- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:162.18-164.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《气象学》中转向讨论彩虹的大小和形状(证明其绝不可能是完整的圆或大于半圆),亚历山大对此处几何图示的前提设定(视线、太阳、地平线及圆锥状反射模型)进行了详细疏解。
" Ὅτι δ’ οὔτε κύκλον οἷόν τε γίνεσθαι τῆς ἴριδος." Εἰπὼν τί τέ ἐστιν ἡ ἶρις καὶ πῶς γίνεται, καὶ περὶ τῶν ἐμφαινομένων αὐτῇ χρωμάτων ἀποδοὺς τὰς αἰτίας τῆς τε ποσότητος αὐτῶν καὶ τῆς τάξεως, μέτεισιν ἐπὶ τὸν περὶ τοῦ μεγέθους αὐτῆς καὶ τοῦ σχήματος λόγον, καὶ φησὶ μήτε κύκλον ποτὲ ὁλόκληρον οἷόν τε εἶναι γενέσθαι τῆς ἴριδος μήτε τμῆμα μεῖζον ἡμικυκλίου. ἅμα δὲ ταῦτά τε καὶ τὰ ἄλλα τὰ συμβαίνοντα αὐτῇ δῆλα δή φησιν ἔσεσθαι ἐκ τοῦ διαγράμματος, ὃ παρατίθεται. ἔστι δὲ τὰ ἄλλα τὸ καὶ ἡμικύκλιόν ποτε γίνεσθαι τὴν ἶριν καὶ ἐλάττονα ἡμικυκλίου, καὶ πότε ἑκάτερον τούτων. πρῶτον δὲ διὰ τί ἐπὶ κυκλικῆς περιφερείας φαίνεται λέγει. ἡμισφαιρίου γὰρ ὄντος ἐπὶ τοῦ ὁρίζοντος κύκλου τοῦ ἐφ’ ᾧ τὸ Α.1 πρῶτον ἐκτίθεται τὸ πρόβλημα καὶ τὰ γινόμενα λέγει, εἶτα αὐτῶν τὰς δείξεις παρατίθεται. φησὶ δὴ διὰ τῆς προτάσεως ὅτι ἂν ἐπὶ τοῦ ὁρίζοντος κύκλου ἡμισφαίριον ᾖ τὸ ἐφ’ οὗ τὸ Α (δεῖ δὲ τὸ ἡμισφαίριον οὕτως ἐπὶ τοῦ ὁρίζοντος κύκλου λαμβάνειν, ὡς ἐπικείμενον αὐτῷ καὶ ἔχον αὐτὸν πέρας), κέντρον δὲ αὐτοῦ, τοῦ τε ὁρίζοντος καὶ τοῦ ἡμισφαιρίου, ᾖ τὸ Κ (τὸ γὰρ αὐτὸ κέντρον ἀμφοτέρων), ἄλλου δέ τινος σημείου ἀνατέλλοντος καὶ ὄντος ἐπὶ τοῦ ὁρίζοντος τοῦ Η (λαμβάνει δὲ κέντρον μὲν τὴν ὄψιν, ἐπεί ἐστιν ἐπὶ τῆς γῆς, ἥτις πᾶσα κέντρου δοκεῖ λόγον ἔχειν πρὸς τὸν οὐρανόν, τὸ δὲ ἀνατέλλον σημεῖον τὸν ἥλιον, πρὸς ὃν ἡ ἀνάκλασις τῆς ὄψεως), τούτων δὴ ὄντων, ἐάν, φησίν, αἱ ἀπὸ τοῦ Κ, τουτέστι τῆς ὄψεως, γραμμαὶ κατὰ κῶνον ἐκπίπτουσαι, τουτέστιν οὕτως ἐκπίπτουσαι, ὡς κῶνον ποιεῖν, ὅπερ ἔστι μὴ ἐν τῷ αὐτῷ ἐπιπέδῳ, ἀλλ’ εἰ ἐν ἄλλῳ καὶ ἄλλῳ, ὡς γίνεσθαι ὑπ’ αὐτῶν κῶνον κορυφὴν ἔχοντα τὸ Η, ἄξονα δὲ τοῦ γινομένου κώνου τὸ ΗΚ. κατὰ κῶνον δὲ εἶπεν, ἵνα τὴν ἑτέραν γωνίαν, καθ’ ἣν ἡ βάσις τοῦ κώνου, ὀξεῖαν ποιῶσιν· οὕτως γὰρ γίνεται κῶνος ὑπὸ τῶν ἀπὸ τοῦ Κ ἐκβαλλομένων. ἀνακλᾶσθαι