- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:150.23-152.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《气象学》373b13(水中的反射),阐明云转变为雨滴的微小部分如何充当镜子以形成太阳的映像(彩虹),并探讨了腓力与杰米诺等人关于彩虹乃反射镜像的观察与证明。
" Ἀπὸ δ’ ὕδατος μάλιστα ἀνακλᾶται." Συστήσας ὅτι καὶ ἀπὸ ἀέρος ἀνακλάσεις γίνονται τῆς ὄψεως ἔτι μᾶλλόν φησιν ἀπὸ ὕδατος γίνεσθαι· μάλιστα μὲν γὰρ ἀπὸ ὕδατος, μᾶλλον δὲ καὶ ἀπ’ ἀρχομένου γίνεσθαι ὕδατος ἢ ἀέρος. ἀρχόμενον δὲ ὕδωρ γίνεσθαι τὸ νέφος, τὸ δὲ ὑγρὸν ἤδη. ἐν γὰρ τῇ εἰς ὕδωρ μεταβολῇ τῶν νεφῶν ἕκαστον τῶν μορίων, ἐξ ὧν συνισταμένων ἡ ψεκὰς γίνεται, ἔνοπτρον ἀναγκαῖον γίνεσθαι τῇ ὄψει μᾶλλον τῆς ἀχλύος ἐν ᾗ διὰ τὰς ἀνακλάσεις ἡ ἅλως ἐδείχθη γινομένη. ἐπεὶ δὲ καὶ δῆλον εἶναί φησι καὶ εἰρῆσθαι ἤδη ὅτι ἐν τοῖς μικροῖς ἐνόπτροις τὸ χρῶμα μόνον ἐμφαίνεται τῶν ὁρωμένων χωρὶς τοῦ σχήματος, ἀναγκαῖον ἐν ταῖς ἀρχαῖς τῶν ὑετῶν, ὅταν ἤδη μὲν εἰς τὰς ψεκάδας γίνηται μεταβολή τε καὶ σύστασις τῶν νεφῶν, μήπω δὲ καταφέρηται, ἐὰν ἐξ ἐναντίας ᾖ ὁ ἥλιος τῇ τοιαύτῃ συστάσει τε καὶ μεταβολῇ ἢ καὶ ἄλλο τι τῶν λαμπρῶν, γίνεσθαι ταύτας τὰς συστάσεις ἔνοπτρα τῇ ὄψει, δεικνύντα αὐτῇ τὸ τοῦ ἐξ ἐναντίας κειμένου λαμπροῦ χρῶμα. ἑκάστου δὲ τῶν ἐνόπτρων ὄντος μικροῦ τε καὶ διὰ τοῦτο καθ’ αὑτὸ ἀοράτου, τοῦ δ’ ἐξ ἁπάντων αὐτῶν διὰ τὴν παράθεσιν καὶ τοῦ ἐξ αὐτῶν γινομένου μεγέθους ὁρωμένου,1 ἀνάγκη καὶ τοῦ δι’ αὐτῶν χρώματος φαινομένου τῇ ὄψει μέγεθός τι φαίνεσθαι. ἕκαστον γὰρ τῶν μικρῶν τούτων ἐνόπτρων, ὡς εἰς τὸ μέγεθος τῷ ὅλῳ ἐν ᾧ ἡ ὅλη ἔμφασις γίνεται συντελεῖ, οὕτω καὶ εἰς τὴν τοῦ ὅλου χρώματος φαντασίαν συνεισφέρει ἕκαστον αὐτῶν τοῦ φαινομένου δι’ αὐτοῦ. ἐπεὶ τοίνυν ταῦτα ἐνδέχεται τοῦτον ἔχειν τε καὶ γίνεσθαι τὸν τρόπον, δῆλον ὅτι ὅταν οὕτως ἔχῃ τό τε νέφος συστάσεώς τε καὶ τῆς πρὸς τὸν ἥλιον θέσεως, καὶ ἡμεῖς ὦμεν μεταξὺ αὐτῶν, τουτέστιν ἡ ὁρῶσα ὄψις μεταξὺ τε τοῦ ἡλίου καὶ τοῦ νέφους, ἔσται διὰ τὴν ἀνάκλασιν τὴν τῆς ὄψεως τὴν ἀπὸ τῶν ἐν τῷ νέφει γενομένων ψεκάδων ἔμφασίς τις. εἰ μὲν γὰρ μὴ ἦν ὁ ἥλιος ἤ τι ἄλλο λαμπρὸν ἐξ ἐναντίας τοῦ νέφους, ἐφ’ ὃ ἔπιπτεν ἡ ὄψις ἀνακλωμένη, ἀνάκλασις μὲν ἂν ἦν τῆς ὄψεως, οὐ μὴν καὶ ἔμφασις· ὄντος δὲ ἐξ ἐναντίας τοῦ ἡλίου πρὸς τῇ ἀνακλάσει καὶ ἔμφασις