- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:155.1-156.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《气象学》374b7,亚历山大梳理了亚里士多德为解释彩虹各颜色(深红、绿、紫)的生成所提出的三个前提(暗中的明亮、距离引起的视线衰减、暗黑作为视觉的匮乏),并阐明了反射与距离如何使白色趋向暗黑(匮乏)从而显现出色彩。
" Ὅτι δὲ τὸ χρῶμα τοιοῦτον, ἅμα δῆλον ἔσται καὶ περὶ τῶν ἄλλων χρωμάτων τῆς φαντασίας ἐκ τῶνδε." Μέτεισιν ἐπὶ τὸ καὶ περὶ τῶν ἄλλων χρωμάτων τῆς ἴριδος εἰπεῖν. λέγει δέ, διὰ τί τὸ χρῶμα τοιοῦτον τὸ τῆς ἴριδος καὶ διὰ τί ἐν αὐτῇ καὶ τὰ ἄλλα χρώματα τὰ παρὰ τὸ φοινικοῦν ἐμφαίνεται, δεύτερον μὲν τὸ πράσινον, τρίτον δὲ τὸ ἁλουργόν, ἅμα ἔσεσθαι δῆλον ἐκ τῶν ῥηθησομένων. λαμβάνει δὴ πρὸς τὴν δεῖξιν τοῦ προκειμένου ὑποθέσεις ὡς ἐναργεῖς, μίαν μὲν ὅτι τὸ λαμπρὸν ἐν τῷ μέλανι, τουτέστι μιγνύμενον τῷ μέλανι ἢ διὰ τοῦ μέλανος ὁρώμενον, φοινικοῦ φαντασίαν ποιεῖ, ὥσπερ ὁρῶμεν ἐπὶ τοῦ ἡλίου γινόμενον, ὅταν διὰ καπνοῦ φαίνηται, δευτέραν ὅτι ἡ ὄψις ἀποτεινομένη πόρρω ἀσθενεστέρα γίνεται, τοῦτο δέ, ὅτι μὴ ὁμοίως ὁρᾷ τοῖς ἐγγύθεν ὁρωμένοις τὰ πόρρω κείμενα· ἔλαττον γὰρ ὁρᾶται τὰ πόρρωθεν ὁρώμενα, ὀλίγον τῆς ὄψεως διορώσης διὰ τὸ ἐξασθενεῖν· τρίτην ὅτι τὸ μέλαν οἷον ἀπόφασις τοῦ ὁρᾶν ἐστι καὶ στέρησις· διὰ τοῦτο γὰρ ἃ μηκέτι ἡ ὄψις ὁρᾶν διὰ τὸ ἀπόστημα δύναται, μέλανα αὐτῇ φαίνεται. ἡ μὲν οὖν ἀκριβεστέρα περὶ τούτων θεωρία τῆς ὀπτικῆς οἰκεία καὶ τῆς περὶ αἰσθήσεως πραγματείας· νῦν δέ, φησίν, ἐφ’ ὅσον χρήσιμος ὁ περὶ αὐτῶν λόγος πρὸς τὸ προκείμενον, ἐπὶ τοσοῦτον περὶ αὐτῶν λέγομεν. διὰ γὰρ τὸ τὴν ὄψιν τὰ πόρρω μὴ ὁμοίως ὁρᾶν δι’ ἀσθένειαν καὶ διὰ τὸ μέλαν ἀπόφασιν εἶναι καὶ στέρησιν τοῦ ὁρατοῦ τά τε πόρρωθεν ὁρώμενα μελάντερα φαίνεται καὶ ἐλάττω καὶ λειότερα ἢ ἔστι τῷ τὰς ἐξοχὰς αὐτῶν τὰς ποιούσας τὰς τραχύτητας μὴ ὁρᾶσθαι.1 ἀλλὰ καὶ τὰ ἐν τοῖς ἐνόπτροις ὁρώμενα μελάντερα φαίνεται ἢ ἔστι· καὶ τὰ νέφη δὲ ἐμφαινόμενα τῷ ὕδατι μελάντερα φαίνεται ἢ εἰ εἰς αὐτά τις ἀποβλέπει. καὶ τοῦτο πάνυ φησὶν ἐπιδήλως καὶ φανερῶς γίνεσθαι· ἡ γὰρ ἀνάκλασις αἰτία τοῦ τοιαῦτα αὐτὰ ὁρᾶσθαι διὰ τοῦ ὕδατος ὁρώμενα. οὐ γὰρ ἀκριβῶς ὁρᾶται· ὁρᾶται γὰρ ὡς τὰ ἀφεστῶτα πολύ. οὐδὲν γὰρ διαφέρει ἢ τὸ ὁρώμενον πολὺ τῆς ὄψεως ἀποστήσαντας ὁρᾶν ἢ τὴν ὄψιν αὐτὴν διὰ πολλοῦ διαστήματος ὁρῶσαν ποιῆσαι·2 τὰ γὰρ δι’ ἀνακλάσεως ὁρώμενα διὰ πλείονος διαστήματος ἡ ὄψις ὁρᾷ ἢ εἰ ἐπ’ εὐθείας ἔβλεπεν αὐτά. δεῖ δέ, φησί, πρὸς τοῖς προειρημένοις μηδὲ τοῦτο λανθάνειν, ὅτι ὅταν ᾖ τοῦ ἡλίου πλησίον νέφος, εἰς μὲν αὐτὸ ὁρῶσιν οὐδὲν φαίνεται τὸ νέφος κεχρωματισμένον ἄλλῳ τινὶ χρώματι, ἀλλὰ λευκὸν ὁρᾶται, ἐν δὲ τῷ ὕδατι καὶ δι’ ὕδατος τὸ αὐτὸ τοῦτο ὁρῶντι φαίνεται χρῶμά τι ἔχον τῆς ἴριδος. δῆλον γὰρ ἐκ τούτου γίνεται ὅτι ἡ ὄψις, ὥσπερ τὸ μέλαν δι’ ἀνακλάσεως ὁρῶσα μελάντερον ὁρᾷ, οὕτω καὶ τὸ λευκὸν ἧττον λευκόν. κεχρωματισμένον οὖν τὸ νέφος λευκὸν ὂν ὁρᾷ διὰ τὴν ἀπόστασιν τὴν πλείω, ἥτις γίνεται διὰ τὴν ἀνάκλασιν προσάγουσα αὐτὸ τῷ μέλανι καὶ τῇ ἀποφάσει τε καὶ στερήσει.
