- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:169.15-170.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大完成了对亚里士多德《气象学》376a10的论证,通过归谬法确定了线段的比例关系,并从几何上阐明随着地平线的旋转,点Μ将描绘出以Π为极点的圆,以及由于该圆的圆心Ο位于地平线上,地面上出现的彩虹因而呈半圆形。
εἰσὶ δὲ λοιπαὶ τοῦ μὲν μείζονος ἡ ΗΡ, τοῦ δὲ ἐλάττονος ἡ ΚΡ. ἕξει ἄρα καὶ ἡ ΗΡ πρὸς τὴν ΡΚ τὸν αὐτὸν λόγον, ὃν ἡ μὲν ΗΠ πρὸς ΠΡ, ἡ δὲ ΡΠ πρὸς ΠΚ· οὕτως γὰρ ληφθεῖσαι γίνονται ὁμόλογοι· ἡγούμεναι γὰρ ἀπὸ τοῦ μείζονος τριγώνου. ἀλλὰ μὴν ὃν ἔχει λόγον ἡ ΗΠ πρὸς ΠΡ καὶ ἡ ΠΡ πρὸς ΠΚ, τοῦτον ἔχει τὸν λόγον καὶ ἡ ΗΜ πρὸς τὴν ΜΚ. ἦν γὰρ ὡς ἡ ΗΜ πρὸς ΜΚ ἥ τε Δ πρὸς τὴν Β καὶ ἡ ΒΖ πρὸς τὴν Δ· ὡς δὲ εἶχεν ἡ ΖΒ πρὸς Δ, οὕτως ἐδείχθη ἔχουσα καὶ ἡ ΠΗ πρὸς ΠΡ καὶ ἡ ΠΡ πρὸς τὴν ΠΚ. ὡς ἄρα ἔχει ἡ ΗΜ πρὸς τὴν ΜΚ, οὕτως ἕξει καὶ ἡ ΗΡ πρὸς τὴν ΡΚ. ἔσονται ἄρα πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐν τῷ αὐτῷ ἡμικυκλίῳ ἀπὸ τῶν ΗΚ κεκλασμέναι εὐθεῖαι ἐν τῷ αὐτῷ λόγῳ, ὅπερ ἐδείχθη ἀδύνατον. ἀδύνατον ἄρα τὴν Δ πρὸς ἐλάττονα τῆς ΠΜ τὸν αὐτὸν λόγον ἔχειν, ὃν λόγον ἔχει ἡ μὲν Ζ πρὸς τὴν ΗΚ, ἡ δὲ Β πρὸς τὴν ΚΠ. ἀλλ’ οὐδὲ πρὸς μείζονα· ὁμοίως γὰρ ἀδύνατον ὂν δειχθήσεται. πρὸς ταύτην ἄρα τὴν ΠΜ τὸν αὐτὸν λόγον ἕξει ταῖς προειρημέναις.1 ἔσται ἄρα ὡς ἡ ΗΠ πρὸς τὴν ΠΜ ἡ ΠΜ πρὸς τὴν ΠΚ ἐν τοῖς τριγώνοις τοῖς ΗΜΠ ΚΠΜ, καὶ εἰσὶν αὗται ἀνάλογον ἀλλήλαις περὶ τὴν Π, τὴν κοινὴν αὐτῶν γωνίαν. καὶ αἱ καταλειπόμεναι ἄρα αὐτῶν πλευραὶ τὸν αὐτὸν ἕξουσι λόγον πρὸς ἀλλήλας ὁμολόγως λαμβανόμεναι· εἰσὶ δὲ καταλειπόμεναι ἥ τε ΗΜ, τοῦ μείζονος οὖσα τριγώνου πλευρά, διὸ καὶ ἡγουμένη, καὶ ἡ ΚΜ, οὖσα τοῦ ἐλάττονος τριγώνου καὶ ἑπομένη. ἔσται ἄρα ὡς ἡ ΗΠ πρὸς ΠΜ ἥ τε ΠΜ πρὸς ΠΚ καὶ ἡ ΗΜ πρὸς ΜΚ. ὧν οὕτως ἐχόντων ὁ πόλῳ μὲν τῷ Π, διαστήματι δὲ τῇ ΠΜ γραφόμενος κύκλος ἁπάντων ἐφάψεται τῶν σημείων τῶν καθ’ ἃ ἡ ἀνάκλασις τῶν ἀπὸ τοῦ Κ καὶ Η κλωμένων ἐν τῷ αὐτῷ λόγῳ γίνεται, ἃς κλάσεις γωνίας εἶπεν. εἰ γὰρ μὴ ἐφάψεται, συμβήσεται τὸν αὐτὸν ἔχειν λόγον πρὸς ἀλλήλας τὰς πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐν τῷ αὐτῷ ἐπιπέδῳ κλωμένας ἀπὸ τῶν αὐτῶν σημείων εὐθείας, ὅπερ ἀδύνατον. ἔσονται γὰρ ἐν ἐκείνῳ τῷ ἐπιπέδῳ, ἐν ᾧ ἂν μὴ ἅπτηται ἡ τοῦ κύκλου περιφέρεια τῶν ἐν τῷ αὐτῷ λόγῳ κειμένων ἀνακλᾶσθαι ἀπὸ τῶν ΚΗ σημείων, ἄλλαι τινὲς ἐφαπτόμεναι τῆς περιφερείας τὸν αὐτὸν ἔχουσαι λόγον πρὸς ἀλλήλας, ὧν καὶ πᾶσαι αἱ πρὸς τὸ Μ ἀπὸ τῶν ΚΗ ἀνακλώμεναι· ἐν ᾧ λόγῳ εἰ ἀνακλῶνται καὶ αἱ μὴ ἐφαπτόμεναι, ἔσται τὸ προειρημένον ἀδύνατον. οὕτως δὲ ἔχοντος τούτου, ἂν τὸ ἡμικύκλιον τὸ τοῦ ὁρίζοντος, ἐν ᾧ ἡ κλάσις γέγονε τῶν ἀπὸ τῶν ΚΗ σημείων πρὸς τῷ Μ, περιάγηται περὶ τὴν ΗΚΠ διάμετρον, συμπεριαγόμενον τὸ ΚΗΜ τρίγωνον κατὰ τὸ Μ σημεῖον τὸν κύκλον ποιήσει τὸν γραφόμενον πόλῳ μὲν τῷ Π, διαστήματι δὲ τῇ ΠΜ· οὐδὲν γὰρ διαφέρει ἢ ἐκεῖνον γραφόμενον ἐφάπτεσθαι τοῦ Μ ἢ τὸ Μ περιαγόμενον γράφειν ἐκεῖνον. περιαγομένου δὴ τοῦ ἡμικυκλίου φησὶ πάσας τὰς ἀπὸ τῶν ΗΚ κλωμένας πρὸς τῷ Μ ἐν πᾶσι τοῖς ἐπιπέδοις ὁμοίως ἕξειν καὶ ἴσην ποιήσειν γωνίαν τὴν ὑπὸ τῶν ΚΜΗ· ὅμοιον γὰρ ἐν τῇ περιαγωγῇ τὸ τρίγωνον μένει. ἀλλὰ μὴν καὶ ἣν ποιοῦσιν ἐν τῇ περιαγωγῇ αἱ ΚΠ ΠΜ περὶ μένουσαν τὴν ΗΠ, ἀεὶ ἴση ἔσται. ἔσται οὖν ἐν τῇ περιαγωγῇ τοῦ ἡμικυκλίου τρίγωνα ἐπὶ τῆς ΗΠ καὶ ΠΚ ἴσα τῷ ΗΜΠ ΚΜΠ συνιστάμενα, ὧν αἱ ἀπὸ τῶν Μ κάθετοι2 ἐπὶ τὸ αὐτὸ σημεῖον πεσοῦνται τῆς ΗΠ διαμέτρου· καὶ δῆλον ὅτι ἴσαι ἔσονται. πιπτέτωσαν ἐπὶ τὸ Ο, μεταξὺ δὲ πάντως πεσοῦνται τοῦ τε Κ καὶ τοῦ Π· τὸ Ο ἄρα κέντρον ἔσται τοῦ κύκλου τοῦ γινομένου κατὰ τὰς ἐν τῷ αὐτῷ λόγῳ γινομένας ἀπὸ τοῦ Κ πρὸς τὸ Η ἀνακλάσεις, οὗ ἡμικύκλιον ἔσται ἀφῃρημένον ὑπὸ τοῦ ὁρίζοντος ὑπὲρ γῆς· ἡμικύκλιον γὰρ διὰ τὸ εἶναι τὸ Ο, τὸ κέντρον αὐτοῦ, ἐπὶ τῆς τοῦ ὁρίζοντος διαμέτρου, ἥτις ἐστὶν ἡ ΗΚΠ.
