- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:167.9-169.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《气象论》376a10处的几何作图,阐明线段Δ与Β的比例设定、比例项Ζ与ΚΠ的引入,以及通过相似三角形进行归谬法证明的推导逻辑。
" Ἐκκείσθω οὖν γραμμή τις ἡ ΔΒ." Ἔχων δεδομένον τὸν τῆς ΗΜ πρὸς τὴν ΜΚ λόγον τὸν αὐτὸν λαμβάνει ἐκθέμενος γραμμήν τινα τὴν ΔΒ καὶ τέμνων αὐτὴν ἐν λόγῳ, ὃν ἔχει ἡ ΗΜ πρὸς τὴν ΜΚ, ἵνα ὡς ἡ ΜΗ ἔχει πρὸς τὴν ΜΚ, ἡ Δ ἔχῃ πρὸς τὴν Β. καὶ ἐπεὶ μείζων ἡ ΜΗ τῆς ΜΚ (ἔκειτο γὰρ ἐπὶ τὴν μείζω γωνίαν ἀνακεκλασμένη τὴν γινομένην ὑπὸ τῆς ΚΜ πρὸς τῇ διαμέτρῳ τοῦ κύκλου, ὥστε ὑπὸ τὴν ἀμβλεῖαν γωνίαν ὑποτείνουσα ἐν τῷ ΚΜΗ τριγώνῳ μείζων ἐστὶν ἑκατέρας τῶν λοιπῶν τοῦ τριγώνου πλευρῶν), μείζων δὴ καὶ ἡ Δ τῆς Β ἔσται. τοῦτο λαβὼν προσπορίζει τινὰ τῇ Β εὐθεῖαν, τουτέστιν ἐκβάλλων τὴν ΔΒ ἐπὶ τὸ Β ἀφαιρεῖ ἀπ’ αὐτῆς τὴν Ζ, ἵνα οὕτως ἔχῃ, ὡς ἡ Δ πρὸς τὴν Β, οὕτως ἡ ΒΖ συναμφότεραι πρὸς τὴν Δ.1 ἐν τῷ αὐτῷ ἄρα λόγῳ, ὡς ἡ ΜΗ πρὸς τὴν ΜΚ, ἔστιν ἥ τε Δ πρὸς τὴν Β καὶ ἡ ΒΖ πρὸς τὴν Δ. μεθ’ ἃ λαμβάνει πάλιν, ὡς ἡ Ζ ἡ προσπορισθεῖσα τῇ Β, ἔχει πρὸς τὴν ΗΚ, οὕτως ἔχειν τὴν Β πρός τινα ἀπὸ τοῦ Κ ἐπ’ εὐθείας ἐκβεβλημένην τῇ ΗΚ, ἣν λαμβάνει εἶναι τὴν ΚΠ. καὶ ἀπὸ τοῦ Π, ὅ ἐστι πέρας τῆς ΚΠ εὐθείας, ἐπὶ τὸ Μ ἐπιζευγνύει εὐθεῖαν τὴν ΠΜ. ταῦτα λαβών φησι πόλον γίνεσθαι τὸ Π τοῦ κύκλου, πρὸς ὃν αἱ ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον ὡς περὶ ἄξονα τὴν ΗΚ ἐκβαλλόμεναι προσπίπτουσι. καὶ διὰ τί πόλος ἔσται τὸ Π τοῦ προειρημένου κύκλου, λέγει· ἔσται γάρ, φησίν, ὡς ἡ Ζ πρὸς τὴν ΗΚ καὶ ἡ Β πρὸς τὴν ΚΠ, οὕτως καὶ ἡ Δ πρὸς τὴν ΠΜ. ὅτι μὲν οὖν τούτων οὕτως ἐχόντων πόλος ἐστὶ τὸ Π σημεῖον τοῦ προειρημένου κύκλου, μετ’ ὀλίγον δείξει. πρῶτον δὲ δείκνυσι δι’ ἀδυνάτου ὅτι ὡς ἡ Ζ ἔχει πρὸς τὴν ΗΚ καὶ ἡ Β πρὸς