- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:152.17-153.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象学》373b35,基于产生反射的镜子介质(水与空气)的明暗与距离差异,以及太阳热量引起的凝聚与转变速率和延迟的差异,解释了彩虹色彩丰富而晕则不然的原因。
" Ἀλλ’ ἡ μὲν τῇ τῶν χρωμάτων ποικιλίᾳ διαφέρει." Εἰπὼν ἀμφοτέρας ἀνακλάσεις εἶναι, καὶ τὴν ἶριν καὶ τὴν ἅλω, τὴν μὲν ἶριν ἐξ ἐναντίας ὄντος τοῦ ἐμφαινομένου τῷ κατόπτρῳ, τὴν δὲ ἅλω κατὰ τοῦτό τε καὶ περὶ αὐτό, λέγει διαφορὰν αὐτῶν εἶναι κατὰ τὰ χρώματα· τὴν γὰρ δὴ ἶριν τῇ τῶν χρωμάτων ποικιλίᾳ διαφέρειν· καὶ τὴν αἰτίαν τῆς κατὰ τὰ χρώματα αὐτῶν διαφορᾶς προστίθησιν. ἡ μὲν γὰρ ἶρις ἀπὸ ὕδατος ἤδη, ὅ ἐστι μέλαν, γίνεται, καὶ πόρρωθεν· ἐξ ἐναντίας γὰρ κειμένου τοῦ ἐμφαινομένου· ἡ δὲ ἅλως ἀπὸ ἀέρος τε γίνεται, ὅς ἐστι λευκότερος τὴν φύσιν τοῦ ὕδατος, καὶ ἐγγύθεν· ὑπὸ γὰρ τὸ ἐμφαινόμενόν ἐστιν ὁ τοιοῦτος ἀήρ, ἀφ’ οὗ ἡ ἅλως, ἀλλ’ οὐκ ἐξ ἐναντίας αὐτοῦ. διὸ ἡ μὲν ἅλως φαίνεται καὶ κύκλος ὁλόκληρος πολλάκις, ἡ δὲ ἶρις οὐδέποτε. ἐφεξῆς δὲ καὶ τῶν χρωμάτων τῶν ἐν τῇ ἴριδι φαινομένων τὰς αἰτίας παρατίθεται. τὸ γὰρ λαμπρὸν διὰ τοῦ μέλανος φοινικοῦν φαίνεται. καὶ τοῦτο ὅτι τοῦτον ἔχει τὸν τρόπον, πιστοῦται ἀπό τε τῶν ξύλων τῶν χλωρῶν, ὧν ἡ φλὸξ ἐρυθρὰ τὴν χροιὰν γίνεται καὶ πλησιάζουσα τῷ φοινικῷ χρώματι, διὰ τὸ τὸ πῦρ, λαμπρόν τε καὶ λευκὸν ὄν,1 πολλῷ τότε τῷ καπνῷ μεμῖχθαι,2 ὄντι μέλανι· ἀλλὰ καὶ ἀπὸ τοῦ διά τε ἀχλύος καὶ καπνοῦ φαίνεσθαι τὸν ἥλιον οὐ λευκόν, ἀλλὰ φοινικοῦν. διὰ τοῦτο οὖν, φησί, καὶ ἐπὶ τῆς ἴριδος, ἥτις ἀπό τινος λαμπροῦ ἐξ ἐναντίας κειμένου ἀνάκλασίς ἐστιν, ἡ μὲν πρώτη περιφέρεια φαίνεται φοινικοῦν ἔχουσα