- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:15.23-16.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德在《气象论》340b29中关于高空不聚云的讨论,阐释了第一个原因(高空气体为干燥的升气)与第二个原因(气体随天球转动而作圆周回旋运动),并以风的生成高度及高山祭坛灰烬作为经验证据。
" Τοῦ μὲν οὖν ἐν τῷ ἄνω τόπῳ μὴ συνίστασθαι νέφη." Ἦν τοῦτο περὶ τοῦ ἀέρος ἠπορημένον, διὰ τί, εἰ ἐκ παντὸς αὐτοῦ ὁμοίως ὕδωρ γίνεται, πρὸς μὲν τῇ γῇ γίνεται ἡ τῶν νεφῶν πῆξίς τε καὶ σύστασις καὶ ἡ εἰς ὕδωρ μεταβολή, οὐκέτι δὲ καὶ ἀνωτέρω. οὗ αἰτία ἡ ἀποδεδομένη· ὅτι γὰρ τὸ μὲν πρὸς τῇ γῇ τοῦ ἀέρος μέρος ἀτμίς ἐστι καὶ ὕδατος ὕλη, τὸ δὲ πορρωτέρω ἀναθυμίασίς τε καὶ ὕλη πυρός. ἀποδοὺς δὲ πρώτην ταύτην αἰτίαν τοῦ μὴ συνίστασθαι νέφη ἐν τῷ πλέον ἀπέχοντι τῆς γῆς ἀέρι, δευτέραν αἰτίαν ἀποδίδωσι καὶ ταύτην· οὐδὲν γάρ, φησί, κωλύει καὶ διὰ τὸ τὸν ὑπὲρ τὴν γῆν ἀέρα κύκλῳ περιφέρεσθαί τε καὶ περιάγεσθαι μὴ συνίστασθαι ἐν αὐτῷ νέφη. ἀνάγκη γὰρ πάντα τὸν ἀέρα, ὅσος μὴ ἔστιν ἐντὸς τῶν τῆς γῆς ἐξοχῶν, ὃς ἀπαρτίζει καὶ ἀναπληροῖ τὰς τῆς γῆς ἀνωμαλίας, ὡς εἶναι σὺν τούτῳ αὐτὴν σφαιροειδῆ, ῥεῖν ἀεὶ καὶ συμπεριφέρεσθαι τῷ κύκλῳ κινουμένῳ σώματι. νοεῖν δὲ δεῖ τὴν ἐπιφάνειαν τῆς γῆς ταύτην κατὰ τὰ ἄκρα τῶν ὑψηλοτάτων ὀρῶν, ὑφ’ ἣν ὁ ἀὴρ ὢν οὐκέτι κύκλῳ συμπεριάγεται, τῶν ἐξοχῶν τῶν κατὰ τὰ ὄρη ἐμποδιζόντων τὴν μετάστασιν αὐτοῦ.1 φαίνεται γὰρ καὶ νῦν ἡ τῶν ἀνέμων γένεσις. τοῦ δὲ διὰ τὴν ῥύσιν τε καὶ κίνησιν μὴ συνίστασθαι ἐν τῷ ὑπὲρ τὴν γῆν τόπῳ νέφη σημεῖον παρέθετο τὸ μηδὲ τοὺς ἀνέμους συνίστασθαι ὑπὲρ τὴν γῆν, ἀλλ’ ἐν τοῖς κοίλοις αὐτῆς καὶ λιμνάζουσι τόποις· ἐν γὰρ τῷ οὐκ ἐπισυρομένῳ ἀέρι ἀλλ’ ἠρεμοῦντι καὶ ἡ τῶν ἀνέμων σύστασις. εἰ γὰρ ἐν ἐκείνῳ ἐγίνοντο, πάντες ἂν ἐπὶ ταὐτὸν περιήγοντο· νῦν δὲ ἀντιπνέουσιν ἀλλήλοις καὶ ἀπὸ τῶν ἐναντίων ῥέουσιν. εἰ δὲ ἦν καὶ ὁ ἐκτὸς ἠρεμῶν, ἐγίνοντο ἂν ἄνεμοι καὶ ἐν ἐκείνῳ. ὡμολόγηται δὲ ὄρη τινὰ καὶ ὑπερνέφελα καὶ ὑπερήνεμα εἶναι· θυσιῶν οὖν ἐπ’ αὐτῶν γινομένων εὑρίσκεται μετ’ ἐνιαυτὸν ἡ ἀπὸ τοῦ πυρὸς τέφρα ἔτι σωζομένη τε καὶ ἐν τῇ αὐτῇ χώρᾳ μένουσα. ῥεῖν δέ φησι τὸν ὑπὲρ τὴν γῆν ἀέρα κύκλῳ διὰ τὸ συνεφέλκεσθαι τῇ τοῦ ὅλου περιφορᾷ. τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ·2 πῦρ γὰρ λέγει νῦν ὃ μέρος εἶπεν ἀέρος εἶναι καὶ ὠνόμασεν αὐτὸ ἀναθυμίασιν καὶ δυνάμει πῦρ, ἄνω δὲ στοιχεῖον