← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§156.5-157.2

彩虹三色的生成与双重彩虹排列的倒转

亚历山大解释了反射强弱的差异如何产生彩虹的三种颜色(外侧深红、中间绿、内侧紫),为何颜色仅限于三种,以及在双重彩虹中颜色的排列为何发生倒转。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17

" Ἡ μὲν οὖν ἰσχυροτέρα." Λέγει λοιπὸν περὶ τῶν ἐν τῇ ἴριδι χρωμάτων προσχρώμενος τοῖς κειμένοις, καὶ φησὶ τὴν μὲν πρώτην καὶ ἀνωτάτω τῆς ἴριδος περιφέρειαν φοινικοῦν χρῶμα ἔχουσαν φαίνεσθαι διὰ ἰσχὺν τῆς ὄψεως· ἰσχυροτέρα γὰρ ἀπὸ ταύτης ἡ τῆς ὄψεως πρὸς τὸν ἥλιον ἀνάκλασις. οὗ καὶ αἰτίαν ἀπέδωκεν ὅτι ἀπὸ μεγίστης περιφερείας γίνεται, ἀπὸ δὲ τῆς μεγίστης πλείστη ἡ ἀνάκλασις· πλείστη οὖν ἀπὸ ταύτης ἡ πρὸς τὸν ἥλιον τῆς ὄψεως ἀνάκλασις, διὸ καὶ ἰσχυροτέρα. ἰσχυροτέρα δὲ οὖσα ἧττον ὁρᾷ τὸ λευκὸν μέλαν·1 διὸ μᾶλλον προσάγουσα τῷ λευκῷ φοινικοῦν ὁρᾷ τὸ λευκὸν διὰ τὸ κάτοπτρον. ἡ δὲ μετὰ τὴν πρώτην περιφέρειαν πράσινον τὸ χρῶμα ἔχει· ἀσθενεστέρα γὰρ τῆς πρώτης, διὸ καὶ μελαντέρα. ἡ δὲ τρίτη ἔτι ἀσθενεστέρα οὖσα τῷ ἀπὸ ἐλάττονος περιφερείας γίνεσθαι ἔτι μελάντερον ἔχουσα φαίνεται τὸ χρῶμα· ἁλουργὸν γάρ, τὸ δὲ ἁλουργὸν μελάντερον τοῦ πρασίνου ὥσπερ τὸ πράσινον τοῦ φοινικοῦ. ἐπὶ δὲ τὸ πλεῖον οὐκέτ’ ἐκβαίνειν φησὶ τὰ τῆς ἴριδος χρώματα τῶν τριῶν, ἀλλ’ ἐν τοῖς τρισὶν ἵστασθαι, ὥσπερ καὶ ἐπ’ ἄλλων πολλῶν ἡ φύσις ποιεῖ· τὰ γὰρ τρία πάντα καὶ τὸ τρὶς πάντῃ· διὰ τοῦτο γάρ, ὡς εἶπεν ἐν τοῖς Περὶ οὐρανοῦ, καὶ ἡ τῶν μεγεθῶν πρόοδος μέχρι τῶν τριῶν διαστάσεων προῆλθεν, ὡς τῶν τριῶν τὴν κατ’ ἀριθμὸν ἐχόντων τελειότητα· πάντα γὰρ ἤδη καὶ πολλὰ τὰ τρία. τῶν δὲ ἄλλων ἀναίσθητος ἡ μεταβολή,2 τουτέστιν ἡ δὲ εἰς τὰ ἄλλα χρώματα μεταβολὴ γινομένη ἐκ τῆς ἀνακλάσεως ἀναίσθητος, τουτέστιν ἄλλου χρώματος αἴσθησις ἐν τῇ μεταβολῇ τῇ διὰ τὴν ἀνάκλασιν οὐ γίνεται. διὰ τοῦτό φησι τὴν ἶριν ἐν τρισὶ χρώμασιν ὁρᾶσθαι ἑκατέραν· ἐρεῖ γὰρ προϊὼν ὅτι διπλῆ ἶρις γίνεται, ὥσπερ οὖν καὶ ὁρᾶται πολλάκις, ἡ μὲν ἐνδοτέρω, ἡ δὲ ἐξωτέρω καὶ περιέχουσα τὴν ἑτέραν καὶ οὖσα μείζονος κύκλου τμῆμα. ἑκατέραν οὖν φησιν ἐν τρισὶ χρώμασιν οὖσαν ὁρᾶσθαι, ἐναντίως μέντοι ἔχειν αὐτὰς τὴν τῶν χρωμάτων θέσιν. ἐχούσης γὰρ τῆς πρώτης,3 ἥτις ἐστὶν ἡ ἐνδοτέρω, τὴν μὲν πρώτην περιφέρειαν φοινικῆν, τὴν δὲ δευτέραν πράσινον, τὴν δὲ τρίτην ἁλουργήν, ἡ δευτέρα καὶ ἐξωτέρα τὴν μὲν ἐξωτέραν ἔχει ἁλουργήν, πράσινον δὲ τὴν δευτέραν, τὴν δὲ ἐνδοτέρω φοινικῆν, ὡς τὰ φοινικᾶ χρώματα αὐτῶν πλησίον ἀλλήλοις κεῖσθαι.

“因此较强的[视线]”接下来,他利用所确立的前提论述彩虹中的诸颜色,并说彩虹的第一道也是最上方的圆周由于视线的强度而显得带有深红色;因为视线从这一[圆周]向太阳的反射更强。他为此给出的原因在于,它是从最大的圆周产生的,而从最大的圆周产生的反射最为充分;因此,视线从这一[圆周]向太阳的反射最为充分,所以也更强。而由于视线更强,它看白色就较不那么暗黑;因此,它更接近白色,由于镜面而将白色看作深红色。而在第一道圆周之后的圆周则带有绿色;因为比起第一道来它较弱,因而也较暗黑。第三道圆周由于从更小的圆周产生而更加微弱,因而显得带有更暗黑的颜色;因为它是紫色,而紫色比绿色更暗黑,正如绿色比深红色更暗黑一样。但他指出,彩虹的颜色不再超过三种,而是停留在三种,正如自然在许多其他事情中所做的那样;因为三便是一切,三次便是在一切方向上;因为正是由于这个缘故,正如他在《论天》中所说,量度的发展也进展到了三个维度,因为在数目上三具有完备性;因为三已经是一切且是多数了。而“向其他者的转变是不可感知的”,也就是说,由反射产生的向其他颜色的转变是不可感知的,也就是说,在由于反射引起的转变中并不产生对另一种颜色的感知。他说,正因如此,两条彩虹中的每一条都在三种颜色中被看见;因为在下文中他将指出,会产生双重彩虹,正如事实上常常看到的那样,一条在更内侧,另一条在更外侧并包围着另一条,且是一个更大圆的弧段。因此他说,两条彩虹中的每一条都被看见存在于三种颜色中,然而它们颜色的排布位置是相反的。因为第一条即更内侧的彩虹,第一道圆周为深红色,第二道为绿色,第三道为紫色,而第二条即更外侧的彩虹,更外侧的圆周为紫色,第二道为绿色,更内侧的圆周为深红色,以致它们各自的深红色彼此紧邻放置。

语法注3 条
  1. 3.17ἧττον ὁρᾷ τὸ λευκὸν μέλαν

    μέλαν 用作直接宾语 τὸ λευκόν 的谓语性宾格(表示结果或状态),意为“看白色显得不那么暗黑”。

  2. 3.17τῶν δὲ ἄλλων ἀναίσθητος ἡ μεταβολή

    引自亚里士多德原文(374b34)。τῶν ἄλλων 是从属于 μεταβολή 的目的或关系属格,注解者紧接着用介词短语将其转述为 ἡ δὲ εἰς τὰ ἄλλα χρώματα μεταβολή,清楚地证实了这一结构。

  3. 3.17ἐχούσης γὰρ τῆς πρώτης

    句首的 ἐχούσης... τῆς πρώτης 构成表示对比的属格独立结构,与主句的主语和动词 ἡ δευτέρα καὶ ἐξωτέρα... ἔχει 相呼应,用以对比内外两条彩虹之间相反的色彩排布次序。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:156.5-157.2