τὴν ΚΠ, οὕτως ἔχει καὶ ἡ Δ πρὸς τὴν ΠΜ. μὴ γὰρ ἐχέτω ὡς αἱ προειρημέναι πρὸς τὰς προειρημένας, οὕτως ἡ Δ πρὸς τὴν ΠΜ. ἕξει ἄρα τὸν αὐτὸν λόγον ἐκείναις ἡ Δ ἢ πρὸς μείζονά τινα τῆς ΠΜ ἢ πρὸς ἐλάττονα. ἐχέτω πρὸς ἐλάττονα τὴν ΠΡ. ἡ αὐτὴ δὲ δεῖξις ἁρμόσει κἂν πρὸς μείζονα ληφθῇ. διὰ τοῦτο γὰρ προσέθηκε τὸ οὐδὲν γὰρ διοίσει· ἄν τε γὰρ μείζων ἡ ΠΡ τῆς ΠΜ ληφθῇ ἄν τε ἐλάττων, τὸ αὐτὸ ἀδύνατον ἀκολουθήσει. ὃν ἄρα λόγον ἔχουσιν αἱ Ζ Β Δ πρὸς ἀλλήλας, τοῦτον ἕξουσιν καὶ αἱ ΗΚ ΚΠ ΠΡ πρὸς ἀλλήλας. αἱ δὲ Ζ Β Δ ἀνάλογον εἶχον πρὸς ἀλλήλας, ὡς ἡ Δ πρὸς Β, οὕτως ἡ ΖΒ πρὸς τὴν Δ. καὶ ἐπὶ τῶν λοιπῶν ἄρα, ὡς ἡ ΡΠ πρὸς τὴν ΠΚ ἔχει, οὕτως ὅλη ἡ ΗΠ ἕξει πρὸς τὴν ΠΡ. αὐτὸς δὲ ἀναστρέψας εἶπεν ὅπερ ἡ ΗΠ πρὸς τὴν ΠΡ, τοῦτο ἡ ΡΠ, πρὸς ΠΚ. Ταῦτα δείξας ἑξῆς ἐπὶ τὸ Ρ ἀπό τε τοῦ Κ καὶ ἀπὸ τοῦ Η εὐθείας ἐπιζεύξας τὰς ΗΡ καὶ ΚΡ, ταύτας φησὶ τὸν αὐτὸν ἕξειν λόγον πρὸς ἀλλήλας, ὃν ἔχουσι πρὸς ἀλλήλας ἡ ΗΠ πρὸς ΠΡ. οὗ αἰτίαν ἀπέδωκε τὸ περὶ τὴν αὐτὴν γωνίαν τὴν Π, οὖσαν κοινὴν δύο τριγώνων, τοῦ τε ΠΡΗ τοῦ μείζονος καὶ τοῦ ΚΠΡ τοῦ ἐλάττονος, ἀνάλογον εἶναι τὰς ὁμολόγους πλευρὰς ἀλλήλαις.2 εἰσὶ γὰρ πλευραὶ περὶ τὴν Π γωνίαν τοῦ μὲν μείζονος αἱ ΗΠ ΠΡ, τοῦ δὲ ἐλάττονος αἱ ΚΠ ΠΡ, ὁμόλογοι δὲ ἡ μὲν ΗΠ, οὖσα τοῦ μείζονος τριγώνου πλευρά, τῇ ΠΡ, οὔσῃ τοῦ ἐλάττονος πλευρᾷ· ἐν γὰρ τοῖς λόγοις ἡγούμεναι αὗται τῶν τριγώνων λαμβάνονται· πάλιν δ’ ὁμόλογοι τοῦ μὲν μείζονος ἡ ΠΡ, τοῦ δ’ ἐλάττονος ἡ ΠΚ· ἑπόμεναι γὰρ αὗται πάλιν ἐν τοῖς προειρημένοις λόγοις, ἐν μὲν τῷ πρώτῳ ἡ ΠΡ, ὡς τοῦ ἐλάττονος τριγώνου πλευρὰ λαμβανομένη, ἐν δὲ τῷ δευτέρῳ ἡ ΠΚ, καὶ αὐτὴ οὖσα τοῦ ἐλάττονος τριγώνου. τούτων δὲ οὕτως ἐχουσῶν καὶ αἱ λοιπαὶ τῶν τριγώνων πλευραὶ τὸν αὐτὸν ἕξουσι λόγον πρὸς ἀλλήλας, ὁμολόγως λαμβανόμεναι.
