- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:159.25-160.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了副虹中颜色顺序相反的原因,指出在外侧彩虹中内圈离观测者最近从而产生最强的反射;随后对两道彩虹之间的区域为何不显色这一疑难给出了几何学解答,并阐明了为何不会产生第三道彩虹。
ἡ δ’ αὐτὴ αἰτία καὶ τῆς ἀνάπαλιν τάξεως τῶν χρωμάτων· ἀφ’ ἧς μὲν γὰρ ἰσχυροτέρα περιφερείας ἡ ὄψις προσπίπτει τῷ ἡλίῳ, ταύτης φοινικοῦν τὸ χρῶμα φαίνεται,1 ὥσπερ καὶ ἐπὶ τῆς πρώτης, ἀφ’ ἧς δὲ δευτέρως καὶ ἔλαττον, πράσινον, ἀφ’ ἧς δὲ τρίτως καὶ ἔτι ἧττον, ἁλουργές. ἀλλὰ μὴν ἐπὶ τῆς ἴριδος τῆς δευτέρας πλείστη καὶ ἰσχυροτάτη ἀνάκλασις ἀπὸ τῆς ἐντὸς γίνεται περιφερείας· αὕτη γὰρ ἐγγυτέρω τῆς ὄψεως, καὶ οὐ μακρὰν αὐτὴν πάνυ ἀποταθεῖσαν ἀνακλασθῆναι δεῖ. πᾶσαι μὲν γὰρ αἱ ἀπὸ τούτου τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἀνακλάσεις ἀσθενέστεραι τῶν ἀπὸ τοῦ πρώτου τῷ διὰ μακροῦ γίνεσθαι· εἰ δὲ τοῦτο τῆς ἀσθενείας αἴτιον, δῆλον ὅτι ὅσαι αὐτῶν ἀπὸ τοῦ ἐγγυτέρου μέρους τῇ ὄψει τοῦ νέφους γίνονται, αὗται τῶν ἄλλων εἶεν ἂν ἰσχυρότεραι. ἀλλὰ μὴν ἐγγυτέρω τῆς ὄψεως ἡ ἐντὸς περιφέρεια τῆς δευτέρας ἴριδος· ἀπὸ ταύτης ἄρα ἰσχυρότεραι καὶ πλείους αἱ ἀνακλάσεις, τῷ διὰ τὸ μὴ πάνυ ἀπέχειν πολὺ διάστημα τὰς ὄψεις ἐν τῇ ἀνακλάσει σώζεσθαι.2 πᾶσαι γὰρ αἱ ἀπὸ τῶν μειζόνων περιφερειῶν πλείους γίνονται τότε, ὅταν διὰ τὸ μὴ μακρὰν ἀφεστάναι πᾶσαι ἀπ’ αὐτῶν αἱ ὄψεις σωζόμεναι ἀνακλᾶσθαι δύνωνται. ἡ μὲν οὖν ἐνδοτέρω περιφέρεια τῆς δευτέρας ἴριδος διὰ τοῦτο φοινικοῦν μὲν ἔχει τὸ χρῶμα καὶ ὅμοιον τῆς πρώτης ἴριδος τῇ ἐξωτέρᾳ περιφερείᾳ, ἀμαυρότερον δὲ διὰ τὴν διὰ πλείονος ἀνάκλασιν· καὶ γειτνιᾷ πως ἀλλήλοις τὰ ἐν ἀμφοτέραις ταῖς ἴρισι φοινικᾶ χρώματα. ἡ δὲ δευτέρα περιφέρεια, πλέον ἀφεστῶσα τῆς ὄψεως, ἀσθενεστέραν τὴν ἀνάκλασιν τὴν