← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§170.29-172.12

太阳升高与彩虹截段小于半圆的几何论证

针对亚里士多德《气象学》376b28的提要,亚历山大解释了随着太阳等天体升至地平线以上,圆锥之轴及底面圆的中心与极点如何降至地平线以下,从而使得地上可见的彩虹截段始终小于半圆并在南中天时达到最小的几何论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23

" Πάλιν ἔστω ὁρίζων μὲν ἐφ’ οὗ τὸ ΑΓ, ἐπανατεταλκέτω δὲ τὸ Η." Δείξας ἡμικύκλιον γινόμενον τῆς ἴριδος καὶ οὐ μεῖζον ὄντος τοῦ ἄστρου, πρὸς ὃ ἡ ἀνάκλασις, ἐπὶ τοῦ ὁρίζοντος, νῦν δείκνυσι προσχρώμενος τοῖς προδεδειγμένοις ὅτι τοῦ ἄστρου ὄντος ὑπὲρ τὸν ὁρίζοντα, ἀεὶ ἐλάττων ἡμικυκλίου γίνεται ἡ ἶρις. ὄντος γὰρ πάλιν τοῦ ὁρίζοντος κύκλου, καὶ οὔσης διαμέτρου αὐτοῦ τῆς ΑΓ, ἂν τὸ ἄστρον, πρὸς ὃ ἡ ἀνάκλασις, μὴ ἐπὶ τοῦ ὁρίζοντος ᾖ, ἀλλὰ ὑψηλότερον, ὡς ἐπὶ τοῦ Η, ὄντος τοῦ Κ κέντρου τοῦ ὁρίζοντος, ἔσται ὁ ἄξων τοῦ κώνου τοῦ γινομένου ἀπὸ τῶν ἐκπιπτουσῶν ἀπὸ τοῦ Κ κατὰ κῶνον ἐπὶ τὸ Μ καὶ ἀνακλωμένων ἐπὶ τὸ Η οὐκέτι ἐπὶ τῆς τοῦ ὁρίζοντος διαμέτρου, πόλος δὲ οὐκέτ’ ἔσται τοῦ κύκλου, ὃς βάσις γίνεται τοῦ κώνου, ἐφ’ οὗ ἡ ἶρις ἐμφαίνεται, ἐπὶ τῆς τοῦ ὁρίζοντος διαμέτρου, ἀλλὰ κατωτέρω·1 κατωτέρω δὲ καὶ ὑπὸ γῆν ὄντος τοῦ πόλου ἔσται καὶ τὸ κέντρον τοῦ κύκλου, οὗ πόλος τὸ Π, κατωτέρω. δεῖ γὰρ εἶναι ἐπ’ εὐθείας τό τε Η, ὅ ἐστι τὸ ἄστρον, πρὸς ὃ ἡ ἀνάκλασις, καὶ τὸ Κ, ὅ ἐστι κέντρον τοῦ ὁρίζοντος, ἐφ’ οὗ ἡ ὄψις, καὶ τὸ κέντρον τοῦ κύκλου, ἐφ’ οὗ ἡ ἔμφασις τῆς ἴριδος, καὶ τὸν πόλον. τοσοῦτον δὲ ἔσται κατωτέρω τὸ Π τοῦ Γ, ὅσῳ ἀνωτέρω ἐστὶ τὸ Η τοῦ Α. ἐπεὶ οὖν ἐπὶ τῆς αὐτῆς εὐθείας ἐστὶν ὅ τε πόλος τοῦ κύκλου καὶ τὸ κέντρον τοῦ κύκλου, οὗ πόλος ἐστὶ τὸ Π, καὶ ἡ ὄψις, ἥτις ἐστὶν ἐπὶ τοῦ Κ, ὅ ἐστι κέντρον τοῦ ὁρίζοντος, ἔσται τὸ κέντρον τοῦ κύκλου, ἐφ’ οὗ ἡ ἶρις, τότε ἐπὶ τῆς ΚΠ εὐθείας μεταξὺ τοῦ τε Κ καὶ τοῦ Π· ὂν δὲ ἐπὶ ταύτης2 κατωτέρω ἔσται τῆς τοῦ ὁρίζοντος διαμέτρου. εἰ δὲ κατωτέρω, ἔλαττον ἡμικυκλίου ἔσται τὸ ὑπὲρ τὸν ὁρίζοντα τμῆμα τοῦ κύκλου· ἡμικύκλιον γὰρ ἐγίνετο, ὅτε ἐπὶ τοῦ ὁρίζοντος ἦν τὸ κέντρον αὐτοῦ. κατ’ ἀναλογίαν δὲ τῆς ἀπὸ τοῦ ὁρίζοντος ἀποστάσεως τοῦ ἄστρου, πρὸς ὃ ἡ ἀνάκλασις, καὶ τὸ τμῆμα τοῦ κύκλου τῆς ἴριδος μειωθήσεται. ὅσῳ γὰρ ἂν ὑψηλότερον ἐκεῖνο ᾖ, τοσούτῳ κοιλότερος καὶ ὑπογειότερος ὁ πόλος τοῦ κύκλου, ἐφ’ οὗ ἡ ἶρις ἐμφαίνεται, τούτου δὲ κοιλοτέρου γινομένου κοιλότερον καὶ τὸ κέντρον γίνεται τοῦ κύκλου· ὅσῳ δ’ ἂν πλεῖον ἀπέχῃ τοῦτο τῆς τοῦ ὁρίζοντος διαμέτρου, τοσούτῳ ἔλαττον γίνεται τοῦ κύκλου, οὗ ἐστι κέντρον τοῦτο, τὸ ὑπὲρ γῆς ἀπολαμβανόμενον ὑπὸ τοῦ ὁρίζοντος τμῆμα, ἐφ’ οὗ ἡ τῆς ἴριδος ἔμφασις. καὶ τοῦτο ἔσται οὕτως, ἕως ἂν ἐπὶ τῇ μεσημβρίᾳ ληφθῇ ὂν τὸ ἄστρον, πρὸς ὃ ἡ ἀνάκλασις· τότε γὰρ ἐλάχιστον τμῆμα τοῦ κύκλου τὸ ὑπὲρ γῆς ἔσται. τοῦτο δὲ ἐδήλωσεν αὐτὸς εἰπὼν ὅσῳ γὰρ ἀνώτερον τὸ Η, κατωτέρω ὅ τε πόλος καὶ τὸ κέντρον τοῦ κύκλου ἔσται. ὅσῳ δ’ ἂν κατωτέρω τὸ κέντρον γίνηται τοῦ κύκλου, δῆλον ὅτι τοσούτῳ ἔλαττον ἡμικυκλίου τμῆμα ἔσται τὸ ὑπὲρ γῆν τοῦ κύκλου.