而其余各边,较大三角形的有ΗΡ,较小三角形的有ΚΡ。因此ΗΡ对ΡΚ也将具有与ΗΠ对ΠΡ以及ΡΠ对ΠΚ相同的比;因为如此取用时它们成为相应的,盖前项皆取自较大三角形。然而,正如ΗΠ对ΠΡ以及ΠΡ对ΠΚ所具之比,ΗΜ对ΜΚ亦具此比。因为正如ΗΜ对ΜΚ,既有Δ对Β,亦有ΒΖ对Δ;而正如ΖΒ对Δ,已证明ΠΗ亦对ΠΡ,ΠΡ亦对ΠΚ。因此,正如ΗΜ对ΜΚ,ΗΡ对ΡΚ亦将如此。于是在同一个半圆内,自Η与Κ出发按相同之比折向不同点的直线就将存在,而这已被证明是不可能的。因此,Δ对小于ΠΜ的线具有与Ζ对ΗΚ以及Β对ΚΠ相同的比,这是不可能的。但也绝不对大于它的线具有此比;因为同样将被证明是不可能的。因此,对这条ΠΜ,它将具有与前述诸线相同的比。因此,在三角形ΗΜΠ与ΚΠΜ中,正如ΗΠ对ΠΜ,ΠΜ亦将对ΠΚ,并且围绕它们的公共角Π,这些边彼此成比例。因此,它们其余各边在相应地被取用时,彼此之间也将具有相同的比;而其余各边是作为较大三角形之边因而也是前项的ΗΜ,以及作为较小三角形之边而为后项的ΚΜ。因此,正如ΗΠ对ΠΜ,既有ΠΜ对ΠΚ,亦有ΗΜ对ΜΚ。在这些条件具备时,以Π为极点、以ΠΜ为距离所作的圆,将切于自Κ与Η折射的诸线按相同之比发生折射的所有各点——这些折射被他称为角。因为若不相切,就将导致在同一平面内自相同诸点折向不同点的各直线彼此具有相同的比,而这是不可能的。因为在圆周未切于被设定为自Κ与Η诸点按相同之比折射之〔直线〕的那个平面中,将有切于圆周的其他某些直线彼此具有相同的比,而自Κ与Η折向Μ的一切直线亦具有此比;若不相切的直线亦按此比折射,前述之不可行结论就将成立。在此情况成立时,若自Κ与Η诸点出发之折射在Μ处发生的地平线半圆围绕直径ΗΚΠ旋转,则一同旋转的三角形ΚΗΜ将在点Μ处生成以Π为极点、以ΠΜ为距离所作的圆;因为无论该圆在被描画时切于Μ,抑或Μ在旋转时描画出该圆,并无分别。他说,随着半圆的旋转,在所有平面中自Η与Κ折向Μ的一切直线都将处于类似状态,并形成相等的角ΚΜΗ;因为三角形在旋转中保持相似。然而,在旋转中围绕固定的ΗΠ,ΚΠ与ΠΜ所形成的角亦将始终相等。因此在半圆的旋转中,在ΗΠ与ΠΚ上将构造出等于ΗΜΠ与ΚΜΠ的三角形,从各点Μ向直径ΗΠ所作的垂线将落在该直径的同一点上;显然这些垂线将是相等的。设它们落在Ο上,并且它们必定落在Κ与Π之间;因此Ο将成为依照自Κ向Η按相同之比发生的各次反射所形成的圆的圆心,该圆在地上的部分将被地平线截为一个半圆;因为截出半圆乃是由于其圆心Ο位于地平线的直径(即ΗΚΠ)之上。
- 3.22ταῖς προειρημέναις
紧随 τὸν αὐτὸν λόγον 的与格,与 ὁ αὐτός 连用以表示比较的基准(“与……具有相同的比”)。阴性复数指代前述构成比各项的诸直线(γραμμαί)。
- 3.22ὧν αἱ ἀπὸ τῶν Μ κάθετοι
关系代词 ὧν 是从属属格,先行词是前文的中性复数名词 τρίγωνα(构成的诸三角形)。τῶν Μ 带有定冠词且为复数,是因为它统称了随着半圆旋转在各个平面上所生成的各个点 Μ。
