- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:165.19-167.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大补充了亚里士多德因显明而略去的几何证明,即在同一半圆内不可能有多个点构成相同的比,随后运用几何“给定”的概念解释了反射点的位置与比例是如何被确定的。
τὴν δὲ τούτου δεῖξιν αὐτὸς μὲν ὡς φανερὰν παρῆκεν, εἴη δ’ ἂν δεικνύμενον1 οὕτως. ἔστω γάρ, εἰ δυνατόν, ἐν τῷ αὐτῷ ἡμικυκλίῳ ἔχουσα ὡς ἡ ΗΜ πρὸς τὴν ΜΚ, οὕτως ἡ ΗΝ πρὸς τὴν ΝΚ. ἐπεὶ οὖν ἐστιν, ὡς ἡ ΗΜ πρὸς τὴν ΜΚ, ἡ ΗΝ πρὸς τὴν ΝΚ, καὶ ἐναλλὰξ ἔχουσιν, ὡς ἡ ΗΜ πρὸς τὴν ΗΝ, ἡ ΜΚ πρὸς τὴν ΝΚ. καὶ ἔστιν ἡ ΜΚ τῇ ΝΚ ἴση· ἐκ γὰρ τοῦ κέντρου ἀμφότεραι· ἴση ἄρα καὶ ἡ ΝΗ τῇ ΜΗ. ἀλλὰ καὶ μείζων· ὑπὸ γὰρ τὴν μείζω γωνίαν ὑποτείνει καὶ ἔστιν ἐγγυτέρω τῇ διαμέτρῳ· ὅπερ ἀδύνατον. ὅμοιος ὁ λόγος, κἂν ἄλλαι τινὲς ληφθῶσιν ἐν τῷ αὐτῷ ἡμικυκλίῳ ὡς τὸν αὐτὸν λόγον ἔχουσαι πρὸς ἀλλήλας τῷ τῆς ΗΜ πρὸς τὴν ΜΚ. τοῦτο μὲν οὖν, ὡς εἶπον, ὡς γνώριμον παρείασε. δείκνυσι δὲ ἑξῆς, πῶς ἐπὶ κύκλου περιφερείας ἡ ἀνάκλασις γίνεται τῶν ἀπὸ τῶν ΗΚ ἀνακλωμένων ἐν τῷ αὐτῷ λόγῳ, ὃν ἔχει ἡ ΗΜ πρὸς τὴν ΜΚ, καί φησιν ἐπεὶ γὰρ τά τε ΚΗ σημεῖα δέδοται, καὶ ἡ ΗΚ δεδομένη ἂν εἴη καὶ ἡ ΜΗ. Ἔστι δὲ τὸ λεγόμενον· ἦν τὸ Η δεδομένον τῇ θέσει· τοῦτο γὰρ ἦν τὸ ἐπὶ τῆς ἀνατολῆς εἰλημμένον σημεῖον· ἀλλὰ καὶ τὸ Κ, τὸ κέντρον τοῦ κύκλου. τούτων δὲ ὄντων δεδομένων τῇ θέσει δεδομένη γίνεται τῷ τε μεγέθει καὶ τῇ θέσει ἡ ΚΗ γραμμή. καὶ ἐπεὶ ἴση ἐστὶ τῇ ΚΗ ἡ ΚΜ (ἐκ γὰρ τοῦ κέντρου ἀμφότεραι), δεδομένη γίνεται καὶ αὐτὴ τῷ μεγέθει· ἡ γὰρ ἴση τῇ δεδομένῃ δεδομένη τῷ μεγέθει καὶ αὐτή. αὐτὸς δὲ τὸ μὲν καὶ ταύτην δεδόσθαι ὡς ἐναργὲς ὂν παρείασεν, ἔλαβε δὲ δεδόσθαι καὶ τὴν ΗΜ διὰ τὸ δεδομένην εἶναι τὴν ΚΗ. γίνεται δὲ ἡ ΗΜ καὶ αὐτὴ δεδομένη τῷ μεγέθει διὰ τὸ γενέσθαι καὶ τὴν ὑπὸ τῶν ΗΚΜ περιεχομένην γωνίαν2 δεδομένην διὰ τὸ τὰς ἀπὸ τοῦ Κ κατὰ κῶνον ὡς περὶ ἄξονα τὴν ΗΚ ἐκπιπτούσας ἐν κύκλῳ οὕτως, ὡς ἕνα κῶνον ποιεῖν, ἀεὶ τὴν ἴσην φυλάττειν ἐν τῇ περιφορᾷ τε καὶ τῇ τοῦ κώνου συστάσει γωνίαν· τὸ γὰρ κατὰ κῶνον ἐκπίπτειν τοῦτο ἦν. εἰ δὲ δεδομένη ἡ ΗΜ καὶ δεδομένον τὸ Η σημεῖον, ἡ ΗΜ κύκλου περιφερείας ἐφάψεται,3 οὗ κέντρον μὲν τὸ Κ, διάστημα δὲ ἡ ΚΜ. ἔστω οὖν ὁ κύκλος ὁ ΜΝ. ἐφάπτεται δέ γε καὶ ἡ ΜΚ κατὰ τὸ Μ κύκλου περιφερείας, οὗ κέντρον μὲν τὸ Κ, κορυφὴ δὲ τὸ Μ, ὅς ἐστιν ὁ κείμενος ἀπ’ ἀρχῆς, ὁ ὁρίζων, διὰ τὸ δεδομένον τε εἶναι τὸ Κ σημεῖον καὶ τὴν ΜΚ καὶ αὐτὴν δεδομένην. ἐπεὶ τοίνυν δύο κύκλων ἐφάπτονται αἱ ΜΚ ΗΜ κατὰ τὸ Μ σημεῖον, κατὰ κοινὴν τομὴν αὐτῶν ἐφάψονται. καὶ ἐπεὶ δύο κύκλων τεμνόντων ἀλλήλους δεδομένων τῇ θέσει ἡ κοινὴ τομὴ γίνεται δεδομένη, δεδομένον ἐστὶ καὶ τὸ Μ σημεῖον. καὶ ἐπεὶ ἡ ΗΜ δεδομένη, δεδομένη δὲ καὶ ἡ ΜΚ, λόγος ἔσται αὐτῶν πρὸς ἀλλήλας δεδομένος. δεδομένος δέ ἐστιν ὁ λόγος, ᾧ δυνάμεθα τὸν αὐτὸν πορίσασθαι. δείξας δὲ ὅτι δεδομένον τε τὸ Μ, καὶ δεδομένος ὁ τῆς ΗΜ πρὸς τὴν ΜΚ λόγος, πάλιν ὑπομιμνήσκει τοῦ κειμένου τοῦ ὅτι πρὸς ἄλλῳ σημείῳ τῆς ΜΝ περιφερείας τῶν ἀπὸ τῶν ΚΗ σημείων ἀγομένων εὐθειῶν ὁ αὐτὸς λόγος οὐ συνίσταται ἐν τῷ αὐτῷ ἐπιπέδῳ.
