← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§157.3-158.13

彩虹三色的排列次序与黄色的成因

这是对亚里士多德《气象学》375a1的注释,解释了彩虹三种颜色(深红、绿、紫)排布次序的原因,并说明在颜色之间显现的黄色并非源于反射,而是颜色并置对比产生的视觉现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18#1

" Ἡ μὲν οὖν πρώτη τὴν ἔξω φοινικίαν ἔχει." Λέγει πάλιν περὶ τῆς τάξεως τῶν τῆς πρώτης ἴριδος χρωμάτων, ἥτις ἐστὶν ἡ ἐνδοτέρω. καὶ τάς γε αἰτίας τῆς τοιαύτης τάξεως προστίθησιν. ὥστ’ εἰ τὰ περὶ τῶν χρωμάτων τῆς φαντασίας εἴρηται καλῶς. ὑπομιμνήσκει ἡμᾶς τῶν εἰρημένων πρὸ ὀλίγου περὶ τῆς τῶν χρωμάτων φαντασίας, ἃ ὡς ἐναργῆ ὑπέθετο. ἦν δὲ πρῶτον μὲν ὅτι τὸ λαμπρόν (λαμπρὸν τὸ λευκὸν λέγων) ἐν τῷ μέλανι ἢ διὰ τοῦ μέλανος χρῶμα ποιεῖ φοινικοῦν, δεύτερον δὲ ὅτι ἡ ὄψις ἀποτεινομένη ἀσθενεστέρα γίνεται καὶ ἐλάττων δηλονότι τὴν δύναμιν, τρίτον ὅτι τὸ μέλαν οἷον ἀπόφασίς ἐστι· τῷ γὰρ ἐκλείπειν τὴν ὄψιν φαίνεται μέλαν. εἰ δὴ ἐκεῖνα, φησίν, εἴρηται καλῶς, ἀνάγκη τρίχροον εἶναι αὐτὴν καὶ τούτοις τοῖς χρώμασι κεχρῶσθαι μόνοις, τὴν ἀρχὴν μὲν φοινικοῦ γινομένου χρώματος, διὰ τὸ τὸ διὰ μέλανος ὁρώμενον λευκὸν διὰ τὴν μῖξιν τοῦ μέλανος φοινικοῦν φαίνεσθαι (μέλαν δὲ ἤδη τὸ νέφος ἐφ’ οὗ ἡ ἶρις· ἤδη γὰρ εἰς ὕδωρ μεταβάλλον), τοῦ δευτέρου δὲ πρασίνου1 διὰ τὸ τὴν ἀσθενεστέραν ὄψιν μελάντερα ὁρᾶν τὰ λευκὰ τῆς μὴ τοιαύτης· μελάντερον δὲ τὸ πράσινον τοῦ φοινικοῦ, ἀσθενεστέρα δὲ ἡ ἀπὸ τῆς δευτέρας περιφερείας ἀνάκλασις τῆς ὄψεως πρὸς τὸν ἥλιον τῆς ἀπὸ τῆς πρώτης, ὅτι ἀπ’ ἐλάττονος γίνεται περιφερείας, διὸ καὶ ἐλάττους αἱ ἀνακλάσεις τῆς ὄψεως καὶ κατὰ τοῦτο ἀσθενέστεραι. διὰ ταῦτα καὶ ἡ τρίτη ἁλουργής· μελάντερον γὰρ τὸ ἁλουργὲς τοῦ πρασίνου, καὶ ἡ ἀνάκλασις ἡ ἀπὸ τῆς τρίτης περιφερείας ἐλάττων τῆς ἀπὸ τῆς δευτέρας. οὐκέτι δὲ αἰσθητοῦ χρώματος ἡ ἔτι ἀσθενεστέρα· ἀπὸ ἐλάττονος γὰρ πάλιν αὐτῆς περιφερείας· διὸ μόνοις τρισὶ χρώμασιν ἡ ἶρις χρωματίζεται. ἐπεὶ δὲ καὶ ξανθόν τι ὑποφαίνεται ἐν τῇ ἴριδι χρῶμα μεταξὺ τοῦ τε φοινικοῦ καὶ τοῦ πρασίνου, λέγει καὶ τῆς τούτου φαντασίας τὴν αἰτίαν. οὐ γὰρ κατὰ ἀνάκλασιν τῆς ὄψεως πρὸς τὸν ἥλιον τὸ τοιοῦτον φαίνεται χρῶμα ἐν αὐτῇ (οὐκέτι γὰρ ἂν ἦν ἡ ἶρις τρίχρως γινομένη οὐδὲ μόνα ἔχουσα τὰ προειρημένα τρία χρώματα), ἀλλὰ διὰ τὴν παρ’ ἄλληλα φαντασίαν τοῦ τε φοινικοῦ καὶ τοῦ πρασίνου ἀπογεννᾶται ἡ τοῦ ξανθοῦ φαντασία χρώματος· τὸ γὰρ φοινικοῦν χρῶμα παρὰ τὸ πράσινον ὁρώμενον λευκὸν φαίνεται. τοῦ δὲ τὴν παράθεσιν τῶν προειρημένων χρωμάτων αἰτίαν εἶναι τῆς τοιαύτης φαντασίας σημεῖον παρατίθεται τὸ ὅταν ᾖ τὸ νέφος μέλαν σφόδρα, τότε μάλιστα ἄκρατον ἶριν γίνεσθαι,2 τουτέστι μὴ παρεμφαίνουσαν ἄλλο τι χρῶμα, ἀλλ’ ἐπὶ τῶν τριῶν μένουσαν· συμβαίνειν δὲ τότε τὴν ἐξωτάτω περιφέρειαν τὴν φοινικῆν διὰ τὴν τοῦ νέφους μελανίαν ξανθὴν φαίνεσθαι. διὰ γὰρ τὴν μελανίαν τοῦ κύκλῳ νέφους ἡ φοινικῆ αὐτοῦ περιφέρεια λευκὴ φαίνεται· παρὰ γὰρ τὸ μέλαν τὸ φοινικοῦν λευκὸν φαίνεται. ἀλλὰ μὴν [καὶ] τὸ πράσινον χρῶμα μιγνύμενον τῷ λευκῷ φαντασίαν ποιεῖ ξανθοῦ χρώματος· διὸ καὶ ἐν τῷ μέλανι νέφει κατὰ τὸ παρ’ ἄλληλα κεῖσθαι τοῦ μὲν φοινικοῦ χρώματος λευκοῦ φαινομένου, τοῦ δὲ λευκοῦ μετὰ τοῦ πρασίνου ξανθοῦ γινομένου, ἡ ἐξωτάτω περιφέρεια τῆς ἴριδος ἐν τῷ σφόδρα μέλανι νέφει ξανθὴ φαίνεται. ἔστι δὲ τὸ ξανθὸν ἐγγυτέρω τῷ μέλανι τοῦ φοινικοῦ χρώματος καὶ μεταξὺ τοῦ τε πρασίνου καὶ τοῦ φοινικοῦ.

