- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:153.24-154.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了在湿润的冬日空气中灯火周围显现出的呈紫色的似虹现象,并注疏了由船桨扬起的海水飞沫或在光影交界处洒水时所产生的彩虹的原因与颜色特征。
ἡ γὰρ ἅλως ἡ διὰ τὴν τοιαύτην σύστασιν καὶ τὰ τοιαῦτα κάτοπτρα κεχρωσμένη τοῖς τῆς ἴριδος χρώμασιν ἶρις ἂν ἦν, καὶ ἦν ἄν, φησίν, ὅλη ἡ ἶρις ὁρωμένη περὶ τὸν ἥλιον, ὥσπερ ἡ περὶ τοὺς λύχνους ὁρωμένη· περὶ γὰρ τοὺς λύχνους τοῦ χειμῶνος πολλάκις ἶρις φαίνεται, τὰ πλεῖστα νοτίου τοῦ καταστήματος ὄντος καὶ ὑγροῦ. γίνεσθαι δέ φησι τὴν ἶριν τὴν περὶ τοὺς λύχνους ἀνακλωμένης τῆς ὄψεως ἀπό τε τοῦ ἀέρος τοῦ περὶ αὐτοὺς ὄντος ὑγροῦ καὶ ἀπὸ τῆς λιγνύος τῆς ἀπὸ τῆς φλογὸς ἀπορρεούσης καὶ μιγνυμένης τῷ προειρημένῳ ἀέρι ὑγρῷ, οὔσης μελαίνης· τότε γὰρ γίνεται ἔνοπτρον ὁ περὶ τῷ λύχνῳ ἀήρ, καὶ διὰ τὴν μελανίαν κεχρωσμένον· ἡ γὰρ λιγνὺς καπνῷ ἔοικε· καὶ ὁρᾶται τότε διὰ τοῦ κατόπτρου τούτου τὸ τοῦ λύχνου φῶς οὔτε λαμπρὸν ἀλλ’ οὐδὲ φοινικοῦν, ὥσπερ τὰ τῆς ἴριδος, ἀλλὰ πορφυροῦν· διὸ ἰριῶδες εἶπεν αὐτό, ἀλλ’ οὐκ ἶριν. αἴτιον δὲ τοῦ μὴ ὅμοιον εἶναι τὸ χρῶμα τὸ περὶ τοὺς λύχνους τῇ ἴριδι τὸ τήν τε ὄψιν δι’ ὀλίγου ἀνακλᾶσθαι καὶ τὸ ἔνοπτρον εἶναι μελάντερον ἢ τὸ τῆς ἴριδος· διὸ καὶ τὸ ὁρώμενον χρῶμα ἔγγιον τῷ μέλανι· ἔτι δὲ μᾶλλον τοιοῦτον φαίνεται τοῖς ὑγροὺς τοὺς ὀφθαλμοὺς ἔχουσι, διὰ τὸ τὴν τούτων ὄψιν ταχὺ καὶ ἀπὸ τοῦ τυχόντος ἀνακλᾶσθαι, ὡς λέγει, εἴ τε μὴ γίνεται τῆς ὄψεως ἀνάκλασις, ἀλλὰ διὰ τὸ1 ἀσθενεστέρᾳ οὔσῃ τῇ τούτων ὄψει ἀμαυρότερα καὶ ἀσθενέστερα προσπίπτειν τὰ ὁρώμενα· τὸ δ’ ἀσθενὲς εἰς τὸ μελάντερον μεταβάλλει· τοῦτο γὰρ ἐναντίον τῷ λευκῷ τε καὶ λαμπρῷ, ὃ μάλιστά