ἔσται. φαίνεται δὲ καὶ ἡ γινομένη ἶρις τότε, τοῦ μὲν νέφους μεταβάλλοντος εἰς ὕδωρ καὶ ἐξ ἐναντίας ἔχοντος κείμενον τὸν ἥλιον, τῆς δὲ ὁρώσης αὐτὴν ὄψεως οὔσης ἐν μέσῳ, καὶ οὐκ ἄλλως ἐχόντων. ὅταν γὰρ ᾖ μεταξὺ † τὸ κέντρον τοῦ νέφους ὄντος σφαιροειδοῦς, ἐν ᾧ ἡ ἔμφασις γίνεται, τῆς τε ἡμετέρας ὄψεως, καὶ τοῦ ἡλίου, καὶ οὕτω μεταξύ, ὥστε ἐπὶ μιᾶς εὐθείας εἶναι τὰ τρία, τότε γίνεται ἶρις, ἄλλως δὲ οὔ. ὅτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεως πρὸς τὸν ἥλιόν ἐστι, φανερόν· διὸ καὶ ἐξ ἐναντίας ἀεὶ γίνεται, ἡ δὲ ἅλως περὶ αὐτόν· καίτοι ἄμφω ἀνακλάσεις. οὐχ ὡς αἴτιον τὸ κατὰ ἀνάκλασιν τὴν πρὸς τὸν ἥλιον τῆς ὄψεως ἀπὸ τῶν ἐν τῷ νέφει μικρῶν κατόπτρων τὴν ἶριν γίνεσθαι ἔθηκε τοῦ ἐξ ἐναντίας αὐτὴν ἀεὶ τοῦ ἡλίου γίνεσθαι, ἀλλ’ ὡς ἀνακλάσεων διαφόρων οὐσῶν τούτων τῷ ἢ ἐξ ἐναντίας κεῖσθαι τὸ κάτοπτρον τοῦ ἐμφαινομένου αὐτῷ ἢ περὶ αὐτό. καὶ ἴσον ἂν εἴη τὸ διὸ καὶ ἐξ ἐναντίας ἀεὶ γίνεται τῷ ἀλλ’ ἡ μὲν ἐξ ἐναντίας ἀεὶ γίνεται,2 ἡ δὲ ἅλως περὶ αὐτόν· καίτοι ἄμφω ἀνακλάσεις. ὅτι δὲ ἡ ἶρις κατὰ ἀνάκλασιν γίνεται καὶ ἔστιν αὐτῆς κατοπτρικὴ ἡ φαντασία, Φίλιππος μὲν ὁ ἑταῖρος Πλάτωνος δεικνύναι πειρᾶται διὰ τοῦ συμμεταχωρεῖν αὐτὴν ἐπὶ ταὐτὰ τοῖς ὁρῶσιν· ὁπότε γὰρ ἐκεῖνοι εἰς τὰ πλάγια μεθισταῖντο, ἐπὶ τὰ αὐτὰ πλάγια καὶ τὴν ἶριν φαίνεσθαι συμμεθισταμένην, ὥσπερ ἑπομένην τῇ τοῦ ὁρῶντος ὄψει. τοῦτο γὰρ ἴδιον τῶν κατ’ ἔμφασιν ὁρωμένων, τὸ ἅμα τοῖς ὁρῶσι μεταχωρεῖν καὶ πρὸς τὰ δεξιὰ καὶ πρὸς τὰ ἀριστερά, ἐπεὶ τά γε κατ’ εὐθυωρίαν ὁρώμενα πᾶν τοὐναντίον ὁρᾶται ποιοῦντα· εἰς μὲν γὰρ τὰ δεξιὰ τῶν ὁρώντων αὐτὰ μεθισταμένων, ἐκεῖνα δοκεῖ πρὸς τὰ ἀριστερὰ ἀποκλίνειν· εἰ δὲ οἱ ὁρῶντες αὐτὰ εἰς τὰ ἀριστερὰ μεθισταῖντο, ἐκεῖνα φαντασίαν εἰς τὰ δεξιὰ ἀποκλινόντων παρέχει. οἱ δὲ περὶ Γέμινον καὶ Αἴλιον εἰς δεῖξιν τοῦ ἔμφασιν τὴν ἶριν εἶναι προσχρῶνται καὶ τῷ προσιόντων τε αὐτῇ δοκεῖν καὶ αὐτὴν προσιέναι καὶ ἀποχωρούντων ἀποχωρεῖν, ὥσπερ ὁρᾶται ποιοῦντα καὶ τὰ ἐν τοῖς κατόπτροις ἐμφαινόμενα. ὅτι μὲν οὖν καὶ τοῦτο συμβαίνει περὶ τὰς ἐμφάσεις, ὥσπερ καὶ τὸ ὑπὸ Φιλίππου προειρημένον, φανερόν· εἰ δὲ καὶ ἐπὶ τῆς ἴριδος τοῦτο δῆλον γίνεται ἀπὸ τοσούτου διαστήματος ὁρωμένης, ἐπιζητήσαι τις ἂν ἴσως.