他本人因这一证明显而易见而略去,但它可以这样被证明:因为如果可能,设在同一半圆内,ΗΝ对ΝΚ的比正如ΗΜ对ΜΚ的比。既然ΗΜ对ΜΚ正如ΗΝ对ΝΚ,那么交错来看,ΗΜ对ΗΝ也正如ΜΚ对ΝΚ。而ΜΚ与ΝΚ相等,因为两者都是从中心引出的线(半径)。因此ΝΗ也等于ΜΗ。但它也更大;因为它是较大角所对的边,且更接近直径。这是不可能的。即便在同一半圆内取任何其他彼此之间具有如ΗΜ对ΜΚ之相同比率的线,其论证也是相似的。因此,正如我所说,他将此视为已知之事而略过了。 接着他证明,在与ΗΜ对ΜΚ相同的比率下由Η和Κ反射的线,其反射是如何沿着圆的圆周发生的,并且他说:“因为既然Κ与Η诸点已被给定,那么ΗΚ也将是被给定的,而且ΜΗ也是如此。”他的意思是指:Η在位置上已被给定;因为这是在升起处所取的点;但圆心Κ也是如此。由于这些点在位置上被给定,直线ΚΗ在大小和位置上也成为被给定的。又因为ΚΜ等于ΚΗ(因为二者都是从中心引出的线),所以它本身在大小上也成为被给定的;因为与给定线相等的线,其本身在大小上也必定是被给定的。他本人因该线同样已被给定这一事实显明而予以略过,但由于ΚΗ已被给定,他假定ΜΗ也是被给定的。而ΗΜ本身在大小上也成为被给定的,这是因为由ΗΚΜ所夹的角也成为被给定的,其缘由在于:从Κ出发仿佛围绕轴线ΗΚ以圆锥形沿圆周射出以致构成一个单一圆锥的诸线,在圆锥的旋转和构建中始终保持相等的角;因为所谓“以圆锥形射出”就是这个意思。如果ΗΜ被给定,且点Η被给定,则ΗΜ将与以Κ为圆心、以ΚΜ为距离(半径)的圆的圆周相交(接触)。设该圆为ΜΝ。此外,ΜΚ在点Μ处也与一个以Κ为圆心、以Μ为顶点的圆(即从一开始设定的圆,亦即地平圈)的圆周相交(接触),这是由于点Κ已被给定,且ΜΚ本身亦已被给定。既然ΜΚ和ΗΜ在点Μ处与两个圆相交(接触),它们便将在两圆的公共交线上相交(接触)。又因为彼此相交且在位置上被给定的两个圆的公共交线是成为被给定的,所以点Μ也是被给定的。既然ΗΜ被给定,且ΜΚ亦被给定,它们相互之间的比也将是被给定的。而所谓给定的比,就是我们能够求得与之相同比率的比。在证明了Μ是被给定的,且ΗΜ对ΜΚ的比也是被给定的之后,他又再次提醒人们注意既定的前提,即由Κ和Η诸点引出的直线在同一平面内不会在圆周ΜΝ的另一个点上构成相同的比。
- 3.21εἴη δ’ ἂν δεικνύμενον
希求语气 εἴη 与 ἄν 连用,并接分词 δεικνύμενον,构成表示潜势(“可以被证明”)的迂回表达。
- 3.21διὰ τὸ γενέσθαι καὶ τὴν ὑπὸ τῶν ΗΚΜ περιεχομένην γωνίαν δεδομένην διὰ τὸ τὰς ἀπὸ τοῦ Κ κατὰ κῶνον ὡς περὶ ἄξονα τὴν ΗΚ ἐκπιπτούσας ἐν κύκλῳ οὕτως, ὡς ἕνα κῶνον ποιεῖν, ἀεὶ τὴν ἴσην φυλάττειν ἐν τῇ περιφορᾷ τε καὶ τῇ τοῦ κώνου συστάσει γωνίαν
这是一个嵌套结构,在带有冠词的不定式介词短语 διὰ τὸ γενέσθαι 内部,又嵌入了一个说明理由的短语 διὰ τὸ ... φυλάττειν。在第二个不定式短语中,宾格分词短语 τὰς ἀπὸ τοῦ Κ ... ἐκπιπτούσας[诸线]为逻辑主语,谓语为 ἀεὶ τὴν ἴσην φυλάττειν ... γωνίαν,而 ὡς ἕνα κῶνον ποιεῖν 则表示结果。
- 3.21ἐφάψεται
在几何学语境中,动词 ἐφάπτομαι 支配属格,意为“相切”或在圆周上的点“相交/接触”。在此处指直线ΗΜ在其端点Μ处与圆周相接/相触。