τὸ κυκλοφορικόν· τὸ γὰρ πάντα περιέχον καὶ ἐξωτάτω ὂν καὶ ἄνω ἐστί. συνεχῆ δὲ πάλιν εἶπε τῷ μὲν αἰθέρι, τουτέστι τῷ οὐρανῷ, τὸ πῦρ, τῷ δὲ πυρὶ τὸν ἀέρα, ἀντὶ τῆς ἁφῆς τῇ συνεχείᾳ χρώμενος.3 καίτοι εἰ τῇ προειρημένῃ διαφορᾷ πῦρ καὶ ἀὴρ ἀλλήλων διαφέρουσιν, ἴσως καὶ κυρίως ἂν εἴη ταῦτα τὰ σώματα ἀλλήλοις συνεχῆ, ἀλλ’ οὐχὶ καὶ τῷ αἰθέρι. ἐκεῖ μὲν οὖν, τουτέστιν ὑπὲρ τὴν γῆν, διὰ τὴν κίνησίν φησι μὴ δύνασθαι νέφη συνίστασθαι καὶ ὕδωρ γίνεσθαι. ὅτι δ’ ἂν ἐν αὐτῷ ὑγρότερόν τε καὶ βαρύτερον μόριον ἢ γένηται ἢ ἀνενεχθῇ, τοῦτο κάτω φέρεται ἐκθλιβομένου ἐν τῇ κινήσει τε καὶ περιφορᾷ τοῦ ἀναφέροντος αὐτὸ θερμοῦ εἰς τὸ ἄνω. κάτω δὲ εἰς τὸν περὶ τὴν γῆν ἀέρα εἶπεν, ἔνθα οὐ κωλύεται ἔτι ὑπὸ τῆς κινήσεως ἡ τῶν νεφῶν γίνεσθαι σύστασις.
“因此,关于在上方场所中云不凝聚一事。” 这是关于气所提出的疑难:如果水同样由它的全部产生,为何云的凝固与凝聚以及向水的转化在大地附近发生,而不再在更高处发生?对此给出的原因是:气在大地附近的部分是水汽且为水的质料,而更远的部分则是升气且为火的质料。在给出了大地较远的气中云不凝聚的这第一个原因之后,他也给出了这第二个原因:因为他说,大地之上的气作圆周回旋并被带动旋转,这也丝毫不妨碍云在其中不凝聚。因为凡不在大地的突出部分之内的气——它填平并补足大地的凹凸不平,使得大地与其一同呈球形——都必然恒常流动,并随着作圆周运动的物体一同回旋。而人们应当将大地的这一表面理解为沿着最高山脉的顶端所界定的表面,位于其下的气既然存在于此,便不再一同作圆周带动,因为山脉的突出部分阻碍了它的位移。事实上,风的生成如今也是显而易见的。作为云因流动与运动而在大地之上方的场所中不凝聚的证据,他提出了甚至风也不在大地之上形成,而是在大地的洼地和停滞处形成;因为风的凝聚也是发生在未被拖曳而是处于静止的气中。因为如果风产生于那个[上方]的气中,它们本应全都向同一方向被带动;但事实上,它们相互迎面吹拂,并从相反的方向流来。如果外面的气也是静止的,那么在其中也同样会产生风了。而且人们公认,某些山脉既在云之上也在风之上;因此在它们上面举行祭祀时,一年之后仍会发现来自火的灰烬仍旧保留着,并留存在同一处地方。他说,大地之上的气之所以作圆周流动,是因为被整体[天球]的旋转所一同拖曳。因为火与上方的元素〔是连续的〕;因为他现在将此前所说的气的一部分、并称之为升气且潜能上是火的东西称为“火”,而将作圆周运动的元素称为“上方元素”;因为包容万物且位于最外层者也在上方。此外,他又说火与以太——即天——是连续的,而气与火是连续的,这是用“连续”代替了“接触”。然而,如果火与气因前述的差异而彼此不同,或许这些物体在严格意义上也是彼此连续的,但与以太则不然。因此他说,在那里,即大地之上,由于运动的缘故,云不可能凝聚,水也不可能生成。而在其中无论产生或是升起任何更湿且更重的微粒,这都会由于将其带向高处的热在运动与旋转中被挤出而向下运动。而他说“向下”,是指向围绕大地的气中,在那里云的凝聚不再受运动所阻碍。
- 1.10τῶν ἐξοχῶν τῶν κατὰ τὰ ὄρη ἐμποδιζόντων τὴν μετάστασιν αὐτοῦ
此句为属格绝对结构,其中分词 ἐμποδιζόντων(阳性/通性属格复数)修饰阴性名词 τῶν ἐξοχῶν(源自 ἐξοχή)。尽管语法上通常期待阴性形式 ἐμποδιζουσῶν,但在语义上其逻辑主语显然是“山脉的突出部分”,在句中作状语表示空气位移受阻的原因。
- 1.10τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ
此句为省略句,承接前一句省略了谓语动词(如 συνεφέλκεσθαι“被一同拖曳”或 συμπεριφέρεσθαι“一同回旋”)。结构上应补足理解为“因为火[被]上方元素[所带动/拖曳]”。
- 1.10ἀντὶ τῆς ἁφῆς τῇ συνεχείᾳ χρώμενος
此分词短语表明注疏者对亚里士多德用语的句法与概念判定:χρώμενος 支配与格 τῇ συνεχείᾳ,介词短语 ἀντὶ τῆς ἁφῆς 意为“代替接触”。