“但[视线]最主要是从水发生反射。” 在确立了视线的反射也由空气发生之后,他说从水发生得更加显著;因为从水发生得最为显著,而从开始变成水之物发生反射,也比从空气发生更多。而开始变成水之物就是云,且这已经是湿润之物了。因为在云向水转变的过程中,那些聚集凝结而成雨滴的各微小部分,必然比薄雾更成为视线的镜子,而在薄雾中,晕已被证明是由于反射而产生的。既然他说,在微小的镜子中被看见之物仅显现颜色而没有形状,这是显而易见且已经说过的,那么在降雨之初,当云向雨滴的转变和凝固已经发生、但雨滴尚未降下时,如果太阳或其他明亮之物正位于此类凝固和转变的相对面,这些凝固体就必然成为视线的镜子,向视线展现相对而置的明亮之物的颜色。由于每一面镜子都很微小并因此就其自身而言是不可见的,但由它们全部并置而成的事物及其所产生的大小则是可见的,所以通过它们显现的颜色也必然显现为某种大小。因为这些微小的镜子中的每一面,正如对其中产生整体反映的整体在大小上有贡献一样,它们各自也通过自身所显现者对整体颜色的表象做出贡献。既然这些事物能够以这种方式存在并发生,显而易见,当云在凝聚状态以及相对于太阳的位置上处于这种情形,而我们处于它们之间,即观看的视线处于太阳与云之间时,由于视线从云中所形成的雨滴发生反射,便会产生某种映像。因为如果太阳或其他明亮之物没有处于云的对面,以致反射的视线落于其上,那么视线虽会有反射,却不会同时产生映像;但由于太阳在对面,除了反射之外也必会有映像。而当时所形成的彩虹也会显现出来,即当云正在转变成水且太阳位于其对面,而观看它的视线处于中间时,在其他情形下则不然。因为当呈球状的云的中心(映像即在其中产生)介于我们的视线与太阳之间,且如此处于中间以致这三者位于同一直线上时,彩虹便会产生,而在其他情形下则不会。因此,彩虹是视线朝向太阳的反射,这是显而易见的;因此它也总是在对立面产生,而晕则围绕它产生;尽管二者皆为反射。他并未将彩虹是由于视线从云中的微小镜子朝向太阳反射而产生,作为彩虹总是在太阳对面产生的原因,而是指出这些反射有所不同,取决于镜子是位于其中显现之物的对面还是围绕着它。而“因此它也总是在对立面产生”一句,与“但一者总是在对立面产生,而晕则围绕它产生;尽管二者皆为反射”是等同的。至于彩虹是按照反射产生且其表象属于镜像性质,柏拉图的同道腓力试图通过彩虹与观看者向相同方向移动来加以证明;因为每当观看者移向侧面时,彩虹也显得一同移向相同的侧面,宛如跟随着观看者的视线。因为与观看者一同向右和向左移动,正是通过映像被观看之物的特有属性,因为沿着直线被观看之物所表现出来的完全相反;因为当观看它们的人向右移动时,它们显得向左偏斜;如果观看它们的人向左移动,它们则呈现向右偏斜的表象。而杰米诺和埃利乌斯的学派为了证明彩虹是映像,还援引了当人们走向它时它似乎也走近、当人们退后时它也退后这一现象,正如在镜子中显现的事物所表现的一样。因此,关于映像确实会发生这种情况,正如腓力先前所述,这是显而易见的;但是对于从如此远的距离被观看的彩虹而言,这是否也变得清晰可见,人们或许可以追问。
- 3.14ἑκάστου δὲ τῶν ἐνόπτρων ὄντος μικροῦ τε καὶ διὰ τοῦτο καθ’ αὑτὸ ἀοράτου, τοῦ δ’ ἐξ ἁπάντων αὐτῶν διὰ τὴν παράθεσιν καὶ τοῦ ἐξ αὐτῶν γινομένου μεγέθους ὁρωμένου
两组独立属格结构(ἑκάστου... ὄντος 与 τοῦ... ὁρωμένου)通过 δέ(τοῦ δ’)形成对举。这表达了逻辑上的对比:每一面单独的微小镜子(雨滴)本身是不可见的,但通过它们的并置组合而成的整体大小则是可见的。
- 3.14καὶ ἴσον ἂν εἴη τὸ διὸ καὶ ἐξ ἐναντίας ἀεὶ γίνεται τῷ ἀλλ’ ἡ μὲν ἐξ ἐναντίας ἀεὶ γίνεται
对亚里士多德原文中表因果的短语 διὸ καί(因此亦)的构拟与解读。亚历山大指出,此处并非以向着太阳的反射作为“彩虹总是在反对面产生”的原因,而是功能上等同于转折连词 ἀλλά(但是),旨在对比晕(围绕)与彩虹(对面)这两种反射中镜子位置的不同。
