- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:161.1-162.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大通过天然颜料与调配颜料的对比,说明了画家为何尤其难以模仿彩虹的三种原色,并依据调色方法以及注视强光后闭眼所见的后像演变过程,论证了从深红、绿到紫(由白逐渐趋向于黑)的色彩排列顺序。
Ὅτι δὲ τὰ τρία τὰ προειρημένα τῆς ἴριδος χρώματα οἱ γραφεῖς μάλιστα μιμεῖσθαί τε καὶ σκευάζειν οὐ δύνανται, καὶ ὅτι τὸ φοινικοῦν χρῶμα ἐγγυτέρω ἐστὶ τῷ λευκῷ τοῦ τε πρασίνου καὶ τοῦ ἁλουργοῦ, καὶ ἐκ τούτων γνώριμον. αὐτοφυὲς μὲν γὰρ φοινικοῦν χρῶμα τό τε κιννάβαρι καὶ τὸ δρακόντιον, ὃ τοῦ αἵματος τοῦ ζῴου·1 ἐκ μίξεως δὲ φοινικοῦν χρῶμα ἔκ τε τοῦ κουφολίθου καὶ ἐκ πορφυροῦ μιγνυμένων, ὃ πολὺ ἀπολείπεται τῶν αὐτοφυῶν. πράσινον δὲ καὶ ἁλουργὸν αὐτοφυῆ μὲν ἥ τε χρυσοκόλλα καὶ τὸ ὄστρειον, αἷμα ὂν καὶ τοῦτο πορφύρας τῆς θαλασσίας, σκευαστὰ δὲ πράσινον μὲν ἐκ κυανοῦ τε καὶ ὠχροῦ, ἁλουργὸν δὲ ἔκ τε κυανοῦ καὶ φοινικοῦ· ἀντιλάμψαντος γοῦν κυανῷ ὠχροῦ μὲν τὸ πράσινον ἀποτελεῖται, φοινικοῦ δὲ τὸ ἁλουργόν.2 καὶ ἐν τούτοις δὲ πάμπολυ τὰ σκευαστὰ τῶν αὐτοφυῶν ἀπολείπεται. καὶ ὅτι μὲν οἱ γραφεῖς μάλιστα ταῦτα οὐ δύνανται μιμεῖσθαι τὰ χρώματα, γνώριμον ἐκ τούτων· ὅτι δὲ τὸ φοινικοῦν ἐγγυτέρω τῷ λευκῷ τοῦ πρασίνου τε καὶ ἁλουργοῦ, ἐκ τῆς σκευασίας αὐτῶν δῆλον. τὸ μὲν γὰρ φοινικοῦν ἐκ κουφολίθου σκευάζεται, ὅ ἐστι λευκόν, τὸ δὲ πράσινον ἐξ ὠχροῦ, ὅ ἐστιν ἀσθενὲς λευκόν· ἀμαυρούμενον γὰρ τὸ φῶς εἰς τοῦτο πρῶτον μεταβάλλει τὸ χρῶμα· ὥστε μᾶλλον ἐγγὺς τῷ λευκῷ τὸ φοινικοῦν τοῦ πρασίνου. διὸ εἰκότως, ἔνθα πλεῖον ἐμφαίνεται τὸ φῶς τὸ ἀπὸ τοῦ ἡλίου τῷ νέφει μέλανι ὄντι, ἐκεῖνο φοινικοῦν φαίνεται, πράσινον δὲ ἐν ᾧ ἧττον. πάλιν δ’ αὖ τὸ πράσινον τοῦ ἁλουργοῦ ἐγγυτέρω τοῦ λευκοῦ, εἴ γε τῷ μὲν ἐξ ὠχροῦ ἡ γένεσις, τῷ δὲ ἁλουργῷ ἐκ φοινικοῦ (κοινὸν γὰρ ἡ κυανὸς αὐτοῖς), μᾶλλον δὲ λευκὸν τὸ ὠχρὸν ἢ τὸ φοινικοῦν. δηλοῖ δέ, ὡς εἶπον, τοῦτο ἀμβλυνόμενον τὸ φῶς καὶ εἰς οὐδὲν πρὸ τοῦ ὠχροῦ μεταβάλλον· ὥστε εἰκότως πάλιν ἐπὶ τῆς ἴριδος δευτέραν τάξιν ἔχει τὸ πράσινον χρῶμα. τελευταῖον δὲ τὸ ἁλουργὸν ὡς ἤδη γειτνιῶν τῷ μέλανι, ὅ ἐστιν ἀπόφασις τοῦ λευκοῦ, τοῦ μάλιστα ὁρατοῦ, καὶ στέρησις. μαρτυρήσαι δ’ ἂν τοῖς προειρημένοις καὶ τόδε· ὅταν γὰρ πρὸς τὸν ἥλιον ἢ ἄλλο τι λαμπρὸν βλέψαντες μύσωμεν, παραφυλάσσουσιν ἡμῖν φαίνεται κατ’ εὐθυωρίαν, καθ’ ἣν συμβαίνει τὴν ὄψιν ὁρᾶν, πρῶτον μὲν λαμπρὸν τὴν χρόαν, εἶτα μεταβάλλον εἰς φοινικοῦν, εἶτα πράσινον, εἶτα πορφυροῦν, μεθ’ ἣν εἰς τὴν μέλαιναν χρόαν μεταπεσὸν ἀφανίζεται. τῆς γὰρ κινήσεως τῆς ἀπὸ τοῦ λευκοῦ μεινάσης ἐν τῇ ὄψει κατ’ ὀλίγον ἀφανιζομένης ἀεὶ εἰς τὸ ἐγγυτέρω ἡ ἔκλυσις γίνεται· ὥστε εἰς τὸ φοινικοῦν πρῶτον ἢ εἰς τὸ πράσινον·3 ἐγγυτέρω γὰρ τοῦτο τοῦ λευκοῦ· ὁμοίως καὶ ἐπὶ τοῦ πρασίνου καὶ ἁλουργοῦ.