ἀπ’ αὐτῆς ποιουμένη πρὸς τὸν ἥλιον τὸ πράσινον χρῶμα λαμβάνει. ἔτι δὲ μᾶλλον ἡ ἐξωτάτω διὰ τὸ πλεῖον ἔτι τῆς δευτέρας ἀφεστάναι ἀσθενεῖς τὰς ἀνακλάσεις ἔχουσα τὸ ἁλουργὲς ἐπιφαίνει χρῶμα. ἐγγυτέρω γὰρ τῆς ὄψεως οὖσα ἀνακλᾶται ἀπὸ τῆς ἐγγυτάτω περιφερείας τῆς πρώτης ἴριδος· τουτέστιν ἐγγυτέρω γὰρ τῆς ὄψεως οὖσα τὰς ἀνακλάσεις ποιεῖται· γίνονται γὰρ αἱ ἀπὸ ταύτης ἀνακλάσεις ἀπὸ τῆς ἐγγὺς οὔσης περιφερείας τῇ πρώτῃ περιφερείᾳ τῆς πρώτης ἴριδος. ἐγγυτάτω γὰρ τῇ ὄψει τῆς ἔξωθεν ἴριδος ἡ ἐλαχίστη περιφέρεια· διὸ αὕτη μέν, ὡς εἶπον, φοινικοῦν ἔχει τὸ χρῶμα, αἱ δ’ ἄλλαι κατὰ λόγον, ὡς προείρηται. ἐπιζητήσαι τις ἄν, εἰ ἡ ἐλάττων περιφέρεια τῆς ἐξωτέρας ἴριδος φοινικοῦν ἔχει τὸ χρῶμα, οὖσα πλησίον τῆς μείζονος περιφερείας τῆς πρώτης ἴριδος, ἣ καὶ αὐτὴ τοιοῦτον ἔχει τὸ χρῶμα τῷ πλείους ὄψεις ἀπὸ τούτων ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον, τί δήποτε οὐχὶ καὶ τὸ μεταξὺ τῶν περιφερειῶν τῶν εἰρημένων πᾶν φοινικοῦν ἔχει τὸ χρῶμα· ἐγγυτέρω γὰρ τοῦτο τὸ μέρος τοῦ νέφους τῇ μείζονι περιφερείᾳ τῆς πρώτης ἴριδος τῇ φοινικῇ τῆς ἐλάττονος περιφερείας τῆς δευτέρας ἴριδος.3 ἢ οὔτε ἀπὸ παντὸς μορίου ἡ ὄψις ἀνακλᾶται καθ’ οὓς οὕτως τὰ τοιαῦτα ὁρᾶται, οὔτε ἐπὶ τὴν ὄψιν ἀνακλᾶται τὸ φῶς ἀπὸ παντὸς μορίου καθ’ οὓς οὕτω τὸ ὁρᾶν, ἀλλ’ ὡρισμένοι οἱ τόποι τῶν ἀνακλάσεων καὶ δεδομένην χρὴ τὴν ἀπόστασιν εἶναι τοῦ τὸ φῶς ποιοῦντος σώματος ἀπὸ τῶν δεχομένων αὐτὸ κατόπτρων· ἀπὸ τούτων οὖν γίνεται, ἃ ταύτην τὴν θέσιν ἔχει. ὑπογράφει δὲ καὶ τὸ διάγραμμα, καὶ ἔστι γνώριμον. τρίτην δὲ οὐκέτι φησὶν ἶριν γίνεσθαι, διὰ τὸ καὶ τὴν δευτέραν ἀμαυροτέραν γίνεσθαι διὰ τὴν διὰ μακροῦ ἀνάκλασιν· ἔτι γὰρ ἂν διὰ μακροτέρου γένοιντο αἱ μετὰ τὴν δευτέραν.