δὲ εἶπεν αὐτὰς ἐν τῷ ἡμισφαιρίῳ ἐπὶ τὴν μείζω γωνίαν,2 δεικνὺς ὅτι δεῖ μὲν αὐτὰς ἀπὸ τοῦ Κ οὕτως ἐκβάλλεσθαι μὴ πρὸς ὀρθὰς γωνίας, ἀλλ’ ὥστε κῶνον ποιεῖν, καὶ ἐπὶ τὰ Μ τὰ ἐν κύκλῳ λαμβανόμενα ἐπιζεύγνυσθαι, ὡς ποιεῖν ἀμβλεῖαν γωνίαν τὴν ὑπὸ τῶν ΗΚΜ περιεχομένην, γίνεσθαι δὲ δεῖ τὴν ἀνάκλασιν ἐπὶ τὴν ἀμβλεῖαν γωνίαν· οὕτως γὰρ ἔσται ἡ ὄψις, ἥτις ἐστὶ τὸ Κ, μεταξὺ τοῦ τε νέφους, ἀφ’ οὗ ἡ ἀνάκλασις ἐπὶ τὸν ἥλιον, ἐφ’ οὗ εἴληπται τὸ Μ σημεῖον, καὶ τοῦ ἡλίου, ὅπερ ἐστὶ τὸ Η. τοιαύτης γὰρ τῆς θέσεως οὔσης τοῦ νέφους πρός τε τὸν ἥλιον καὶ τὴν ὄψιν, ἶρις γίνεται, ὡς εἶπεν ἐν τοῖς πρώτοις. αὗται δή, φησίν, αἱ ἐκβαλλόμεναι μὲν ἐπὶ τὰ Μ, ἀνακλώμεναι δὲ ἀπ’ αὐτῶν ἐπὶ τὸ Η καὶ ἔχουσαι καθ’ ὃ ἀνακλῶνται τὴν μείζονα γωνίαν τὴν γινομένην ὑπὸ τῶν ἀπὸ τοῦ Κ κατὰ κῶνον ἐκπιπτουσῶν εὐθειῶν, πρὸς κύκλου περιφέρειαν προσπεσοῦνται, ὡς τὰ Μ, καθ’ ἃ ἐν κύκλῳ αἱ ἐκπίπτουσαι ἀπὸ τοῦ Κ κατὰ κῶνον ἀνακλῶνται ἐπὶ τὸ Η, εἶναι ἐπὶ κυκλικῆς περιφερείας, ἥτις βάσις ἔσται τοῦ κώνου τοῦ γινομένου ὑπὸ τῶν ἀπὸ τοῦ Κ ἐκπιπτουσῶν εὐθειῶν. καὶ ἐὰν μὲν ἐπὶ ἀνατολῆς ὄντος τοῦ ἄστρου ἢ δύσεως ἡ ἐπ’ αὐτὸ ἀνάκλασις ἀπὸ τοῦ Μ γένηται (ἄστρον νῦν λέγων τὸ Η, ὃ πρότερον σημεῖον εἶπεν) ἂν δὴ ὄντος τοῦ ἄστρου, τουτέστι τοῦ ἡλίου ἢ καὶ τῆς σελήνης (εἶπε γὰρ γίνεσθαι καὶ ἀπ’ αὐτῆς ἶριν), ἐπὶ τῆς ἀνατολῆς ἢ ἐπὶ τῆς δύσεως, τουτέστιν ἐπὶ τοῦ ὁρίζοντος, ἡ ἐπ’ αὐτὸ ἀνάκλασις γίνηται ὑπὲρ γῆς, ἡμικύκλιόν φησιν ὑπὸ τοῦ ὁρίζοντος ἀποληφθήσεσθαι τοῦ κύκλου τοῦ ἐν τῷ νέφει, καθ’ ὃ ἡ ἶρις φαίνεται. ἐὰν δὲ μὴ ἐπὶ τοῦ ὁρίζοντος μηδὲ ἐπὶ τῆς ἀνατολῆς ἢ δύσεως τὸ ἄστρον ᾖ, ἐφ’ ὃ ἡ ἀνάκλασις, ἀλλὰ ἐπάνω, ἔλαττον ἡμικυκλίου φησὶν ἔσεσθαι τὸ ὑπὲρ γῆς ὑπὸ τοῦ ὁρίζοντος ἀπὸ τοῦ κύκλου ἀποτεμνόμενον, καὶ κατὰ ἀναλογίαν τῆς ἀπὸ τοῦ ὁρίζοντος ἀποστάσεως ἀεὶ ἔλαττον, ἐλάχιστον δὲ τμῆμα κύκλου ἔσεσθαι τὸ ὑπὸ τοῦ ὁρίζοντος [τὸ] ἀποτεμνόμενον, ὅταν ᾖ τὸ ἄστρον, ἐφ’ ὃ ἡ ἀνάκλασις, ἐπὶ τοῦ μεσημβρινοῦ κύκλου. ταῦτα διὰ τῆς προτάσεως προειπὼν ἑξῆς μέτεισιν ἐπὶ τὸ δεικνύναι τὰ προειρημένα.