“而颜色是这样的,同时关于其他颜色的显现,从以下诸点也将变得清楚。” 他进而论及彩虹的其他颜色。他说,彩虹的颜色为何是这样的,以及为何在其中除了深红色之外还会显现出其他颜色——第二是绿色,第三是紫色——从将要阐述的内容中将同时变得清楚。于是,他为证明手头的主题设定了若干作为自明的前提:其一,在暗黑中的明亮之物——也就是说与暗黑混合或透过暗黑所见之物——产生深红色的显现,正如我们看到太阳透过烟雾显现时所发生的那样;其二,视线延伸得越远就变得越微弱,而这是因为〔视线〕不像对从近处所见之物那样同样地看见处于远处之物;因为从远处所见之物看得较不充分,这是由于视线因虚弱而辨析甚微;其三,暗黑可以说是视见的否定与匮乏;因为视线由于距离而不再能够看见的事物,正是因此原因而在视线看来是暗黑的。关于这些问题的更精确考察固然属于光学和关于感觉的论著;但他(亚里士多德)说,目前关于它们的论述在多大程度上对手头的主题有用,我们就在多大程度上论及它们。因为由于视线因微弱而不能同样地看见远处之物,且由于暗黑是可见之物的否定与匮乏,从远处所见之物由于产生粗糙感的突起未被看见,因而显得比实际情况更暗黑、更微小且更平滑。而且在镜中所见之物也显得比实际情况更暗黑;映在水中的云也比直接注视它们时显得更暗黑。他说,这是极其明显且昭著地发生的;因为反射正是它们透过水被看见时显得如此的原因。因为它们并非被精确地看见;因为它们被看见如同远离之物一样。因为把所见之物移到距离视线很远处来看,与使视线本身透过巨大间距来看,并无任何差别;因为视线透过反射看见事物所经由的距离,比沿直线注视它们时的距离更大。他说,除上述诸点外也不应忽视这一点:当太阳附近有云时,对于直接注视它的人来说,云显得丝毫没有染上任何其他颜色,而是显得洁白,但对于在水中且透过水注视同一朵云的人来说,它显得带有彩虹的某种颜色。因为由此显而易见的是,视线正如透过反射看见暗黑之物时看它更暗黑一样,看白色之物也显得不那么白。因此,正是由于经由反射产生并将其带向暗黑以及否定与匮乏的更大距离,视线才将原本洁白的云看作是带有色彩的。
- 3.16τῷ τὰς ἐξοχὰς αὐτῶν τὰς ποιούσας τὰς τραχύτητας μὴ ὁρᾶσθαι
带冠词不定式的与格(τῷ ... μὴ ὁρᾶσθαι)在此表原因(“由于产生粗糙感的突起未被看见”),用于解释前文比较级 λειότερα ἢ ἔστι(“比实际情况更平滑”)的缘由。
- 3.16οὐδὲν γὰρ διαφέρει ἢ τὸ ὁρώμενον πολὺ τῆς ὄψεως ἀποστήσαντας ὁρᾶν ἢ τὴν ὄψιν αὐτὴν διὰ πολλοῦ διαστήματος ὁρῶσαν ποιῆσαι
在 οὐδὲν διαφέρει(“并无任何差别”)之后,相关连词 ἢ ... ἢ(“无论是……还是……”)引导两个并列的不定式短语(ὁρᾶν 与 ποιῆσαι)。前一个不定式 ὁρᾶν 的逻辑主语通过泛指意义的宾格分词 ἀποστήσαντας(“移开之后”)在宾格中得以补充表达。