“再次,设ΑΓ所在的为地平线,并设Η已升起。” 在证明了当发生反射所对的天体在地平线上时,彩虹形成为半圆且不会更大之后,他现在运用此前已证明的诸结论指出,当该天体在地平线之上时,彩虹始终小于半圆。因为地平线再次为一个圆,其直径为ΑΓ,若发生反射所对的天体不在地平线上,而是处于更高处,如在Η处,在Κ为地平线中心时,由自Κ呈圆锥状射向Μ并反射至Η的诸线所形成的圆锥之轴,将不再位于地平线的直径之上,而作为圆锥之底面、虹显现于其上的那个圆的极点,也将不再位于地平线的直径之上,而是在更下方;在极点处于更下方且位于地下时,以Π为极点的那个圆的中心也将处于更下方。因为反射所对的天体Η、地平线之中心且视线所在的Κ、虹之显现所在的圆的中心,以及极点,皆必须在一条直线上。而Π低于Γ的程度,等于Η高于Α的程度。因此,既然该圆的极点、以Π为极点的圆的中心,以及位于地平线中心Κ处的视线皆在同一直线上,那么虹显现于其上的圆的中心彼时就将位于直线ΚΠ之上,介于Κ与Π之间;由于位于此线上,它将低于地平线的直径。而如果它处于更下方,该圆在地平线之上的截段就将小于半圆;因为当其中心在地平线上时,它才形成为半圆。并且,依反射所对之天体距离地平线的远近成比例,彩虹之圆的截段亦将减小。因为彼天体愈高,虹显现于其上的圆的极点就愈深、愈处于地下,而随着此极点变得愈深,该圆的中心亦变得愈深;此中心距离地平线的直径愈远,以其为中心的圆中被地平线截留于地上、虹之显现所在的截段,就变得愈小。这种情况将一直持续,直至发生反射所对的天体被取为处于子午圈上;因为那时该圆在地上之截段将为最小。这一点他本人亦通过下述说法予以阐明:“因为Η愈高,圆的极点与中心就都将愈靠下。”显然,圆的中心愈靠下,该圆在地上之截段就愈小于半圆。

语法注2 条
  1. 3.23ἔσται ὁ ἄξων τοῦ κώνου τοῦ γινομένου ἀπὸ τῶν ἐκπιπτουσῶν ἀπὸ τοῦ Κ κατὰ κῶνον ἐπὶ τὸ Μ καὶ ἀνακλωμένων ἐπὶ τὸ Η οὐκέτι ἐπὶ τῆς τοῦ ὁρίζοντος διαμέτρου, πόλος δὲ οὐκέτ’ ἔσται τοῦ κύκλου, ὃς βάσις γίνεται τοῦ κώνου, ἐφ’ οὗ ἡ ἶρις ἐμφαίνεται, ἐπὶ τῆς τοῦ ὁρίζοντος διαμέτρου, ἀλλὰ κατωτέρω

    在条件句结论部的主句中,主语 ὁ ἄξων 与谓语介词短语 οὐκέτι ἐπὶ τῆς τοῦ ὁρίζοντος διαμέτρου 之间被长篇的属格分词修饰短语分隔。随后的分句 πόλος δὲ οὐκέτ’ ἔσται... 亦构成平行结构,主语 πόλος 与谓语短语 ἐπὶ τῆς τοῦ ὁρίζοντος διαμέτρου, ἀλλὰ κατωτέρω 之间插入了修饰底面圆的关系分句。

  2. 3.23ὂν δὲ ἐπὶ ταύτης

    中性单数主格现在分词 ὄν 指向前文的主语 τὸ κέντρον τοῦ κύκλου,作为副词性分词表示附带情状或原因(“由于处于该线上”),修饰后随的主动词 ἔσται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:170.29-172.12