χρῶμα τῷ μίγνυσθαι τῷ τοῦ ἐμφαινομένου λαμπρῷ τὸ τοῦ κατόπτρου χρῶμα, μέλαν ὄν· ἀπὸ γὰρ ῥανίδων λεπτῶν γίνεται, αἵ εἰσι μέλαιναι. ἡ δὲ τῆς ἅλω σύστασις οὐκ ἐπὶ τοιούτου κατόπτρου γίνεται. περὶ δὲ τῶν ἄλλων χρωμάτων τῆς ἴριδος ὕστερον ἐρεῖν φησι. τοῦ δὲ μὴ εἶναι τὴν ἅλω μετὰ τοιούτων χρωμάτων μηδὲ ἀπὸ κατόπτρων τοιούτων αἰτίαν λέγει καὶ ταύτην, ὅτι ἡ μὲν ἅλως περὶ αὐτὸν τὸν ἥλιον καὶ ἐγγὺς αὐτοῦ ὄντος τοῦ κατόπτρου γίνεται· οὐχ οἷόν τε δὲ ἐγγὺς τοῦ ἡλίου καὶ ὑπὸ τὸν ἥλιον γίνεσθαι3 διατριβὴν καὶ χρόνον τινὰ τῆς τοιαύτης συστάσεως, ὡς τὴν εἰς τὰς ψεκάδας μεταβολὴν τοῦ νέφους χρόνιον γίνεσθαι, ἀλλ’ ἢ ταχέως εἰς ὕδωρ μεταβολὴ γίνεται, εἰ ἡ σύστασις παχυτέρα, ἢ διαλύεταί τε καὶ λεπτύνεται καὶ διακρίνεται. ἐξ ἐναντίας δὲ ὄντος τοῦ ἡλίου καὶ πόρρω τῆς τοῦ νέφους συστάσεως ἐν τῷ μεταξὺ τῆς τοῦ ὕδατος γενέσεως γίνεται τις διατριβὴ καὶ χρόνος, ὡς εἶναί τινα ἐν τῷ νέφει ἤδη μὲν εἰς ὕδωρ μεταβεβληκότα, οὐ μὴν ἤδη ψεκάδας ὄντα, ἐφ’ ὧν κατόπτρων ἡ ἶρις ὁρᾶται· ἐπεὶ εἰ ἐγίνετό τις καὶ ἐπὶ τῆς ἅλω τοιαύτη κατὰ τὴν μεταβολὴν διατριβή, ἦν ἂν καὶ ἡ ἅλως ὥσπερ ἡ ἶρις κεχρωματισμένη. ὅλα μὲν οὖν διὰ τὴν προειρημένην αἰτίαν οὐ γίνεται περὶ τὸν ἥλιον συνιστάμενα φοινικῆν χρόαν ἔχοντα, οὐδὲ κύκλῳ· διὸ ἡ ἅλως οὐ τοιαύτη· μικρὰ δὲ καὶ κατὰ μόρια ἀλλ’ οὐ κύκλῳ γίνεται κεχρωματισμένα, ἃ καλοῦνται ῥάβδοι, περὶ ὧν ὕστερον ἐρεῖ, ὅταν καὶ περὶ παρηλίων λέγῃ· ἐπεὶ εἰ συνίστατο τοιαύτη ἀχλὺς καὶ ὑπὸ τὸν ἥλιον ὕδατος ἤ τινος ἄλλου μέλανος, οἷα συνίσταται καὶ ἐξ ἐναντίας αὐτοῦ, ἐφαίνετ’ ἂν ἶρις ὅλη καὶ ὁλόκληρος, τουτέστιν ὅλος κύκλος.