ἐστιν ὁρατόν. διὰ τοῦτο τοῖς οὕτως ἔχουσι βαθύτερον τὸ πορφυροῦν φαίνεται. τὴν δὲ περὶ τὸ ἀπὸ τῶν κωπῶν ἀπὸ τῆς θαλάσσης ἀναφερόμενον ὕδωρ συνισταμένην ἶριν τῇ μὲν θέσει τὸν αὐτόν φησι γίνεσθαι τρόπον τῇ ἐν τῷ οὐρανῷ (ὡς γὰρ ἐκείνη, καὶ αὕτη ἐξ ἐναντίας ὄντος τοῦ ἡλίου γίνεται, οὐχ οὕτω δὲ ἡ περὶ τοὺς λύχνους· οὐ γὰρ ἐξ ἐναντίας ὄντος τοῦ ἀπὸ τοῦ λύχνου φωτὸς γίνεται· περὶ αὐτὸν γάρ), τὸ μέντοι χρῶμα ὁμοιοτέρα τῇ περὶ τοὺς λύχνους·2 πορφυρᾶν γὰρ ἀλλ’ οὐ φοινικίαν τὴν χρόαν φαίνεται ἔχουσα. γίνεσθαι δέ φησιν ἐπὶ τῆς ἴριδος ταύτης τὴν ἀνάκλασιν ἀπὸ τῶν μικροτάτων μὲν πυκνῶν δὲ ῥανίδων καὶ πλησίον ἀλλήλαις κειμένων (διὰ τοῦτο γὰρ εἶπε συνεχῶν δέ), αἵτινες ὕδωρ εἰσὶν ἤδη ἀποκεκριμένον, ἀλλ’ οὐχ ὥσπερ ἐπὶ τῆς ἐν τῷ οὐρανῷ ἀπὸ μέλλοντος ὕδατος. διὸ μελάντεραι καὶ αὗται ἐκείνων, ἅτε ἀπὸ μελαντέρου γινόμεναι κατόπτρου. διὰ μὲν οὖν τὴν μικρότητα τῶν ῥανίδων καὶ ἐπὶ ταύτης τῆς ἴριδος τὸ χρῶμα μόνον ἐμφαίνεται τοῦ ἡλίου χωρὶς τοῦ σχήματος· διὰ δὲ τὴν πυκνότητα καὶ τὸ πλησίον αὐτὰς ἀλλήλων εἶναι ὡς ἀπὸ ἑνὸς ἐνόπτρου δοκεῖ ἡ ἀνάκλασις γίνεσθαι. λέγει δὲ ὁμοίως ἶριν γινομένην καὶ ὅμοιον τὸ χρῶμα ἔχουσαν φαίνεσθαι, καὶ ὅταν ἐν τοιούτῳ τις χωρίῳ ῥαίνῃ, ὃ ἔστι μὲν ἄντικρυς τοῦ ἡλίου, ἔστι δὲ αὐτοῦ τὸ μέν τι καταλαμπόμενον ὑπὸ τοῦ ἡλίου, τὸ δὲ ἐπισκιαζόμενον. ὅταν γάρ τις ἐν τῷ τοιούτῳ χωρίῳ εἴσω ῥαίνῃ τῷ καταλαμπομένῳ ὑπὸ τοῦ ἡλίου,3 τῷ ἑστῶτι ἐν τῷ μέρει τοῦ χωρίου τῷ σκιὰν ἔχοντι ἶρις φαίνεται. εἰπὼν δὲ ὅτι ὁ τρόπος καὶ ἡ χρόα ὅμοια καὶ τὸ αἴτιον τὸ αὐτὸ τῇ ἀπὸ τῶν κωπῶν, ἐπήνεγκε τῇ γὰρ χειρὶ κώπῃ χρῆται ὁ ῥαίνων, δεικνὺς τὴν κατὰ πάντα αὐτῶν ὁμοιότητα.
