- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:164.6-165.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德将天体Η设于地平圈(升起处)开始几何证明的段落,说明通过基准三角形ΗΚΜ的平面剖分天球形成大圆,并解释在同一半圆及同一平面内不可能构建出另一对具有相同比率的线。
" Ἔστω γάρ, φησίν, ἐπ’ ἀνατολῆς πρῶτον, οὗ τὸ Η." Εἰπὼν ὅτι ἂν μὲν τὸ ἄστρον, ἐφ’ ὃ ἡ ἀνάκλασις γίνεται, οὗ τὸ χρῶμα ἐμφαινόμενον τῷ νέφει ἶριν ποιεῖ, ἐπ’ ἀνατολῆς ἢ δύσεως ᾖ, ἡμικύκλιον ἀποληφθήσεσθαι ὑπὲρ γῆς ὑπὸ τοῦ ὁρίζοντος τοῦ κύκλου τοῦ γινομένου ὑπὸ τῶν Μ, καθ’ ἃ ἡ ἀνάκλασις, ἐὰν δὲ ἀνωτέρω ᾖ τοῦ ὁρίζοντος τὸ ἄστρον, ἔλαττον ἡμικυκλίου, πρῶτον λαμβάνει ἐπὶ τῆς ἀνατολῆς αὐτὸ ὄν, τουτέστιν ἐπὶ τοῦ ὁρίζοντος, καὶ δείκνυσιν ἅμα μὲν ὅτι κατὰ κυκλικῆς περιφερείας αἱ κλάσεις γίνονται τῶν ἀπὸ τῆς ὄψεως, ἥπερ ἐστι τὸ Κ, ἐκβαλλομένων ἐπὶ τὰ Μ, ἅπερ ἐστὶν ἐν τῷ νέφει, καὶ κλωμένων ἐπὶ τὸ ἀνατέλλον ἄστρον, ἅμα δὲ ὅτι καὶ ἡμικύκλιόν ἐστι τὸ τοῦ ὑπὸ τῶν ἀνακλάσεων γινομένου κύκλου ὑπὲρ γῆς ἀποτεμνόμενον ὑπὸ τοῦ ὁρίζοντος μέρος αὐτοῦ καὶ οὐ μεῖζον. λαμβάνει δὲ σφαῖραν, καὶ ἐπ’ ἀνατολῆς μὲν αὐτῆς ὂν ἐπὶ τοῦ ὁρίζοντος τὸ ἄστρον, ἐφ’ οὗ τὸ Η, ἐκβεβλημένην δὲ ἀπὸ τοῦ Κ, ὅ ἐστι κέντρον αὐτῆς, ἐπὶ τὸ Μ τὴν ΚΜ1 καὶ ἀνακεκλασμένην ἐπὶ τὸ Η δηλονότι, ὡς προεῖπε, κατὰ τὴν μείζω γωνίαν τῆς ἀνακλάσεως τῆς ἐπὶ τὸ Η γινομένης· λαμβάνει δὲ καὶ τὸ Μ, ἐφ’ ὃ ἐπιζεύγνυσι τὴν ἀπὸ τοῦ Κ ἐκβαλλομένην ἐπὶ τοῦ ὁρίζοντος. γίνεται δὴ τρίγωνον τὸ ΗΚΜ, καὶ ἐκβάλλει τὸ διὰ τούτου τοῦ τριγώνου ἐπίπεδον καὶ φησὶν ὅτι ἔσται ἡ τομὴ ἡ γινομένη τῆς σφαίρας ὑπὸ τοῦ διὰ τοῦ τριγώνου ἐκβαλλομένου ἐπιπέδου ὁ μέγιστος κύκλος. τὸ γὰρ ἐν τῇ σφαίρᾳ διὰ τοῦ κέντρου ἐκβαλλόμενον ἐπίπεδον εἰς ἴσα