοῦ κύκλου, καθ’ ὃν ἡ ἶρις γίνεται, καὶ τὸ κέντρον αὐτοῦ καὶ ὁ ἥλιος, ὥσπερ καὶ ἡ ὄψις, δῆλον ὅτι ὅσῳ ἂν ὁ ἥλιος ὑψηλότερος αἴρηται, τοσούτῳ κοιλότερος ὁ πόλος καὶ τὸ κέντρον τοῦ κύκλου γίνεται. γινομένων δὲ ἐκείνων κοιλοτέρων καὶ ὁ κύκλος ὁ περὶ αὐτὰ ἀεὶ ἔλαττον τὸ ὑπὲρ γῆς ἔχων γίνεται τμῆμα, ὥστε περὶ τὰς μεσημβρινὰς μηδὲ ὑπερέχειν τῆς γῆς ἔτι τὸν κύκλον διὰ τὴν τοῦ κέντρου αὐτοῦ εἰς τὸ κάτω πλείω μετάστασιν. διὸ περὶ τὰς ὥρας ταύτας ἐν ἐκείναις ταῖς ἡμέραις οὐχ οἷόν τε ἶριν γίνεσθαι. οὐ γὰρ τοῦτο λέγει, ὅτι μηδ’ ὅλως γίνεται ἶρις ἐν ἐκείναις ταῖς ἡμέραις, ἀλλ’ ὅτι μὴ περὶ μεσημβρίαν. διὰ μὲν οὖν τοῦτο μετὰ τὴν ἐαρινὴν ἰσημερίαν περὶ τὰς μεσημβρίας ἶρις οὐ γίνεται· μετὰ μέντοι τὴν μετοπωρινὴν ἰσημερίαν ἀεὶ καὶ πάσης ὥρας οἷόν τε ἶριν γίνεσθαι, ὅτι καὶ τοῦ κύκλου τοῦ περὶ τὸ Π ὡς πόλον γραφομένου, ἐν ᾧ ἡ ἶρις γίνεται, ἀεὶ ἔστι τμῆμά τι ὑπὲρ γῆς, τῷ τὸν ἥλιον μὴ πολὺ εἰς ὕψος αἴρεσθαι· ὀλίγον γὰρ ὑψωθεὶς ἐν ἐκείνῳ τῷ καιρῷ κατὰ τὴν μεσημβρίαν γίνεται. καὶ ἔστιν ἡ αὐτὴ αἰτία τοῦ τε ἐλάττονα ἡμικυκλίου ἶριν γίνεσθαι ὑπὲρ τὸν ὁρίζοντα τοῦ ἡλίου ὄντος, καὶ τοῦ μηδ’ ὅλως γίνεσθαι περὶ τὰς μεσημβρίας ἐν ταῖς μακροτέραις ἡμέραις· ἡ γὰρ εἰς ὕψος πρόοδος τοῦ ἡλίου ἀμφοτέρων αἰτία.

“而在较短的日子里……” 他指的并非比夜晚[更短],而是在诸日之中[更短者];因为在整年中,秋分之后的诸日之所以较短,乃是由于太阳彼时在更偏南且偏向子午圈的区域运行,这些区域由于南极的倾斜,使得太阳沿其运行的诸圆在地上之截段较小,而地下之截段较大;反之,春分之后的诸日则较长,乃是由于太阳彼时在天赤道以北的区域运行,而在这些区域中,由于北极之仰起,太阳沿其运行的诸圆在地上之截段较大,而地下之截段较小。他通过这些论述给出了本书开头关于彩虹所言之事的成因;因为他在论及虹时曾说:“并且在秋分之后的较短日子里,在白昼的任何时刻都会出现虹,而在夏季的日子里则不会在正午时分出现。”因此他指明此事的成因就在于此:即春分之后太阳沿其运行的诸圆中天赤道以北的部分,其在地上之截段较大;因为正因如此,诸日亦较长。而“向着更大”这一表述,所指的要么是太阳彼时亦因此被抬升得更高、更大,要么是随着距离天赤道的远近,诸圆在地上之截段始终变得更大。而秋分之后太阳再次沿其运行的诸圆中天赤道以南的部分,其在地上之截段较小,地下之截段较大,并且距离天赤道越远,地下部分就越大,地上部分则越小,与北半部之情形正好相反。在这些情况如此确立时,在邻近夏至的那些日子里——这些日子发生于太阳从天赤道走向北极圈(回归线),并再次由上述圆走向天赤道之际——由于彼时诸日最长,且太阳沿其运行的诸圆在地上之截段最大,在太阳到达该圆之中点并造成正午之前,作为虹显现于其上的那个圆的极点Π就已经完全落于下方;而在此极点落于下方时,他指出为Ο的该圆之中心亦随之落于下方。因为,既然虹形成于其上的圆的极点、该圆的中心以及太阳都在同一直线上,正如视线亦在此线上一样,显然太阳被抬升得越高,该圆的极点与中心就变得越深。而随着它们变得越深,围绕它们的那个圆在地上所保有的截段亦始终变得越小,以致在正午诸时分,由于其中心向下方发生了更大的位移,该圆甚至不再突出于地表之上。因此在那些日子的这些时分里,不可能形成彩虹。因为他并不是说在那些日子里根本不形成虹,而是说在正午时分不形成。因此,一方面由于这个原因,春分之后在正午时分不形成虹;然而另一方面,在秋分之后,虹却始终且在任何时刻都能形成,因为围绕作为极点的Π所画出的、虹形成于其中的那个圆,由于太阳未被抬升得很高,始终有一部分截段处于地上;因为在那个时节,太阳仅升高微少便已达到正午。并且,太阳在地平线之上时虹小于半圆、以及在较长的日子里正午时分根本不形成虹,这两者的成因是相同的;因为太阳在高度上的进阶乃是两者的共同原因。

语法注2 条
  1. 3.24Οὐ τῶν νυκτῶν λέγει * * * τῶν ἡμερῶν

    原文虽有脱漏( *),但对比意图明确:属格 τῶν νυκτῶν 为比较属格。注疏者在此澄清,亚里士多德所谓“在较短的日子里(ἐλάττοσιν ἡμέραις)”,指的不是相较于夜晚更短的白昼,而是指一年诸日之中相对其他日子而言更短的白昼(即秋冬季的白昼)。

  2. 3.24τὸ δὲ ἐπὶ μείζω δηλωτικὸν ἂν εἴη ἤτοι τοῦ καὶ τὸν ἥλιον διὰ τοῦτο τότε ἐπὶ μεῖζόν τε καὶ ὑψηλότερον αἴρεσθαι, ἢ τοῦ ἀεὶ κατὰ τὴν ἀπὸ τοῦ ἰσημερινοῦ ἀπόστασιν μεῖζον τῶν κύκλων τὸ ὑπὲρ γῆς τμῆμα γίνεσθαι.

    对于亚里士多德原文中的词组 ἐπὶ μεῖζον / ἐπὶ μείζω,注疏者通过 ἤτοι ... ἢ ... 提出了两种解释:(1) 指太阳被抬升到更高的高度;(2) 指随着太阳偏离天赤道,周日圈在地上部分的截段在几何学意义上变得更大。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:172.13-173.30