“因此第一条在外面带有深红色。” 他再次论及第一条即更内侧的彩虹的诸颜色次序,并且补充了这种次序的原因:“因此,如果关于诸颜色之显现的事情说得妥当的话。”他提醒我们注意不久前关于诸颜色之显现所说的事情,这些是他作为自明之理而设定的。第一点是,明亮之物(他说“明亮”是指白色)在黑色中或穿过黑色会产生深红色;第二点是,视线在延伸时变得更弱,其能力显然衰退;第三点是,黑色是一种缺失(因为随着视线的衰亡而显现为黑色)。他说,如果那些论断说得妥当,那么彩虹必然是三色的,且仅由这三种颜色着色:最初产生的是深红色,这是因为透过黑色所看见的白色由于与黑色的混合而显得呈深红色(而彩虹所在的云已经变黑,因为它已经正在转变为水);第二种是绿色,这是因为较弱的视线比起不弱的视线把白色看作更暗黑;而绿色比深红色更暗黑,从第二道圆周向太阳的视线反射比从第一道圆周的反射更弱,因为它产生自更小的圆周,因而视线的反射更少,在此方面也更弱。由于这些原因,第三道圆周也是紫色的;因为紫色比绿色更暗黑,而从第三道圆周的反射小于从第二道圆周的反射。而更微弱的反射则不再带来可感知的颜色;因为这再次是产生自比它更小的圆周;因此,彩虹仅由三种颜色所着色。 既然在深红色与绿色之间彩虹中还隐约显现出某种黄色,他也说明了这种显现的原因。因为这样的颜色并不是根据视线向太阳的反射而在彩虹中显现的(因为如果是这样,彩虹就将不再是三色的,也不会仅具有上述的三种颜色),而是由于深红色与绿色的并置显现才产生了黄色的显现;因为深红色在绿色旁边被看见时显得呈白色。作为上述颜色的并置是这种显现之原因的证据,他举出:当云极其黑暗时,那时最会产生纯粹的彩虹,即不显露任何其他颜色,而是停留在三种颜色上;并且那时最外侧的深红圆周由于云的黑暗而显得呈黄色。因为由于周围云层的黑暗,其深红圆周显得呈白色;因为在黑色旁边,深红色显得呈白色。不仅如此,绿色与白色混合便造成黄色的显现;因此在黑云中,依据它们的并置,深红色显得呈白色,而白色与绿色在一起变为黄色,彩虹在极黑的云中最外侧的圆周便显得呈黄色。而黄色比起深红色更接近黑色,并且位于绿色与深红色之间。

语法注2 条
  1. 3.18τὴν ἀρχὴν μὲν φοινικοῦ γινομένου χρώματος ... τοῦ δευτέρου δὲ πρασίνου

    紧跟主句 ἀνάγκη τρίχροον εἶναι αὐτήν... 之后的独立属格结构,并列地补充说明三种颜色各自产生的方式。在 τοῦ δευτέρου δὲ πρασίνου 中,分词 γινομένου 被承前省略,需结合并列句式补充理解。

  2. 3.18σημεῖον παρατίθεται τὸ ὅταν ᾖ τὸ νέφος μέλαν σφόδρα, τότε μάλιστα ἄκρατον ἶριν γίνεσθαι

    中性单数定冠词 τό 所引导的整个部分(包含 ὅταν 状语从句及随后的不定式从句 τότε ... γίνεσθαι ... συμβαίνειν δέ)作为同位语,说明动词 παρατίθεται 的直接宾语 σημεῖον。定冠词将包含条件/时间从句的不定式结构整体名词化为“……这一事实”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:157.3-158.13