“然而一者在颜色的多样性上有所不同。” 在说明了二者皆为反射——既包括彩虹也包括晕——彩虹是在显现于镜中的事物位于对面时产生,而晕则是朝向它并在它周围产生之后,他说它们的差异在于颜色;因为彩虹确实在颜色的多样性上有所不同;并且他补充了它们在颜色上产生差异的原因。因为彩虹产生于已经变成水之物,而水是暗黑的,并且产生于远处——因为显现之物位于对面;而晕则产生于空气,空气在本性上比水更白,并且产生于近处;因为产生晕的此类空气位于显现之物的近旁[正下方],而非位于其对面。因此,晕常常甚至显现为一个完整的圆,而彩虹则绝非如此。随后他也陈述了彩虹中显现的诸颜色的原因。因为明亮之物透过暗黑之物看时显现为深红色。而这一点确实如此,他也通过生木证实了这一点:生木的火焰在色泽上变为红色且接近深红色,这是因为火焰虽是明亮且白色的,但当时却与大量暗黑的烟相混合;而且也通过太阳透过薄雾和烟显现出来的不是白色而是深红色这一事实得到了证实。因此他说,在彩虹的情形中也是如此——彩虹是从相对而置的某种明亮之物发生的反射——第一道外周显现出带有深红色,这是由于镜子的颜色(它是暗黑的)与显现之物的明亮混合在一起;因为它是从微细的滴液产生的,而滴液是暗黑的。但晕的凝结并非产生于此种镜子之上。至于彩虹的其他颜色,他说稍后将会论及。至于晕不带有此类颜色且不产生于此类镜子的原因,他也指出了这一点,即晕是在镜子靠近太阳且围绕太阳本身时产生的;但在太阳附近和太阳近旁[正下方],不可能让这种凝结产生延迟和一段持续时间,以致云向雨滴的转变成为持久的过程,相反,如果凝结较厚,便会迅速转变成水,否则就会消散、变薄并分离。然而,当太阳位于对面且远离云的凝结时,在水生成的中间阶段便会产生某种延迟和时间,以致云中存在一些已经转变成水、但尚未成为雨滴的事物,彩虹正是在这些镜子上被看到的;因为如果晕在转变过程中也发生某种此类延迟,那么晕也会像彩虹一样具有色彩。因此,由于上述原因,围绕太阳凝结的事物不会整体带有深红色,也不会呈圆形;所以晕不是这种性质;但会产生局部的、小范围的且带有颜色的现象(但不是呈圆形的),这些现象被称为“光条”,关于它们,他将在稍后讨论幻日时再作论述;因为如果此类水或其他暗黑之物的薄雾在太阳近旁[正下方]凝结,正如在它对面凝结那样,就会显现出整体且完整的彩虹,即一个完整的圆。
- 3.15τῷ μίγνυσθαι τῷ τοῦ ἐμφαινομένου λαμπρῷ τὸ τοῦ κατόπτρου χρῶμα, μέλαν ὄν
与格动名词 τῷ μίγνυσθαι 表示原因(“通过……与之混合”)。宾格短语 τὸ τοῦ κατόπτρου χρῶμα(及其同位分词 μέλαν ὄν)充当不定式的逻辑主语,而与格短语 τῷ τοῦ ἐμφαινομένου λαμπρῷ 则是 μίγνυσθαι 的结合对象补足语。
- 3.15διὰ τὸ τὸ πῦρ, λαμπρόν τε καὶ λευκὸν ὄν, πολλῷ τότε τῷ καπνῷ μεμῖχθαι
属于双冠词结构:介词 διὰ 支配中性单数宾格冠词 τὸ 引导动名词短语(完成时不定式 μεμῖχθαι),而其内部的第二个 τὸ 则指示不定式的逻辑主语 τὸ πῦρ。
- 3.15οὐχ οἷόν τε δὲ ἐγγὺς τοῦ ἡλίου καὶ ὑπὸ τὸν ἥλιον γίνεσθαι διατριβὴν καὶ χρόνον τινὰ τῆς τοιαύτης συστάσεως, ὡς τὴν εἰς τὰς ψεκάδας μεταβολὴν τοῦ νέφους χρόνιον γίνεσθαι
无人称结构 οὐχ οἷόν τε [ἐστι](“不可能……”)支配不定式 γίνεσθαι 及其逻辑主语 διατριβὴν καὶ χρόνον τινά。连词 ὡς 代替 ὥστε 引导结果从句,统辖宾格加不定式结构(主语 τὴν ... μεταβολήν,不定式 γίνεσθαι)。