因为因这种凝结并通过此类镜子而染上彩虹诸颜色的晕本会是彩虹,而且他说,就像在灯火周围所看到的那样,一个完整的彩虹本会被看到围绕着太阳;因为在冬天,灯火周围常常显现出彩虹,多半是在气候偏南且湿润的时候。他说,灯火周围的彩虹之所以产生,是因为视线既从灯火周围的湿润空气反射,也从火焰中流出并与上述湿润空气混合的煤烟反射,而煤烟是暗黑的;因为那时灯火周围的空气便成为镜子,且由于其暗黑而带有色彩;因为煤烟类似于烟;那时通过这面镜子所看到的灯火之光既不明亮,也不像彩虹的颜色那样呈深红色,而是呈紫色;因此他称之为“似虹之物”,而未称之为“彩虹”。灯火周围的颜色与彩虹不相似的原因,在于视线在短距离内被反射,且镜子比彩虹的镜子更暗黑;因此所看到的颜色也更接近暗黑;而对于眼睛湿润的人来说,它显得更加如此,正如他所说,这是因为这些人的视线反射得很快且会从遇到的任何物体上反射,或者如果视线的反射并未发生,则是由于这些人的视线较弱,所见之物更加暗淡且微弱地投射过来;而微弱之物便会向较暗黑之物转变;因为这与作为最可见之物的白色且明亮之物相对立。因此,处于这种状态的人会觉得紫色更加深沉。至于在由桨从海中扬起的水周围凝结的彩虹,他说在位置上它的产生方式与天空中的彩虹相同(因为正如天上的彩虹一样,这道彩虹也是在太阳位于对面时产生的,但灯火周围的彩虹却非如此;因为后者并非在灯火之光位于对面时产生,而是围绕着它本身产生),但在颜色上它更类似于灯火周围的彩虹;因为显现出来的它带有的不是深红色而是紫色。他说,在这道彩虹的情形中,反射是从极小却稠密且彼此贴近的滴液产生的(因此他说了“连续的”),这些滴液已经是分离的水,而非如天空中的彩虹那样从将要变成水之物〔产生反射〕。因此这些也比天上的那些更暗黑,因为它们产生于更暗黑的镜子。所以,由于滴液的微小,在这道彩虹中也仅仅显现出太阳的颜色而不见其形状;但由于滴液的稠密且彼此贴近,反射看起来就像是从一面单一的镜子发生的一样。他还说,当有人在这样一个面对太阳、但其一部分被太阳照亮而一部分处于阴影之中的场所洒水时,也会同样产生彩虹并显现出相似的颜色。因为当有人在这样的场所向着被太阳照亮的部分向内洒水时,对于站在该场所带有阴影的部分的人来说,就会显现出彩虹。在说明了其方式与色泽相似且原因与来自桨的〔彩虹〕相同之后,他补充道:“因为洒水者是将手当作桨来使用的”,以此表明它们在各方面的相似性。
- 3.15εἴ τε μὴ γίνεται τῆς ὄψεως ἀνάκλασις, ἀλλὰ διὰ τὸ
在由 διὰ τό 引导的原因结构内部插入了条件从句 εἴ τε μὴ γίνεται...,随后由 ἀλλὰ διὰ τό... 引出替代性的原因解释。这一结构表明,不论是否采纳视线投射与反射的观点,都可以通过视觉能力的衰弱来解释该现象。
- 3.15τὸ μέντοι χρῶμα ὁμοιοτέρα τῇ περὶ τοὺς λύχνους
短语 τὸ χρῶμα 作限定宾格(关系宾格),而阴性主格形容词 ὁμοιοτέρα(表语)在性数上与前句的主语即彩虹(ἡ ἶρις)保持一致。全句的基本句法框架为:“但在颜色上[它]更类似于灯火周围的那种”。
- 3.15τῷ καταλαμπομένῳ ὑπὸ τοῦ ἡλίου
该与格定指分词短语与介词性副词 εἴσω 一同修饰动词 ῥαίνῃ,表示洒水动作所朝向或进入的区域(“向着被太阳照亮的部分向内洒水”)。