τέμνει τὴν σφαῖραν· ἡ δὲ τοιαύτη τῆς σφαίρας τομὴ κατὰ τὸν μέγιστον γίνεται κύκλον· μέγιστος γὰρ ὁ διὰ τοῦ τῆς σφαίρας κέντρου, ὃν ὑποτίθεται εἶναι Α. εἰπὼν δὲ τοῦτο προσέθηκε διοίσει γὰρ οὐδέν, ἐὰν ὁποιονοῦν τῶν ἐπὶ τῆς ΗΚ κατὰ τὸ τρίγωνον ἐκβληθῇ τὸ ἐπίπεδον. ἔστι δὲ τὸ λεγόμενον· ἐπεὶ πλείω δύναται τρίγωνα γίνεσθαι ὅμοια ἐν τῇ σφαίρᾳ τὰ ΗΚΜ οὐκ ἐν τῷ αὐτῷ ἐπιπέδῳ (τοῦτο γὰρ ἀδύνατον, ὡς δείξει) ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ, καὶ δύναται αὐτῶν καθ’ ἕκαστον ἐκβαλλομένου τοῦ δι’ αὐτῶν ἐπιπέδου τέμνεσθαι ἡ σφαῖρα, οὐδέν, φησί, διοίσει, δι’ οὗ ἂν ληφθῇ τεμνομένη· δι’ οὗ γὰρ ἂν τμηθῇ, ἔσται ἡ τομὴ τῆς σφαίρας ὁ μέγιστος κύκλος, τῷ πᾶν τὸ διὰ τῶν τοιούτων τριγώνων ἐκβαλλόμενον ἐπίπεδον διὰ τοῦ κέντρου ἐκβάλλεσθαι.2 ταῦτα εἰπών φησιν αἱ οὖν ἀπὸ τῶν ΗΚ ἀναγόμεναι γραμμαὶ ἐν τούτῳ τῷ λόγῳ οὐ συσταθήσονται τοῦ ἐφ’ ᾧ Α ἡμικυκλίου πρὸς ἄλλο καὶ ἄλλο σημεῖον.3 ἔστι δὲ ὃ λέγει ὅτι ἐν τῷ ἡμικυκλίῳ τοῦ κύκλου τοῦ ὑπὸ τοῦ διὰ τοῦ προειρημένου τριγώνου ἐπιπέδου ἐκβεβλημένου γεγονότος αἱ ἀπὸ τῶν Η καὶ Κ εὐθεῖαι ἠγμέναι ἐπὶ τὸ Μ οὐ συσταθήσονται πρὸς ἄλλῳ τινὶ σημείῳ, ὡς εἶναι ἐν τῷ αὐτῷ ἐπιπέδῳ τε καὶ τῷ αὐτῷ ἡμικυκλίῳ ἄλλας τινὰς πρὸς ἀλλήλας οὕτως ἐχούσας, ὡς ἔχει ἡ ΗΜ πρὸς τὴν ΚΜ· ἐν μὲν γὰρ τῷ ἑτέρῳ ἡμικυκλίῳ τοῦ αὐτοῦ κύκλου δύνανται ληφθῆναι ἄλλαι ἐν τῷ αὐτῷ λόγῳ οὖσαι ταύταις αἱ ἴσαι ταύταις, καὶ οὕτως ἐν ἐκείνῳ κείμεναι πρὸς ἀλλήλας, ὡς αὗται ἐν τούτῳ· ἐν δὲ τούτῳ, ἐν ᾧ αὗταί εἰσιν, ἀδύνατον. ἐν ἄλλῳ μὲν γὰρ καὶ ἄλλῳ ἐπιπέδῳ τὸν αὐτὸν ἐχούσας πρὸς ἀλλήλας λόγον, ὃν ἔχουσιν αὗται, οἷόν τε εἶναι, ὡς δείξει, ἐν δὲ τούτῳ οὐχ οἷόν τε.