“那么,设已设定某条线ΔΒ。” 既然他已知ΗΜ对ΜΚ的比,他通过设定某条线ΔΒ并按照ΗΜ对ΜΚ所具之比将其分割,从而取得相同的比,以便正如ΜΗ对ΜΚ,Δ亦对Β。又因为ΜΗ大于ΜΚ(因为它曾被设定为朝向较大的角反射,即由ΚΜ与圆的直径所构成的角,以致在三角形ΚΜΗ中由于对向钝角而大于该三角形其余各边),所以Δ自然也将大于Β。设定了这一点后,他为Β增补了一条直线,也就是说,将ΔΒ向着Β的方向延长,并从中截取Ζ,以便正如Δ对Β,Β与Ζ二者合起来亦对Δ。因此,在正如ΜΗ对ΜΚ的相同比率中,既有Δ对Β,亦有ΒΖ对Δ。在这之后,他又设定:正如增补给Β的Ζ对ΗΚ,Β亦对自Κ出发与ΗΚ成一直线延长的某条线,他设定该线为ΚΠ。并且从直线ΚΠ的端点Π出发,向Μ连接直线ΠΜ。设定了这些之后,他说Π成为圆的极点,而从Κ出发围绕轴线ΗΚ如圆锥般延长的诸线落在该圆上。并且他说明了为何Π将是前述圆的极点:因为他说,“正如Ζ对ΗΚ且Β对ΚΠ,Δ亦将对ΠΜ”。在这些条件具备时点Π是前述圆的极点这一事实,他稍后将会证明。但他首先通过归谬法证明:正如Ζ对ΗΚ且Β对ΚΠ,Δ亦对ΠΜ。因为设Δ对ΠΜ并不正如前述诸线对前述诸线。那么Δ对大于ΠΜ的某条线或对小于ΠΜ的某条线将具有与它们相同的比。设它对较小的ΠΡ具有此比。即使对较大的线来取,相同的证明亦适用。因为正是为此缘故他补充了“因为并无分别”这句话;因为无论ΠΡ被取为大于ΠΜ还是小于ΠΜ,都将伴随相同的不可行结论。因此,正如Ζ、Β、Δ彼此之间具有的比,ΗΚ、ΚΠ、ΠΡ彼此之间也将具有此比。而Ζ、Β、Δ彼此成比例,正如Δ对Β,ΖΒ亦对Δ。因此就其余各线而言,正如ΡΠ对ΠΚ,整个ΗΠ亦将对ΠΡ。但他本人倒转过来表述道:“正如ΗΠ对ΠΡ,此ΡΠ亦对ΠΚ。”证明了这些之后,接着他从Κ与Η向Ρ连接直线ΗΡ与ΚΡ,并说这两条线彼此之间的比,将等于ΗΠ与ΠΡ彼此之间的比。他为此给出的原因是:围绕作为两个三角形(即较大的ΠΡΗ与较小的ΚΠΡ)所共有的同一个角Π,相应的各边彼此成比例。因为围绕角Π的边,较大三角形的有ΗΠ与ΠΡ,较小三角形的有ΚΠ与ΠΡ;并且作为较大三角形之边的ΗΠ对应于作为较小三角形之边的ΠΡ(因为在这些比中它们被取作各三角形的前项);再者,较大三角形的ΠΡ对应于较小三角形的ΠΚ(因为在上述各比中它们再次成为后项,在第一比中ΠΡ作为较小三角形的边被取用,而在第二比中ΠΚ本身亦作为较小三角形的边)。既然这些情况成立,三角形其余各边在相应地被取用时,彼此之间也将具有相同的比。
- 3.22οὕτως ἡ ΒΖ συναμφότεραι πρὸς τὴν Δ
几何学中的惯用表达,συναμφότεραι(阴性复数主格)在此作为名词性用法,表示将线段Β与Ζ合在一起的整条线段(即 Β+Ζ)。整个结构表示“正如Δ比Β,二者之和(Β+Ζ)亦比Δ”这一比例关系。
- 3.22οὗ αἰτίαν ἀπέδωκε τὸ περὶ τὴν αὐτὴν γωνίαν τὴν Π, οὖσαν κοινὴν δύο τριγώνων, τοῦ τε ΠΡΗ τοῦ μείζονος καὶ τοῦ ΚΠΡ τοῦ ἐλάττονος, ἀνάλογον εἶναι τὰς ὁμολόγους πλευρὰς ἀλλήλαις
句子的核心骨架为 οὗ αἰτίαν ἀπέδωκε τὸ [...] ἀνάλογον εἶναι...,带有冠词的不定式短语 τὸ ... ἀνάλογον εἶναι 充当 ἀπέδωκε 的直接宾语(明确所给出的“原因”)。不定式的逻辑主语是宾格的 τὰς ὁμολόγους πλευράς,述语补足语为 ἀνάλογον。中性属格关系代词 οὗ 指向前述命题,依附于 αἰτίαν 表示原因。