画家们尤不能模仿和调制彩虹的上述三种颜色,以及深红色比绿色和紫色都更接近白色,从以下事实也可以得知。 因为天然的深红色有朱砂和龙血竭(这来自该动物的血液);而通过混合得到的深红色则产生于浮石与紫色颜料的混和,这远逊于天然颜色。 天然的绿色和紫色则是石绿和贝紫(这也是海中紫贝的血液);调配而成的颜色中,绿色由群青与赭石制成,紫色则由群青与深红制成;无论如何,当赭石映照群青时便生成绿色,而深红映照群青时便生成紫色。 在这些颜色中,人工调配的也远逊于天然的。 画家们尤不能模仿这些颜色,从这些事实中便可得知;而深红色比绿色和紫色更接近白色,从它们的调配方式中也是明显的。 因为深红是用作为白色的浮石调配的,而绿色则是用作为微弱白色的赭石调配的;因为光在变暗时,首先转变成这种颜色;因此深红比绿色更接近白色。 所以在黑暗的云层中,来自太阳的光显现得较多的地方,理所当然显现为深红色,而在较少的地方则显现为绿色。 此外,绿色又比紫色更接近白色,如果绿色的生成确实来自赭石,而紫色的生成来自深红(因为群青对它们是共同的),而赭石比深红更偏向白色。 正如我所说的,这一点通过光被削弱且在变成赭石之前不变成任何其他颜色而表明;因此,在彩虹中,绿色理所当然再次占据第二位。 而紫色排在最后,因为它已经邻近黑色,而黑色是作为最可见之物的白色的否定和缺失。 以下现象也能为上述论点作证: 因为当我们注视太阳或其他明亮物体而后闭上双眼时,对仔细观察的我们而言,沿着视线恰好观看的直线方向,显现出来的首先在色调上是明亮的,然后转变为深红,接着转为绿色,接着转为深紫,在此之后转入黑色色调而消失。 因为源自白色的运动留在视觉中并逐渐消失,其衰退总是向着更接近的颜色发生;因此首先衰退为深红而非绿色;因为深红更接近白色;对于绿色和紫色也是同样的情形。
- 3.19ὃ τοῦ αἵματος τοῦ ζῴου
关系从句中省略了系动词 ἐστίν。属格 τοῦ αἵματος 表示来源或构成成分,理解为“来自该动物(龙)之血液的”。
- 3.19ἀντιλάμψαντος γοῦν κυανῷ ὠχροῦ μὲν τὸ πράσινον ἀποτελεῖται, φοινικοῦ δὲ τὸ ἁλουργόν
前半句为以 ὠχροῦ 为逻辑主语的属格绝对结构(ἀντιλάμψαντος ... ὠχροῦ),与格 κυανῷ 作复合动词 ἀντιλάμπω(映照、对着闪耀)的补足语。后半句 φοινικοῦ δέ 中省略了分词 ἀντιλάμψαντος,需补充理解为“当深红[映照群青]时”。
- 3.19ὥστε εἰς τὸ φοινικοῦν πρῶτον ἢ εἰς τὸ πράσινον
连词 ἤ 紧随副词 πρῶτον,表示比较或优先选择(“首先退变为深红而非退变为绿色”),承接前句的谓语部分(ἡ ἔκλυσις γίνεται)。若将 ἤ 仅仅理解为析取连词“或者(or)”,则与上下文证明从深红到绿色的确定推移顺序相悖。