而颜色顺序相反的原因也是相同的:因为视线从哪个圆周更强地投射到太阳上,那个圆周的颜色就显现为深红色,正如在第一道[彩虹]的情形中一样;而从哪个圆周第二等且更弱地投射,就显现为绿色;从哪个圆周第三等且更进一步微弱地投射,就显现为紫色。然而,在第二道彩虹的情形中,最多且最强的反射产生自内侧圆周;因为这[一圆周]离视线更近,它〔视线〕不需要延伸得极远才被反射。因为从这片云向太阳的所有反射,都因经过长距离产生而比来自第一片云的反射更弱;如果这是微弱的原因,显然其中凡是从云层离视线更近的部分产生的反射,都会比其他反射更强。然而第二道彩虹的内侧圆周离视线更近;因此来自这一圆周的反射更强且更多,这是因为视线由于没有相距极大的距离而在反射中得以保全。因为来自较大圆周的所有反射,正是当由于相距不远而使来自它们的所有视线能够在被保全的同时得以反射时,才变得更多。因此,第二道彩虹更靠内的圆周由于这一缘故具有深红色,并且类似于第一道彩虹的外侧圆周,但由于经过更大距离的反射而显得更暗淡;而两道彩虹中的深红色在某种程度上彼此相邻。而第二道圆周离视线更远,使自身向太阳的反射更弱,便接受了绿色。此外,最外侧的圆周由于比第二道圆周离得更远,拥有微弱的反射,因而显出紫色。因为在离视线更近的情况下,它从离第一道彩虹最近的圆周反射;也就是说,由于离视线更近,它形成了这些反射;因为来自这一圆周的反射产生自靠近第一道彩虹之第一圆周的那个圆周。因为外侧彩虹的最小圆周离视线最近;因此正如我所说的,这一圆周具有深红色,而其他圆周则按比例排列,如前所述。有人可能会提出疑问:如果外侧彩虹的较小圆周具有深红色,因为它靠近第一道彩虹的较大圆周(而后者本身也因为更多视线从这些圆周反射向太阳而具有这种颜色),那么为什么上述各圆周之间的全部空间不都具有深红色呢?因为对于第一道彩虹的深红色的较大圆周而言,云的这部分比第二道彩虹的较小圆周更近。或者应当说,按照那些认为此类事物是如此被看见的人的观点,视线并不是从每一个部分被反射的;而按照那些认为视觉是这样产生的人的观点,光也不是从每一个部分向视线反射的,而是反射的诸位置已被限定,并且产生光的物体与接收它的反射镜之间的距离必须是给定的;因此反射产生自那些具有这种位置的事物。他也勾勒了图解,那是显而易见的。并且他说第三道彩虹不再产生,这是因为连第二道彩虹也由于经过长距离的反射而变得更暗淡;因为在第二道之后的反射所经过的距离将会更长。
- 3.18ἀφ’ ἧς μὲν γὰρ ἰσχυροτέρα περιφερείας ἡ ὄψις προσπίπτει τῷ ἡλίῳ, ταύτης φοινικοῦν τὸ χρῶμα φαίνεται
介词短语 ἀφ’ ἧς ... περιφερείας 引导关系从句,并与后文的指示代词属格 ταύτης [περιφερείας] 形成呼应结构(correlative construction)。比较级形容词 ἰσχυροτέρα 为阴性主格单数,对主语 ἡ ὄψις 作表语性修饰(“视线更为强劲地投射到太阳上”)。
- 3.18τῷ διὰ τὸ μὴ πάνυ ἀπέχειν πολὺ διάστημα τὰς ὄψεις ἐν τῇ ἀνακλάσει σώζεσθαι
由中性与格定冠词 τῷ 引导的原因与格动名词结构(τῷ ... σώζεσθαι,“因视线得以保全”),其内部嵌套了一个表示原因的介词短语(διὰ τὸ μὴ πάνυ ἀπέχειν πολὺ διάστημα,“由于相距并不是极大的距离”)。τὰς ὄψεις 是不定式 σώζεσθαι 的逻辑主语(宾格)。
- 3.18ἐγγυτέρω γὰρ τοῦτο τὸ μέρος τοῦ νέφους τῇ μείζονι περιφερείᾳ τῆς πρώτης ἴριδος τῇ φοινικῇ τῆς ἐλάττονος περιφερείας τῆς δευτέρας ἴριδος
比较级词 ἐγγυτέρω 支配着表示关联基准的与格 τῇ μείζονι περιφερείᾳ(“对于第一道彩虹的较大圆周而言”),并结合了表示比较对象的比较属格 τῆς ἐλάττονος περιφερείας(“比第二道彩虹的较小圆周[更近]”)。整句构成了多重比较结构,即云的这一部分比第二道彩虹之内圈更接近第一道彩虹之外圈。