“彩虹既不可能形成圆”在说明了彩虹是什么以及如何形成,并解释了显现于其中的诸颜色的数量及其顺序的原因之后,[亚里士多德]进而转入关于彩虹的大小和形状的讨论,并指出彩虹决不可能形成完整的圆,也不可能形成大于半圆的弓形。 同时他说,这些事态以及附属于彩虹的其他现象,从他所给出的几何图形中也将显明。 其他现象是指,彩虹有时成为半圆,有时又小于半圆,以及这两种情形各自何时发生。 首先他说明了为何[彩虹]显现于圆形的圆周上: “因为当在地平圈上有一个标有Α的半球时……” 他首先陈述论题并说明所发生的现象,随后给出它们的证明。 他在前提假设中说道,如果在代表地平圈的圆上有一个标有Α的半球(应当把地平圈上的半球理解为叠加其上并以之为边界),且地平圈与该半球的共同中心为Κ(因为二者具有相同的中心),又有另一个点Η正在升起且位于地平圈上(他把视线当作中心,因为视线位于地面上,而整个大地相对于诸天似乎具有中心的作用;升起的点他则取为太阳,视线的反射正朝向太阳),当这些条件成立时,他说,如果自Κ(即自视线)以圆锥方式射出的各线——也就是以形成圆锥的方式射出,这意味着并非在同一个平面内,而是在相继不同的平面内射出,从而由它们形成以Η为顶点、以ΗΚ为生成圆锥之轴的圆锥。 他说“以圆锥方式”,是为了使圆锥底面所在的另一个角形成锐角;因为由Κ引出的线正是这样形成圆锥的。 他说这些线在半球中向着较大角反射,这表明这些线从Κ引出时必须不作直角,而是形成圆锥,并且连结到圆周上所取的各点Μ,从而使由ΗΚΜ所包含的角成为钝角,且反射必须向着钝角发生;因为这样一来,作为视线的Κ便处于云(反射由之向太阳发生,点Μ即取于其上)与太阳(即Η)之间。 因为正如他在开篇部分所说,当云相对于太阳和视线具有如此位置时,彩虹便会生成。 他说,这些引向Μ、并由Μ向Η反射、且在反射处包含着由Κ以圆锥方式射出的各直线所构成之较大角的线,将会落在某个圆的圆周上,以致Κ以圆锥方式射出的线在其中沿圆周向Η反射的各点Μ位于圆形的圆周上,而该圆周将成为由Κ射出的直线所构成之圆锥的底面。 如果当该天体处于升起或落下时,由Μ向该天体发生反射(他现在把先前称为点的Η称为天体)——如果当天体(即太阳,或者月亮,因为他也说过彩虹也可以由月亮产生)处于升起或落下时,即处于地平圈上时,朝向它的反射发生在地面之上,他说,云中显现彩虹的那个圆的半圆将被地平圈截取。 但如果反射所朝向的天体既不在地平圈上,也不处于升起或落下,而是处于更高处,他说,在地面之上被地平圈从该圆中切出的部分将小于半圆,且按其离开地平圈的距离成比例地愈益变小;而当反射所朝向的天体位于子午圈上时,被地平圈切出的圆的弓形将为最小。 在通过前提陈述预先讲了这些之后,接下来他便进而证明上述诸点。
- 3.20ἡμισφαιρίου γὰρ ὄντος ἐπὶ τοῦ ὁρίζοντος κύκλου τοῦ ἐφ’ ᾧ τὸ Α
引用亚里士多德正文开篇的假定句。在句法上表现为独立属格,但由于亚历山大随即插入说明(“他首先陈述论题……”)而未接续主句谓语动词,构成绝句(破格语势)。此处用作几何命题之“设定”(protasis/ekthesis)的引文。
- 3.20ἐπὶ τὴν μείζω γωνίαν
介词 ἐπί 接宾格的短语,表示反射发生所朝向的方位或形成的几何角(相对于锐角的钝角)。亚历山大在下文中随即将其句法功能训解为朝向“由ΗΚΜ所夹的钝角”之反射。