“他说,首先设它处于升起处,即Η所在之处”在说明了如果反射所朝向的天体——其显现于云中的颜色产生彩虹——处于升起或落下时,由发生反射的诸点Μ所构成的圆的半圆将被地平圈截取在地面之上,而如果天体高于地平圈,则截取的部分小于半圆之后,他首先将该天体设为处于升起处,即处于地平圈上,并且同时证明:由视线(即Κ)引向云中诸点Μ并向正在升起的天体发生折射的诸线的折射是沿着圆形的圆周发生的,并且同时证明,由反射所构成的圆在地面之上被地平圈切出的部分是其半圆而非更大。 他取一个天球,且标有Η的天体处于该球的升起处即地平圈上,并从作为球心的Κ向Μ引出直线ΚΜ,且显而易见如他先前所说,朝向Η的反射是在较大角上发生从而向Η反射;他又取地平圈上的Μ,由Κ引出的线与Μ相连。 于是形成三角形ΗΚΜ,他将通过该三角形的平面延伸出去,并指出由通过该三角形延伸的平面所产生的天球切面将是大圆。 因为在球体中通过中心延伸的平面将球体平分为两等份;而球体的这种切面是沿着大圆产生的;因为通过球心的圆便是大圆,他假定该圆为Α。 说了这番话之后,他补充道:“因为无论沿着三角形的平面是通过ΗΚ上的哪一个[三角形]延伸出去,都没有任何分别。” 他的意思在于:由于在球体中可以在相继不同的平面内(因为正如他将要证明的,在同一平面内是不可能的)形成多个相似的三角形ΗΚΜ,并且随着通过它们的平面按其每一个延伸出去,球体都可以被切分,因此他说,无论选取通过哪一个来进行切分,都没有任何分别;因为无论通过哪一个切分,球体的切面都将是大圆,这是由于通过此类三角形延伸出去的一切平面都是通过中心延伸的。 说完这些之后,他说:“因此在这一比率下由Η和Κ引出的线,将不会在标有Α的半圆上的相继不同的点上构建出来。” 他的意思是指:在通过上述三角形延伸的平面所形成的圆的半圆内,由Η和Κ引向Μ的直线将不会在任何其他点上构建出来,以致在同一平面且在同一半圆内存在其他相互具有如ΗΜ对ΚΜ之关系的线;因为在该圆的另一个半圆内,固然可以取其他与这些线具有相同比率的线,即与这些线相等的线,并且它们在那个[半圆]中相互的位置关系如同这些线在这一[半圆]中的位置关系一样;但是在这些线所在的这一[半圆]内,这是不可能的。 因为正如他将证明的,在相继不同的平面内固然可以存在相互之间具有与这些线相同比率的线,但在这一[平面]内却是不可能的。
- 3.21λαμβάνει δὲ σφαῖραν, καὶ ἐπ’ ἀνατολῆς μὲν αὐτῆς ὂν ἐπὶ τοῦ ὁρίζοντος τὸ ἄστρον... ἐκβεβλημένην δὲ ... τὴν ΚΜ
动词 λαμβάνει 所统摄的一组并列宾语结构。主动词 λαμβάνει 首先以 σφαῖραν 为直接宾语,随后通过平行的宾格分词短语(ὄν ... τὸ ἄστρον, ἐκβεβλημένην ... τὴν ΚΜ)相继引入几何设定的各个要素(天体Η、直线ΚΜ、点Μ)。后文 λαμβάνει δὲ καὶ τὸ Μ 对该动词的重复进一步证实了这一统摄关系。
- 3.21τῷ πᾶν τὸ διὰ τῶν τοιούτων τριγώνων ἐκβαλλόμενον ἐπίπεδον διὰ τοῦ κέντρου ἐκβάλλεσθαι
由带冠词的不定式与格(τῷ ... ἐκβάλλεσθαι)表示的原因/理由结构(“由于……”、“凭借……这一事实”)。宾格短语 πᾶν τὸ ... ἐπίπεδον 作该不定式的逻辑主语,为主要分句中 ἔσται ἡ τομὴ ... ὁ μέγιστος κύκλος 的几何学论断提供依据。
- 3.21οὐ συσταθήσονται ... πρὸς ἄλλο καὶ ἄλλο σημεῖον
希腊数学术语 συνίστασθαι(在给定底线上向顶点“构建”直线或角,参见欧几里得《几何原本》I.7)的被动将来时。介词短语 πρὸς ἄλλο καὶ ἄλλο σημεῖον 指出线所引向的目标顶点(在紧接的释文中亦用与格 πρὸς ἄλλῳ τινὶ σημείῳ 作互换表述)。此处断言唯一性,即由Η和Κ引出的线不可能在半圆上的另一个点相交而构成相同比率。
